← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§13.30-15.3

法律对全体德性的规定与善人同公民的合一

米海尔注疏《尼各马可伦理学》卷五第一章末尾(1130b22–29),阐明法律如何规定全体德性、“大体而言”这一限定的意涵,以及产生德性的共同教育与个别教育之分,进而论证唯有在健全的政制中善人与好公民才得以合一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11

" Σχεδὸν γὰρ τὰ πολλὰ τῶν νομίμων τὰ ἀπὸ τῆς ὅλης ἀρετῆς προσταττόμενά ἐστι." Εἰπὼν ὅτι τὰ πολλὰ τῶν νομίμων τὰ ἀπὸ τῆς ὅλης ἀρετῆς προσταττόμενά εἰσι (καθ’ ἑκάστην γὰρ ἀρετὴν προστάττει ζῆν· προστάττει γὰρ ὁ νόμος καὶ τὰ τῆς ἀνδρίας πράττειν τοὺς πολίτας καὶ τὰ τῆς σωφροσύνης καὶ τὰ τῆς φρονήσεως· ὁμοίως κωλύει ποιεῖν τὰ τῶν ἐναντίων ταῖς ἀρεταῖς μοχθηριῶν. ταῦτα δὲ λέγει ὡς δεικτικὰ τοῦ τὴν ὡς νομιμότητα δικαιοσύνην πασῶν τῶν ἀρετῶν εἶναι χρῆσιν πρὸς ἄλλους, καὶ διὰ τοῦτο τελείαν καὶ ὅλην ἀρετήν), εἰπὼν δὴ ὅτι τὰ πολλὰ τῶν νομίμων σχεδὸν τὰ ἀπὸ τῆς ὅλης ἀρετῆς προσταττόμενά εἰσιν, ἐπάγει ὡς ἐξηγητικὸν τοῦ σχεδὸν τὸ τὰ δὲ ποιητικὰ τῆς ὅλης ἀρετῆς ἐστι τῶν νομίμων ὅσα νενομοθέτηται περὶ παιδείαν τὴν πρὸς τὸ κοινόν.1 ἔστι γάρ τινα τῶν νομίμων (καὶ τίνα ταῦτα, λέγει ἐν ταῖς Πολιτείαις) ἔστι δ’ οὖν τινα τῶν νομίμων ἃ οὐ περὶ τοῦ πῶς δεῖ ζῆν διορίζεται, ἀλλὰ 〈περὶ〉 τοῦ πῶς ἂν ἀγαθοὶ καὶ σπουδαῖοι καὶ ἐνάρετοι γένοιντο οἱ πολῖται εἰσηγοῦνται. ὁ γὰρ ἔμφρων νομοθέτης οὐ μόνον περὶ τούτων νομοθετεῖ καθ’ ἃ ζῆν δεῖ τοὺς τῆς αὐτῆς πολιτείας μετέχοντας, οἷον περὶ οἰκοδόμων, περὶ ὑφαντῶν, περὶ ἁπλῶς πάντων τεχνιτῶν, ἀλλὰ καὶ περὶ γεωργῶν καὶ στρατιωτῶν, καὶ ἐμπόρων, καὶ ἄλλων πολλῶν, δι’ ὧν αἱ πολιτεῖαι συνίστανται, οὐ μόνον δὴ περὶ τούτων νομοθετεῖ, ἀλλὰ πολὺ δὴ πρότερον περὶ τῆς παιδείας τῶν μελλόντων ἔσεσθαι ἀγαθῶν τε καὶ νομίμων πολιτῶν προαγορεύει ἅπερ ἐστὶ ποιητικὰ τῆς ὅλης καὶ κοινῆς καὶ τελείας ἀρετῆς. ἑκάστην δὲ παιδείαν τοὺς πολίτας παιδεύει κατὰ τὴν πρὸς τὸ κοινὸν ἀναφοράν· ἃ γὰρ τῷ κοινῷ καὶ τῇ καθεστηκυίᾳ πολιτείᾳ συμφέρει, ταῦτα ὁ νομοθέτης ἀξιοῖ παιδεύεσθαι τοὺς μέλλοντας ἔσεσθαι ἀγαθοὺς πολίτας. ταῦτα δὲ τὰ τοὺς ἀγαθοὺς πολίτας ποιοῦντά ἐστι καὶ ποιητικὰ τῆς ὅλης ἀρετῆς, καὶ τῆς τοιαύτης ἤτοι τῆς ὅλης δικαιοσύνης. εἰπὼν δὲ ὅτι τὰ ποιητικὰ τῆς ὅλης ἀρετῆς τῶν νομίμων ἐστὶν ὅσα νενομοθέτηται περὶ παιδείας τῆς πρὸς τοὺς πολίτας ἐπάγει λέγων περὶ δὲ τῆς καθ’ ἕκαστα παιδείας, καθ’ ἣν ἁπλῶς ἀνὴρ ἀγαθός ἐστιν, ὕστερον διοριστέον, καὶ τοῦτο ποιήσει ἐν ταῖς Πολιτείαις. οὐ γὰρ ὁ ἀγαθὸς ἀνὴρ ἤδη καὶ πολίτης ἀγαθός. ἐν μὲν γὰρ ταῖς ἀγαθαῖς καὶ καλῶς ἐχούσαις πολιτείαις ὁ ἀγαθὸς ἀνὴρ καὶ πολίτης ἀγαθός ἐστιν, ἐν δὲ ταῖς μοχθηραῖς καὶ κακῶς ἐχούσαις οὔτε ὁ ἀγαθὸς ἀνὴρ καὶ ἀγαθὸς πολίτης ἐστὶν οὔτε ὁ ἐν ἐκείναις ἀγαθὸς πολίτης ἀγαθός ἐστιν ἀνήρ. τῆς μὲν γὰρ ἀγαθῆς καὶ καλῶς ἐχούσης πολιτείας καὶ ὁ πολίτης ἀγαθός· ἐπεὶ γὰρ οὐχ ἁπλῶς ἀγαθόν, ἀλλὰ πολίτην ἀγαθὸν ἐκεῖνον λέγομεν τὸν πάντα τρόπον ποιοῦντα τὰ εἰς σωτηρίαν τῆς πολιτείας συντελοῦντα, δῆλον ὅτι τὰ εἰς σύστασιν καὶ διαμονὴν καὶ σωτηρίαν τῆς ἀγαθῆς πόλεως σπεύδων ποιεῖν καὶ ἀγαθός ἐστιν ἁπλῶς καὶ πολίτης ἀγαθός· ὁ δὲ τὰ εἰς σύστασιν μοχθηρᾶς καὶ παντοίως φαύλως ἐχούσης πολιτείας σπουδάζων πολίτης μὲν ἀγαθός ἐστιν, ἁπλῶς δ’ ἀγαθὸς οὐκ ἔστιν. οὐ γὰρ διασώζεσθαι ἔσπευδε μοχθηρὰν πολιτείαν, εἰ ἀγαθὸς ἁπλῶς ἦν·2 οὐδεὶς γὰρ φιλεῖ ἀγαθὸς καὶ μένειν βούλεται τὰ φαῦλα. ὥστε ὁ ἁπλῶς ἀγαθὸς ἐν φαύλῃ πολιτείᾳ πολίτης ἀγαθὸς οὐκ ἔστι, καταφρονῶν αὐτῆς καὶ μὴ κατ’ αὐτὴν πολιτευόμενος. εἰ δὲ τοῦτο, οὐκ ἀεὶ ὁ αὐτὸς καὶ εἷς ἀγαθός ἐστι καὶ πολίτης ἀγαθός, ἀλλά ποτε, ἐν τῇ καλῶς δηλονότι ἐχούσῃ πολιτείᾳ. διὰ τοῦτο καὶ αὐτὸς οὕτως εἶπεν·

“因为大体而言,合法事物的大多数都是由全体德性所吩咐的事物。” 他在陈述了合法事物的大多数是由全体德性所吩咐的事物之后(因为法律吩咐依每一种德性而生活;法律吩咐公民们践行勇敢的行为、节制之举与明智之举;同样也禁止施行与德性相反的恶劣品行。他说这些是为了指明:作为守法性的正义是在对他人关系中运用一切德性,正因如此它是圆满而全体的德性),既然他说了合法事物的大多数大体上是由全体德性所吩咐的事物,他接着便引出“而在合法事物中产生全体德性的,是凡就面向共同体的教育所立法的那些事物”,以此作为对“大体而言”的解释。因为在合法事物中存在某些事物(至于这些是哪些事物,他在《政治学》中讨论过),无论如何,在合法事物中存在某些并不规定应当如何生活、而是引入关乎公民如何能成为善良、优秀和有德之人的规程的事物。因为明智的立法者不仅就同享同一政制的人们应当依循以生活的事项立法——例如关于建筑工、织工,以及端而言之一切手艺人,而且也关于农夫、士兵、商人以及构成政制的许多其他阶层——不仅就这些立法,而且早在其前,就针对将要成为良好而守法的公民的教育,颁布那些能产生全体、共同与圆满德性的规定。并且,他按照针对共同体的指向对公民进行各门教育;因为凡对共同体和确立的政制有利的事物,立法者都认为将要成为良好公民的人理应接受这些教育。而这些造就良好公民的事物,也正是产生全体德性、以及此类即全体正义的事物。在他陈述了“在合法事物中产生全体德性的,是凡就面向公民的教育所立法的那些事物”之后,他接着说道:“然而关于个别的、人依之端为善人的教育,则须在后文加以规定”,而这一工作他将在《政治学》中完成。因为善人并不当下就同时是好公民。因为在良好且处于健全状态的政制中,善人同时也是好公民;但在恶劣且处于不良状态的政制中,善人既非好公民,在那些政制中的好公民亦非善人。因为良好且健全的政制,其公民也是好的;因为既然我们并不把那千方百计施行有助于政制保全之事的人称为端为善的人,而是称为好公民,那么显而易见,竭力施行有助于良好城邦的建构、长存与保全之事的人,既是端为善的人,也是好公民;然而热心于恶劣且全然卑劣的政制的建构的人,虽是好公民,却并非端为善的人。因为如果他是端为善的人,他就不会竭力去保全一个恶劣的政制;因为没有任何善人会喜爱卑劣之物并希望它们留存。是以端为善的人在卑劣的政制中并不是好公民,因为他蔑视该政制且不依它行使公民之权。若然如此,并非总是同一个人既是善人又是好公民,而只是在某些时候——显然是在健全的政制中——才是如此。正因如此,他本人才这样说道:

语法注2 条
  1. 1.11ἐπάγει ὡς ἐξηγητικὸν τοῦ σχεδὸν τὸ τὰ δὲ ποιητικὰ τῆς ὅλης ἀρετῆς ἐστι τῶν νομίμων ὅσα νενομοθέτηται περὶ παιδείαν τὴν πρὸς τὸ κοινόν

    带冠词的完整引句(τὸ τὰ δὲ ποιητικὰ ...)充当主要动词 ἐπάγει 的直接宾语(宾格),而 ὡς ἐξηγητικὸν τοῦ σχεδόν 则作为宾语补足语,表明其对 τοῦ σχεδόν 的解释性功能。由中性单数冠词 τό 将完整引句名词化是古代注疏的典型句法。

  2. 1.11οὐ γὰρ διασώζεσθαι ἔσπευδε μοχθηρὰν πολιτείαν, εἰ ἀγαθὸς ἁπλῶς ἦν

    表示非现实(与事实相反)的条件句结构:归结分句中使用未加 ἄν 的未完成过去时直陈式 ἔσπευδε(在表示努力、意向等动词中省略 ἄν 屡见不鲜),条件分句(εἰ ... ἦν)亦采用未完成过去时,表示与当前事实相反的假设。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:13.30-15.3