← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§17.1-17.34

矫正性正义的分类与意愿及违背意愿的交易

米海尔注解了亚里士多德在1130b33处的论述,解释了交易中的矫正性正义如何适用于意愿的交易(买卖、借贷、寄存等)与违背意愿的交易(盗窃等秘密侵权行为及暴力犯罪)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13

"“Ἓν δὲ τὸ ἐν τοῖς συναλλάγμασιν διορθωτικόν. τούτου δὲ μέρη δύο." Τοῦ ἐν τοῖς συναλλάγμασι διορθωτικοῦ δύο, φησίν, εἰσὶ μέρη. τῶν γὰρ συναλλαγμάτων, φησί, τὰ μὲν ἑκούσια τὰ δ’ ἀκούσια. ὅταν μὲν γὰρ δοίη τις σῖτον καὶ λάβοι οἶνον ἢ νόμισμα, ἢ δανείσῃ ἑκὼν ἢ ἐγγυήσηται, ἑκούσια τὰ τοιαῦτα συναλλάγματα. καὶ γὰρ καὶ ὁ δανείζων καὶ [ὁ] λαμβάνων ἐγγυητὴν ἀνταλλαγὴν εἰργάσατο (ἔλαβε γὰρ ἀντὶ τῶν νομισμάτων τρόπον τινὰ τὴν ἐγγύην) καὶ ὁ πρὸς ἡμέρας τινὰς δοὺς τὸν οἰκεῖον βοῦν εἰς ἐργασίαν γῆς τινι καὶ λαβὼν ἀντὶ τούτου νόμισμα ἢ σῖτον ἢ καὶ ἵππον, χρῄζων δι’ αὐτοῦ ἀπελθεῖν που συνάλλαγμα πεποίηκε, καὶ ὁ παρακαταθέμενος πρός τινα ἀντηλλάξατο· ἔλαβε γὰρ τρόπον τινὰ ἀντὶ τῆς παρακαταθήκης τὴν τοῦ ἀνδρὸς χρηστότητα. ὅταν οὖν ἐπὶ τούτων ὁ ἐξωνησάμενος τὶ μὲν τοῦ τιμήματος δοίη, τὶ δὲ δοῦναι φήσει, μὴ διδοῖ δέ, ὅπερ οὐδέν ἐστιν ἄλλο ἢ ἀδικεῖν, τοῦ ἐπανορθωτικοῦ δεόμεθα δικαίου· τοῦτο καὶ ἐπὶ τῆς παρακαταθήκης καὶ τῶν λοιπῶν. ἑκούσια δὲ λέγονται τὰ συναλλάγματα ταῦτα οὐ διὰ τὰ ὕστερον ἀποβαίνοντα, ἀλλ’ ὅτι τὴν ἀρχὴν1 ἑκουσίως γεγόνασιν. ἑκούσια μὲν ταῦτα, ἀκούσια δέ, ὡς εἴρηκεν ἐν τῷ τρίτῳ τῆς παρούσης πραγματείας, τά τε ἀγνοούμενα καὶ τὰ βίᾳ· ἀγνοούμενα δὲ κλοπὴ καὶ τὰ λοιπὰ ἃ καταλέγει. ἀλλὰ πῶς συναλλάγματα ταῦτα λέγεται; ἢ ὅτι ὁ κλέψας2 ἀντὶ τῶν κλεμμάτων ὁτὲ μὲν δίδωσιν ἕτερά τινα, ὁτὲ δὲ μαστιγοῦται, καὶ γέγονε τρόπον τινὰ δόσις καὶ λῆψις, ὅ ἐστι τὸ συναλλάσσειν. λαβὼν γὰρ χρήματα ἤ τι ἄλλο ὁ κλέψας δέδωκεν ἀντ’ ἐκείνων εὐθύνας· ὁμοίως καὶ ὁ μοιχεύσας ἢ χρήματα δέδωκεν ἢ δεινόν τι πέπονθε, καὶ ὁ διὰ φαρμακοδοσίας ἀνελών τινα ἐπίσης τούτοις ὅμοιόν τι πέπονθεν. ὁμοίως καὶ ὁ δοῦλον ἀπατήσας καὶ ὁ φονεύσας ἀντάλλαγμα δίδωσι. προαγωγὸς δὲ κυρίως λέγεται ὁ τὴν ἑαυτοῦ γυναῖκα μοιχᾶσθαι προτρεπόμενος· νῦν δὲ προαγωγίαν οὐ ταύτην ὁ Ἀριστοτέλης φησί, ἀλλὰ τὴν 〈δι’〉 ἄγνοιαν τοῦ οἰκείου ἀνδρὸς μοιχείαν τῆς μοιχευομένης.3 τῆς οὖν τοιαύτης μοιχείας λαθραίας οὔσης, ἐπειδὰν γνωσθῇ, διόρθωσις γίνεται καὶ τὸ διορθωτικὸν δίκαιον. εἰπὼν δὲ τίνα εἰσὶ τὰ δι’ ἄγνοιαν ἀκούσια, λέγει καὶ τίνα τὰ βίᾳ, ὅτι αἰκίαι, θάνατοι, δεσμοί, καὶ ἔστι καὶ ἐπὶ τούτων τὸ ἐπανορθωτικόν· λαμβάνει γὰρ ὁ μαστιγωθεὶς ἢ δεσμευθείς τι ἀνθ’ ὧν βίᾳ πέπονθεν. ἀλλὰ καὶ ὁ φονευθεὶς ἔλαβε τρόπον τινά· ἃ γὰρ ἡ γυνὴ ἢ οἱ συγγενεῖς τοῦ φονευθέντος ἔλαβον, τρόπον τινὰ ἐκείνῳ δέδοται.

“另一则是交易中的矫正性正义;而这包含两部分。” 他说,交易中的矫正性正义包含两部分。因为他说,在交易中,有些是出于意愿的,有些则是违背意愿的。因为当有人给出谷物而获得葡萄酒或钱币,或者自愿借贷或提供担保时,这类交易便是出于意愿的。事实上,借贷并接受担保人者亦进行了一种交换(因为他以某种方式换得了担保作为钱币的替代),而将自己的牛出借数日给某人耕种土地并为此换得钱币、谷物甚至一匹马(因需要乘它前往某处)的人,亦构成了交易,并且在某人处存放物品的人亦进行了交换(因为他以某种方式换得了那人的品行作为寄存物的替代)。因此,在这些情形中,当买主支付了部分货款,并称将支付另一部分,却并未支付时(这无非就是行不义),我们便需要矫正性正义;这在寄存物及其他情形中亦同样适用。这些交易之所以被称为出于意愿的,并非由于后来的结果,而是因为它们在起初乃是出于意愿而发生的。这些是出于意愿的;至于违背意愿的,正如他在本论著第三卷中所说,乃是暗中进行的与借由强力的;暗中进行的即偷窃以及他所列举的其他各项。然而这些何以被称为“交易”?岂非因为窃贼有时拿出某些其他东西作为被盗之物的补偿,有时遭受鞭挞,从而以某种方式发生了一种给予与接受,而这正是交易的实质所在?因为窃贼拿走了钱财或别的物品之后,拿出了赔偿作为其代价;同样,通奸者要么拿出了钱财,要么遭受了严惩,而通过投毒杀人者亦同样遭受了与此相似的报应。同样,拐骗奴隶者与杀人者亦给出了补偿。本义上的“引诱者(拉皮条者)”是指唆使自己的妻子去通奸的人;但此处亚里士多德所说的并非这种引诱行为,而是指被通奸之妇人在自身丈夫不知情之下的通奸。因此,这种通奸既是隐匿不为人知的,一旦被发觉,便发生矫正与矫正性正义。在说明了因无知而违背意愿的交易是哪些之后,他亦陈述了强力所致的交易有哪些,即伤害、死亡、监禁;而在这些情形中矫正性正义亦同样存在。因为受鞭笞或被囚禁之人,因其借由强力所遭受的不幸而换得某种补偿。甚至被杀之人亦以某种方式得到了补偿;因为被杀之人的妻子或亲属所获得的,在某种方式上已被给予了他。

语法注3 条
  1. 1.13τὴν ἀρχὴν

    宾格名词短语作状语使用,意为“起初”或“本来”。此处与后来的结果(ὕστερον ἀποβαίνοντα)相对照,指契约成立之初所具有的意愿性。

  2. 1.13ἀλλὰ πῶς συναλλάγματα ταῦτα λέγεται; ἢ ὅτι ὁ κλέψας

    紧接修辞疑问句之后的 ἢ ὅτι 是用于引出对自身提问的自答的习惯句式(“抑或是因为……”)。它引导出解释犯罪与侵权行为何以被视为包含“给予与接受”之“交易”的原因从句。

  3. 1.13τὴν 〈δι’〉 ἄγνοιαν τοῦ οἰκείου ἀνδρὸς μοιχείαν τῆς μοιχευομένης

    该宾格短语作 προαγωγίαν 的说明性补足成分。校勘所补入的介词短语 〈δι’〉 ἄγνοιαν 修饰 μοιχείαν,属格 τοῦ οἰκείου ἀνδρὸς 表示不知情的主体,整体意为“被通奸之妇人在自身丈夫不知情之下的通奸”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:17.1-17.34