- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:12.28-13.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了为何没有单一名称能够涵盖贪得所关涉的对象(荣誉、财富、保全等),并通过全体与部分以及“不均等”与“过多”之间的比例关系,论证了全体的正义/不正义与部分的正义/不正义之间的区别。
εἰπὼν δὲ ἀλλ’ ἡ μὲν πλεονεξία περὶ τιμὴν καὶ χρήματα (σπουδάζει γὰρ ἀεὶ τὸ πλέον ἢ καὶ τὸ πᾶν ἔχειν ὁ πλεονέκτης) ἐπήγαγεν ἢ σωτηρίαν, λέγων σωτηρίαν ἁπλῶς πᾶν ὃ σωστικόν ἐστιν ἡμῶν καὶ εἰς τὸ ζῆν ἢ εὖ ζῆν συντελεῖ. ἐπεὶ δὲ περὶ ἃ ἡ πλεονεξία ἐστὶ πολλά εἰσι καὶ διάφορα κατ’ εἶδος, οὐκ εἰσὶ δὲ ἑνὶ ὀνόματι περιειλημμένα, ἐπήγαγεν ἢ εἴ τινι ἔχοιμεν ἑνὶ ὀνόματι περιλαβεῖν,1 δυνάμει λέγων ‘εἴπερ εἶχον ἑνὶ ὀνόματι πάντα δηλῶσαι, περὶ ἅ ἐστιν ἡ πλεονεξία, οὐκ ἂν ἔλεγον τιμήν, χρήματα, σωτηρίαν, ἀλλ’ εἶπον ἂν ὅτι ὁ μὲν πλεονέκτης ἐστὶ περὶ τόδε, ὁ δὲ καθόλου ἄδικος περὶ τόδε· ἐπεὶ δὲ οὐ κεῖται αὐτοῖς ὄνομά τι κοινόν, ἀνάγκη αὐτὰ λέγειν τοῖς οἰκείοις ὀνόμασιν. οὕτως οὖν δείξας ὅτι ἔστι τις ἐν μέρει ἀδικία ἑτέρα τῆς καθόλου, ἔχων δὲ ἀπὸ ταύτης τῆς ἀποδείξεως ὅτι ἔστι καὶ δικαιοσύνη τις ἑτέρα τῆς καθόλου (εἴρηται γὰρ ὅτι τῶν ἐναντίων ἂν θάτερον λέγηται πλεοναχῶς, καὶ τὸ λοιπὸν ὡς ἐπὶ τὸ πολὺ πλεοναχῶς λέγεται), συμπεραίνεται λέγων ὅτι μὲν οὖν εἰσι δικαιοσύναι πλείους, καὶ ἑτέρα τις παρὰ τὴν ὅλην, δῆλον· ἡ γὰρ κατὰ τὸ ἴσον δικαιοσύνη, ὡς εἴρηται, ἑτέρα τίς ἐστι τῆς ὡς νομιμότητος καὶ καθόλου δικαιοσύνης. ὅτι μὲν οὖν πλείους εἰσὶ δικαιοσύναι, δέδεικται· τίς δὲ τῷ γένει ἡ ὡς ἐν μέρει δικαιοσύνη καὶ ὁποία τις τὸ εἶδος, ληπτέον. ἔστι δὴ οὖν τῷ γένει τέως ἰσότης. ἐπεὶ γὰρ ἄδικον κεῖται τό τε παράνομον καὶ τὸ ἄνισον, δίκαιον δὲ τό τε νόμιμον καὶ ἴσον, κατὰ μὲν τὸ παράνομον ἡ προτέρα ἤτοι ἡ ὅλη ἀδικία ἐστί, κατὰ δὲ τὸ ἄνισον ἡ ὡς μέρος ἀδικία· ὁμοίως δὲ καὶ κατὰ μὲν τὸ νόμιμον ἡ ὅλη δικαιοσύνη, κατὰ δὲ τὸ ἴσον ἡ ὡς μέρος, περὶ ἧς εἰπεῖν πρόκειται. ἐπεὶ δὲ τὸ ἄνισον καὶ τὸ πλεῖον οὐ ταὐτόν, ἐξ ἀναλογίας τινὸς δείκνυσι τὴν διαφορὰν τῆς τε μερικῆς ἀδικίας καὶ τῆς ὅλης ἀδικίας, καὶ τῆς μερικῆς δικαιοσύνης καὶ τῆς ὅλης, δυνάμει λέγων, ὡς τὸ πλέον πρὸς τὸ ἄνισον, οὕτω ἡ μερικὴ δικαιοσύνη πρὸς τὴν ὅλην δικαιοσύνην. ἀμφότεραι γὰρ ἥ τε μερικὴ δικαιοσύνη καὶ τὸ πλέον ὡς μέρος ἐν ὅλοις εἰσίν, ἡ μὲν τῇ δικαιοσύνῃ, τὸ δὲ πλέον τῷ ἀνίσῳ. ὅτι δὲ τὸ πλέον μέρος ἐστὶ τοῦ ἀνίσου, δείκνυσι λέγων τὸ μὲν γὰρ πλέον ἄνισον, ὡς καὶ ὁ ἄνθρωπος ζῷον, οὐ μὴν τὸ ἄνισον πλέον, ὥσπερ οὐδὲ τὸ ζῷον ἄνθρωπος. ἔστι γὰρ ἄνισον καὶ τὸ ἔλαττον, καὶ κατηγορεῖται τὸ ἄνισον κατὰ ἀμφοτέρων, τοῦ τε πλείονος καὶ τοῦ ἐλάττονος. εἰπὼν δὲ ὅτι τὸ πλέον ἅπαν ἄνισόν ἐστιν, οὐ μὴν καὶ τὸ ἄνισον πᾶν πλέον (τὸ γὰρ ἔλαττον, ὡς εἴρηται, ἄνισον ὂν οὐκ ἔστι πλέον) ἐπήγαγε καὶ τὸ ἄδικον καὶ ἡ δικαιοσύνη οὐ ταὐτά,2 τουτέστι τὸ μερικὸν ἄδικον καὶ δίκαιον καὶ ἡ μερικὴ ἀδικία καὶ δικαιοσύνη οὐ ταὐτὰ ἐκείνοις, τοῖς ὅλοις δηλονότι, ἀλλ’ ἕτερα ἐκείνων ὃν τρόπον καὶ τὸ μέρος τοῦ ὅλου. σαφῆ δὲ τὰ ἑξῆς διὰ τὸ πολλάκις εἰρῆσθαι περὶ αὐτῶν.
他在说了“然而贪得关乎荣誉与财富”(因为贪得者总是竭力要拥有更多乃至全部)之后,接着补充道“或保全”;他所谓的保全,端指一切能保全我们、并有助于生存或良好生存的事物。然而,由于贪得所关涉的事物繁多且在种上各异,又未被单一的名称所包揽,于是他补充道“或者如果我们能用某一单一名称加以包揽”;这实际是在说:“如果我能用单一的名称指明贪得所关涉的一切事物,我就不会说荣誉、财富、保全,而是会说贪得者关乎某某,普遍的不正义者关乎某某;但由于并没有为它们设定某个共同的名称,就必须用各自特有的名称来称呼它们。”因此,在如此证明了存在某种不同于普遍不正义的部分性不正义,并从这一证明中得知也存在某种不同于普遍正义的正义之后(因为此前已说过,如果相反者中的一方以多种意义被述说,其余的一方通常也以多种意义被述说),他总结道:“由此显明,存在多种正义,且存在某种不同于全体正义的正义”;因为依平等而论的正义,正如所说的那样,是某种不同于作为守法性的普遍正义的事物。因此,存在多种正义这一点已被证明;然而作为部分的正义在属上是什么、在种上又是怎样的,则必须加以把握。暂时而言,它在属上就是平等。因为既然违法与不均等皆被设定为不正义之事,而守法与均等皆被设定为正义之事,那么依违法而论的便是前者即全体的不正义,而依不均等而论的则是作为部分的不正义;同样,依守法而论的是全体的正义,而依均等而论的则是作为部分的正义,这也正是提出来要讨论的课题。但是,由于不均等与过多并非同一回事,他便依据某种比例关系证明了部分性不正义与全体不正义的差异,以及部分性正义与全体正义的差异,其实际含义是:正如过多相对于不均等,部分性正义亦相对于全体正义。因为部分性正义与过多两者,皆作为部分存在于全体之中:前者存在于正义之中,而过多则存在于不均等之中。至于过多是不均等的一部分,他通过说“因为过多是不均等的”(正如人是动物一样),“然而不均等并非过多”(正如动物并不是人一样)来证明这一点。因为过少也是不均等的,而不均等是对过多与过少两者共同述说的。他在陈述了凡是过多的皆是不均等的、然而并非凡是不均等的皆是过多的之后(因为正如所言,过少虽是不均等的却并非过多),接着补充道“且不正义之事与正义并非同一”;也就是说,部分性的不正义之事与正义之事,以及部分性的不正义与正义,与那些——显然是指全体的那些——并非同一,而是像部分与全体相区别那样区别于它们。接下来的论述由于已经多次谈及,因而十分明了。
- 1.10ἢ εἴ τινι ἔχοιμεν ἑνὶ ὀνόματι περιλαβεῖν
此处引自亚里士多德原文(1130b2–3)。在句法上,条件从句 εἴ τινι ἔχοιμεν... 中的不定代词 τινι 修饰 ὀνόματι,构成缺乏显式先行词的省略结构(“或者如果我们能用某一单一名称加以包揽”)。米海尔紧接着在 δυνάμει λέγων 引导的句子中,运用与事实相反的条件句结构(εἴπερ εἶχον... οὐκ ἂν ἔλεγον... ἀλλ' εἶπον ἄν...)补充并展开了这种被省略的论辩逻辑。
- 1.10καὶ τὸ ἄδικον καὶ ἡ δικαιοσύνη οὐ ταὐτά
此处为注解者对亚里士多德文本(现代本 1130b12–13 通常作 καὶ τὸ ἄδικον καὶ ἡ ἀδικία οὐ ταὐτό)的引述。主语由中性名词 τὸ ἄδικον 与阴性名词 ἡ δικαιοσύνη 并列构成,谓语形容词则采用中性复数 οὐ ταὐτά。米海尔紧接着在 τουτέστι 引导的从句中,将两者对称性地扩充解释为“部分性的不正义之事与正义之事,以及部分性的不正义与正义”。
