- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:15.4-16.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《尼各马可伦理学》卷五中将局部正义划分为“分配的正义”与“矫正的正义”,注疏者为了阐明二者所依凭的几何比例与算术比例,首先通过具体数字(8、7、6以及4、3、2)解释了算术比例的定义,即诸项在量的差值上均等、但在比值的质上各异。
" Οὐ γὰρ ἴσως ταὐτὸν ἀνδρί τε ἀγαθῷ εἶναι καὶ πολίτῃ παντί.1 τῆς δὲ κατὰ μέρος δικαιοσύνης καὶ τοῦ κατ’ αὐτὴν δικαίου ἓν μέν ἐστιν εἶδος." Μέλλων λέγειν περὶ τῆς κατὰ μέρος δικαιοσύνης διαιρεῖ αὐτὴν εἰς δύο. εἴτε δὲ μέρη αὐτῆς δεῖ λέγειν εἰς ἃ διαιρεῖται, εἴτε εἴδη, νῦν οὐ πρόκειται σκοπεῖν· τὴν δ’ οὖν τοιαύτην διελὼν εἰς δύο λέγει περὶ ἑκατέρου ὁποῖόν τί ἐστι. μαθόντες γὰρ τὰ μέρη ἔχομεν καὶ τὸ ὅλον ὁποῖόν τί ἐστιν, εἴπερ τὸ ὅλον ἢ τὸ γένος μηδέν τί ἐστι παρὰ τὰ μέρη ἢ τὰ εἴδη. λέγει τοίνυν ὅτι ταύτης ἓν μέν ἐστιν εἶδος τὸ ἐν ταῖς διανομαῖς, τὰ δὲ διανεμόμενα καὶ μεριζόμενα παρὰ τοῦ δικαίου πρός τινας ἢ τιμαί εἰσιν, οἷον ἀξιώματα, στέφανοι, ἀνδριάντων ἀναστηλώσεις καὶ τοιαῦθ’ ἕτερα, ἢ χρήματα. ἐν δὲ τοῖς χρήμασίν ἐστι καὶ τὰ νομίσματα ἢ γῆ ἢ ἄμπελοι ἢ οἰκόπεδα ἢ ὅσα νέμονται τοῖς κοινωνοῦσι τῆς πολιτείας, οἷον βασιλείας ἢ ἀριστοκρατίας ἢ τιμοκρατίας ἢ δημοκρατίας· ἐν τούτοις γὰρ ἐνδέχεται τινας πλέον ἔχειν τῆς ἀξίας αὐτῶν ἢ ἔλαττον, ἃ τῆς τοῦ ἀδίκου μοίρας ἐστί, τινὰς δὲ τὸ κατ’ ἀξίαν καὶ ἴσον, ὅπερ ἐστὶ τῆς δικαιοσύνης. καὶ ἔστι τοῦτο τὸ διανεμητικὸν δίκαιον κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν. ἓν μὲν οὖν εἶδος τῆς ἐν μέρει δικαιοσύνης τοῦτο, ἕτερον δὲ τὸ ἐπανορθωτικόν, ὃ ὁρῶμεν καθ’ ἑκάστην τοὺς δικαστὰς ποιοῦντας· τὰς γὰρ γινομένας ἐν τοῖς συναλλάγμασιν ἀνισώσεις καὶ ἀδικίας πειρῶνται ἰσάζειν, καὶ γίνεται τοῦτο κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν. ἐπεὶ δὲ τὰ τοιαῦτα εἴδη κατὰ τὰς ἀναλογίας ταύτας γίνονται, ῥητέον πρότερον τίνες εἰσὶν αὗται καὶ πῇ διαφέρουσιν ἀλλήλων, εἶθ’ οὕτω τὴν Ἀριστοτέλους λέξιν μετιτέον. καὶ πρῶτον ῥητέον, τίς ἐστιν ἡ ἀριθμητικὴ ἀναλογία. ἔστι δὲ ἀριθμητικὴ ἀναλογία, ὅταν τριῶν ἢ καὶ πλειόνων ὅρων ἐφεξῆς κειμένων ἡ μὲν πρὸς ἀλλήλους διαφορὰ κατὰ τὸ ποσὸν ἡ αὐτὴ ὑπάρχῃ, τουτέστιν ἐν ἰσότητι, κατὰ δὲ τὸν λόγον καὶ τὴν τῶν λόγων ποιότητα μὴ 〈ἡ〉 αὐτὴ ἀλλ’ ἑτέρα. οἷον ἔστωσαν ὅροι ὁ ὀκτώ, ὁ ἑπτά, ὁ ἕξ, ἢ ὁ δ, ὁ γ, ὁ β. ἐν τούτοις ὅσον ὑπερέχει ὁ ὀκτὼ τοῦ ἑπτά, τοσοῦτον καὶ ὁ ἑπτὰ τοῦ ἕξ· μονάδι γὰρ ἑκάτερος ἑκατέρου. ὁμοίως καὶ ὅσον ὁ τέσσαρα τοῦ τρία, τοσοῦτον καὶ οὗτος τοῦ δύο· ἐν μονάδι γοῦν καὶ τούτων ἡ πρὸς ἀλλήλους διαφορά· ἐν ἰσότητι ἄρα τῇ κατὰ τὸ ποσόν. καὶ μετέχουσιν ἐν ταῖς πρὸς ἀλλήλους διαφοραῖς ποσοῦ μὲν ἴσου, ποιοῦ δὲ οὐδαμῶς. ὁ γὰρ τέταρτος πρὸς τὸν τρίτον τὸν τοῦ ἐπιτρίτου λόγον ἔχει·2 περιέχει γὰρ ὁ δ τὸν τρία καὶ τὸ τρίτον αὐτοῦ τὴν μονάδα· ὁ δὲ τρίτος πρὸς τὸν β τὸν τοῦ ἡμιολίου· ἔχει γὰρ ὁ τρίτος ἐν ἑαυτῷ τὸν δύο καὶ τὸ ἥμισυ τοῦ δύο τὴν μονάδα. ὥστε ἡ πρὸς ἀλλήλους τούτων διαφορὰ τῷ μὲν ποσῷ καὶ τῇ ἰσότητι ἡ αὐτή ἐστι, τῷ δὲ λόγῳ καὶ τῇ ποιότητι ἑτέρα· ἄλλος γὰρ λόγος ὁ ἐπίτριτος καὶ ἄλλος ὁ ἡμιόλιος.
“因为对每个公民而言,作善人与[作好公民]大概不是同一回事。而在具体的正义以及依循它的公正之中,有一种形式是[分配中的公正]。” 他打算讨论具体的正义,便将其一分为二。至于应当将它所被分成的对象称为它的部分还是形式,现在并非摆在面前要考察的任务;无论如何,他将此种正义一分为二之后,论述了每一者究竟是何种事物。因为在我们知晓了部分之后,也就掌握了整体究竟是何种事物,如果整体或属在部分或形式之外确实算不上任何事物的话。于是他指出,这种正义的一个形式是分配中的形式;而由正义之人分给某些人的、被分配并切分的事物,要么是荣誉(例如官衔、冠冕、竖立雕像以及诸如此类的其他事物),要么是财富。而在财富之中,也包括钱币、土地、葡萄园、宅基地,或是分配给同享政制(诸如君主制、贵族制、荣誉制或民主制)之人的所有这类事物;因为在这些事物中,可能有些人拥有超出其配额的份额,或少于其配额,这些属于不公正之分,而有些人则拥有依配额且均等的份额,这恰是属于正义的。并且这种分配的正义是依照几何比例的。因此,这是局部正义的一个形式;而另一个形式则是矫正的正义,即我们每天看到法官们所施行的;因为他们试图把在交往中产生的不均等和不公正拉平,而这是依照算术比例进行的。既然这类形式是依照这些比例进行的,就必须首先说明这些比例是什么,以及它们在何处彼此相异,然后才能这样进至亚里士多德的词句。首先必须说明,什么是算术比例。所谓算术比例,就是当三个或更多的项依次排开时,它们相互之间在量上的差异是相同的,也就是处于均等之中,但在比值与比值的质上却不是相同的,而是相异的。例如,设诸项为八、七、六,或者4、3、2。在这些项中,八超出七多少,七也就超出六多少;因为每一者都超出另一者一个单位。同样地,四超出三多少,三也就超出二多少;无论如何,它们相互之间的差异也在于一个单位;因而是在依量的均等之中。并且它们在相互的差异中分有相等的量,但在质上却绝非如此。因为四相对于三具有三分之一加一(4:3)的比;因为4包含了三以及三的三分之一即单位;而三相对于2则具有二分之一加一(3:2)的比;因为三自身中包含着二以及二的一半即单位。因此,它们相互之间的差异在量和均等上是相同的,但在比值和质上却是相异的;因为三分之一加一的比是一个比,而二分之一加一的比则是另一个比。
- 1.12ἀνδρί τε ἀγαθῷ εἶναι καὶ πολίτῃ παντί
不定词 εἶναι 的表语补足语为两个并列的与格,从属于非人称表达 ταὐτόν [ἐστι]。与 ἀνδρὶ ἀγαθῷ εἶναι(作善人)相对,后半部分承接前一文段的讨论,隐含了 πολίτῃ [ἀγαθῷ](作[好]公民),παντί 则表示“对所有公民而言”或“在任何政制中的所有公民而言”。
- 1.12ὁ γὰρ τέταρτος πρὸς τὸν τρίτον τὸν τοῦ ἐπιτρίτου λόγον ἔχει
这里的 ὁ τέταρτος 与 τὸν τρίτον 承接前文列出的三项“ὁ δ, ὁ γ, ὁ β”(4、3、2),在语境中指基数“4”和“3”本身,而非序列中的第四项与第三项。后文交替出现的“περιέχει γὰρ ὁ δ τὸν τρία”与“ὁ δὲ τρίτος πρὸς τὸν β”亦印证了此处探讨的是数字4、3、2之间的比例(4:3 与 3:2)。
