← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§16.6-16.40

算术与几何比例中的连续与离散

米海尔总结了算术比例的定义,阐明了连续比例与离散比例的区别,并通过具体的数值例证界定了连续与离散的几何比例,从而为研读亚里士多德的原文奠定基础。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#2

πάλιν ἔστωσαν ὁ ὀκτώ, ὁ ἕξ, ὁ τέσσαρα, καὶ ἐν τούτοις ἡ μὲν κατὰ τὸ ποσὸν διαφορὰ ἡ αὐτή· δυάδι γὰρ ὁ ὀκτὼ τοῦ ἓξ καὶ ὁ ἓξ τοῦ τέσσαρα διαφέρουσιν· ἡ δὲ κατὰ τὸ ποιὸν καὶ τὸν λόγον οὐχ ἡ αὐτή, ἀλλ’ ἔστιν ὁ μὲν ὀκτὼ τοῦ ἓξ ἐπίτριτος, ὁ δὲ ἓξ τοῦ δ ἡμιόλιος. ἀναλογία οὖν ἀριθμητική ἐστιν ἡ ποσοῦ μὲν ἴσου ἐν ταῖς διαφοραῖς, ποιοῦ δὲ μὴ ἴσου ἢ μὴ ὁμοίου μετέχουσα. ἐπειδὴ δὲ καὶ συνημμένης καὶ διεζευγμένης ἀναλογίας μεμνῆσθαι μέλλει ὁ Ἀριστοτέλης, ῥητέον καὶ περὶ τούτων, τίνες εἰσὶν αὗται. ὅταν μὲν γὰρ ὁ αὐτὸς καὶ εἷς ὅρος πρόλογός τε καὶ ὑπόλογος πρὸς τοὺς ἄκρους ὑπακούοι, τουτέστι δὶς ὁ αὐτὸς καὶ εἷς λέγοιτο,1 συνημμένη ἡ τοιαύτη ἀναλογία λέγεται, ὡς ἔχει ἐπὶ τῶν ἐκκειμένων ὅρων· δὶς γὰρ ὁ αὐτὸς λέγεται. φαμὲν γὰρ ὅσον ὁ δ τοῦ γ ὑπερέχει, τοσοῦτον καὶ ὁ γ τοῦ β· δὶς ἄρα ὁ τρίτος εἴρηται. καὶ πάλιν ὅσον ὁ ὀκτὼ τοῦ ἓξ ὑπερέχει, τοσοῦτον καὶ ὁ ἓξ τοῦ δ· δὶς κἀνταῦθα ὁ ἓξ ἐρρήθη. ἢ καὶ οὕτω· ᾧ ὑπερέχει ὁ ὀκτὼ τοῦ ἕξ, τούτῳ καὶ ὁ ἓξ τοῦ δ. ἡ μὲν οὖν συνημμένη ἀναλογία αὕτη, ἡ δὲ διεζευγμένη ἥδε· ᾧ ὑπερέχει ὁ η τοῦ ς, τούτῳ καὶ ὁ δ τοῦ β· ἐν τούτοις γὰρ ἅπαξ ὁ ς εἴρηται, ὁμοίως καὶ ὁ δ. γεωμετρικὴ δὲ ἀναλογία, ἣ καὶ κυρίως ἀναλογία ἐστὶ καὶ λέγεται, ἐστὶν ὅταν τριῶν ἢ καὶ πλειόνων ὅρων ὡς ἔχει ὁ μέγιστος κατὰ τὸ ποιὸν πρὸς τὸν μέσον ἢ τὸν ἐφεξῆς, οὕτω καὶ ὁ μέσος ἢ ὁ ἐφεξῆς πρὸς τὸν ὑπ’ αὐτόν.2 ὅταν τοίνυν τῇ μὲν ποιότητι διαφέρωσι τῇ αὐτῇ, τῇ δὲ ποσότητι μὴ τῇ αὐτῇ, ἡ τοιαύτη ἀναλογία γεωμετρικὴ καλεῖται. ἔστωσαν ὅροι ὁ θ, ὁ ς, ὁ δ· ἐν τούτοις γὰρ ὡς ὁ πρῶτος ὁ θ πρὸς τὸν ὑπ’ αὐτὸν τὸν ς, οὕτως ὁ ς ὁ δεύτερος πρὸς τὸν τρίτον τὸν δ· ἐν τῷ αὐτῷ γὰρ λόγῳ· ἡμιόλιος γὰρ καὶ ὁ θ τοῦ ς καὶ ὁ ς τοῦ δ. καὶ ἔστιν ὁ μὲν λόγος ὁ αὐτός, οὐ μὴν ἡ μεταξὺ ποσότης ἴση ἐστὶν ἀλλ’ ἄνισος· ἔστι γὰρ μεταξὺ τοῦ μὲν θ καὶ ς ὁ γ, τοῦ δὲ ς καὶ δ ὁ β. πάλιν ἔστωσαν ὅροι ὁ ις, ὁ ιβ, ὁ θ· κἀνταῦθα ὡς ὁ ις πρὸς τὸν ὑπ’ αὐτὸν ιβ, οὕτω καὶ ὁ ιβ πρὸς τὸν θ· ἐν ἐπιτρίτῳ γὰρ λόγῳ. ἔχει γὰρ ὁ ις τὸν ιβ καὶ τὸ τρίτον τοῦ ιβ τὰ δ, ὁμοίως καὶ ὁ ιβ τὸν θ καὶ τὸ τρίτον τοῦ θ τὰ γ. κἀν τούτοις ἡ τῶν λόγων ποιότης [καὶ ταὐτότης] ἡ αὐτή, ἡ δὲ μεταξὺ τῶν ὅρων ποσότης ἑτέρα· ὁ μὲν γὰρ ις τοῦ ιβ τετράδι διαφέρει, ὁ δὲ ιβ τοῦ θ τριάδι. ἔστι δὲ ἡ ἀναλογία αὕτη συνημμένη· δὶς γὰρ ὁ ιβ λαμβάνεται. διεζευγμένη δὲ ἥδε· ὡς ὁ ις πρὸς τὸν η, ὁ δ πρὸς τὸν β ἐν διπλασίονι λόγῳ, καὶ ὁ αὐτὸς λόγος, οὐχ ἡ αὐτὴ δὲ ποσότης. τούτων οὕτω προειλημμένων ἐπὶ τὰ ἑξῆς τῶν Ἀριστοτέλους ἰτέον.

再次,设诸项为八、六、四;在这些项中,依数量的差亦是相同的,因为八与六、以及六与四都相差二;而在质和比上的差则并非相同,而是八对六具有超三分之一比,六对四具有超二分之一比。因此,算术比例便是在诸差中分有相等的数量、却分有不相等或不相似的质的比例。而既然亚里士多德亦将提及连续比例与离散比例,关于它们亦必须讲明其为何物。因为当同一且唯一的项对于两端项既被理解为前项又被理解为后项时——即同一且唯一之项被陈述了两次——此类比例便被称为连续比例,正如在所列举的诸项中所呈现的那样;因为同一项被陈述了两次。事实上我们说:四超出三多少,三亦超出二同样多;因此第三项被说了两次。又再次,八超出六多少,六亦超出四同样多;在此处六亦被说了两次。或者亦可如此表述:八超出六的那个数值,六亦以此数值超出四。这一种便是连续比例,而离散比例则是如下形式:八超出六的那个数值,四亦以此数值超出二;因为在这些项中,六只被说了一次,同样四也只被说了一次。另一方面,几何比例——这既是在本义上的比例,亦被如此称呼——乃是指当有三个或更多项时,最大项在质上如何相对于中项或紧接项,中项或紧接项亦如何相对于其下之项。因此,当它们以相同的质相差、却不以相同的数量相差时,此类比例便被称为几何比例。设诸项为九、六、四;因为在这些项中,第一项九如何相对于其下之项六,第二项六亦如何相对于第三项四;因为处于相同的比之中。事实上,九对六以及六对四都具有超二分之一比。并且,比固然相同,其间的数量却非相等而是不等的;因为在九与六之间是三,而在六与四之间是二。再次,设诸项为十六、十二、九;在此处亦然,十六如何相对于其下之项十二,十二亦如何相对于九;因为处于超三分之一比之中。事实上,十六包含十二以及十二的三分之一即四,同样十二亦包含九以及九的三分之一即三。在这些项中,诸比的质[与同一性]亦是相同的,但项与项之间的数量则是各异的;因为十六与十二相差四,而十二与九相差三。并且这一比例是连续的;因为十二被取用了两次。而离散比例则是如下形式:如十六相对于八,四亦相对于二处于倍比之中,且具有相同的比,但并非相同的数量。在如此预先掌握了这些概念之后,便当进而探讨亚里士多德接续的文句。

语法注2 条
  1. 1.12ὅταν μὲν γὰρ ὁ αὐτὸς καὶ εἷς ὅρος πρόλογός τε καὶ ὑπόλογος πρὸς τοὺς ἄκρους ὑπακούοι, τουτέστι δὶς ὁ αὐτὸς καὶ εἷς λέγοιτο

    连词 ὅταν 后接祈愿语气(ὑπακούοι、λέγοιτο)而非古典希腊语所要求的虚拟语气。这是晚期及拜占庭希腊语的常见用法,用于表示一般时间或条件从句(“每当……时”),并非表示与事实相反的假设。

  2. 1.12ἐστὶν ὅταν τριῶν ἢ καὶ πλειόνων ὅρων ὡς ἔχει ὁ μέγιστος κατὰ τὸ ποιὸν πρὸς τὸν μέσον ἢ τὸν ἐφεξῆς, οὕτω καὶ ὁ μέσος ἢ ὁ ἐφεξῆς πρὸς τὸν ὑπ’ αὐτόν

    属格 τριῶν ἢ καὶ πλειόνων ὅρων 充当省略了分词的属格独立结构(意为“当有三个或更多项存在时”),或作为管辖后随整个比照从句的范围属格。其核心骨架为 ὅταν ... ὡς ἔχει ὁ μέγιστος ... οὕτω καὶ ὁ μέσος [省略 ἔχῃ] 的对应结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:16.6-16.40