- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:11.27-12.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
以弗所的米海尔注解了《尼各马可伦理学》卷五第二章(1130a28),阐明其他不义之行皆可归咎于特殊的恶,而贪得者则专门归于部分性不正义。接着,他解释了亚里士多德为何将普遍不正义与部分不正义称为“同名同义”,指出两者虽在朝向他人的属和共有逻各斯上一致,但在对象范围上相异,实为介于同名同义与同名异义之间的“朝向一者之物”(核心歧义/关涉一者)。
" Ἔτι περὶ μὲν τἆλλα πάντα ἀδικήματα γίνεται ἡ ἐπαναφορὰ ἐπί τινα μοχθηρίαν." Ὃ λέγει τοιοῦτόν ἐστιν· ἐὰν αἱ μοχθηρίαι καὶ αἱ κακίαι πᾶσαι πρὸς τῷ κοινῷ τῷ τῆς ἀδικίας ὀνόματι καὶ ἰδίῳ τινὶ εἴδει κακίας ὑπάγωνται, οἷον ἡ μοιχεία τῷ τῆς ἀκολασίας εἴδει καὶ ἡ τῶν ὅπλων ἀποβολὴ καὶ ῥῖψις τῷ τῆς δειλίας καὶ ἡ ὕβρις τῷ τῆς χαλεπότητος καὶ αἱ ἄλλαι ὁμοίως, καὶ λέγεται ὁ μοιχὸς καὶ ἀκόλαστος καὶ ἄδικος, εἰ οὖν πᾶσαι αἱ ἄλλαι οὕτως, ὁ δὲ πλεονέκτης μόνῳ τῷ τῆς ἀδικίας κοινῷ ὀνόματι λέγεται, δῆλον ὅτι1 ἔστι τις ἄλλη μερικὴ ἀδικία ἀνάλογον τῇ δειλίᾳ καὶ τῇ ἀκολασίᾳ, [ἐν] ᾗ ὁ πλεονέκτης ὑπάγεται. καὶ εἴη ἂν ἡ ἀναλογία τοιαύτη * * πρὸς τὴν ἀκολασίαν, ὡς ὁ πλεονέκτης πρὸς τὴν μερικὴν ἀδικίαν, καὶ ὡς ἡ ἀκολασία πρὸς τὴν ἀδικίαν, οὕτως ἡ μερικὴ ἀδικία πρὸς τὴν κοινὴν ἀδικίαν. δῆλον τοίνυν γέγονεν ἤδη ὡς ἔστι τις ἀδικία ἄλλη παρὰ τὴν ὅλην ἀδικίαν ἐν μέρει, συνώνυμος τῇ ὅλῃ ἀδικίᾳ. ἔθος δὲ Ἀριστοτέλει συνώνυμα λέγειν καὶ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγόμενα, ἃ ὡς ἐν τῷ τρίτῳ τῶν Μετὰ τὰ Φυσικὰ * * μεταξύ ἐστι τῶν τε συνωνύμων καὶ τῶν κυρίως ὁμωνύμων. ὅτι ὁ ὁρισμὸς ἐν τῷ αὐτῷ γένει· ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον.2 ἀπ’ ἀρχῆς τοῦ παρόντος βιβλίου μέχρι καὶ τοῦδε τὴν ἐν μέρει κακίαν συνώνυμον λέγων τῇ ὅλῃ κακίᾳ ἤτοι τὴν ἐν μέρει ἀδικίαν τῇ ὅλῃ ἀδικίᾳ (εἰσὶ δὲ τῇ ἀληθείᾳ οὐ συνώνυμοι, ἀλλὰ μέσαι τῶν συνωνύμων καὶ ὁμωνύμων), δι’ ὧν παρατίθεται ἐμφαίνει ὡς οὐχ ἁπλῶς συνωνύμους τὰς ἀδικίας ἐκάλει, ἀλλὰ πῇ, οἷά ἐστι τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἃ τρόπον μέν τινα συνώνυμά ἐστιν, ὡς ἐν τοῖς Μετὰ τὰ Φυσικὰ δέδεικται, τρόπον δέ τινα ὁμώνυμα. καθ’ ὅσον μὲν γὰρ ὁ ὁρισμὸς αὐτῶν, ὡς αὐτός φησιν, ἐν τῷ αὐτῷ γένει ἐστί, κατὰ τοῦτο συνώνυμόν ἐστι· πῶς δὲ ἐν τῷ αὐτῷ γένει καὶ ἐν τίνι γένει, ἐδήλωσεν εἰπὼν ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον, ἥ τε κοινὴ ἀδικία καὶ ἡ κατὰ τὴν πλεονεξίαν, ἣν ἐπὶ μέρους λέγομεν· ἀμφότεραι γὰρ αἱ ἀδικίαι ἐν τῷ πρὸς ἑτέρους ἁμαρτάνειν τὸ εἶναι ἔχουσι. κατὰ μὲν δὴ τοῦτο συνώνυμοί εἰσι. καθ’ ὅσον δὲ ἡ μὲν ἐν μέρει ἀδικία ἡ κατὰ πλεονεξίαν περὶ τιμήν ἐστι καὶ χρήματα (λέγοι δ’ ἂν τιμὴν καὶ χρήματα τὰ τυχηρὰ τῶν ἀγαθῶν, ἐν οἷς δι’ ἡδονὴν τὴν ἀπὸ τοῦ κέρδους ἡ πλεονεξία) ἡ δὲ καθόλου ἀδικία περὶ πάντα περὶ ὅσα ὁ νόμιμος καὶ σπουδαῖος, κατὰ δὴ τοῦτο πάλιν ὁμώνυμοί εἰσιν αἱ ἀδικίαι. δύνανται δὲ καὶ συνώνυμοι λέγεσθαι μὴ κατὰ τὸ ἐν τῷ αὐτῷ εἶναι γένει, ἀλλὰ καθ’ ὅσον ἀμφοτέρων ὁ αὐτός πώς ἐστι λόγος καὶ κοινός. ἀμφότεραι γὰρ ἕξεις εἰσὶ πρακτικαί, διαφέρει δὲ ὅτι ἡ μὲν πλεονεξία τῶν αἰσχρῶν ἐστι πρακτική, ἡ δὲ περὶ ὅσα ἐστὶν ὁ σπουδαῖος.
“此外,对于所有其他不正义的行为,都可以归咎于某种恶劣。” 他所说的是这样的:如果所有的恶劣与恶行,除了不正义这共同的名称之外,也都从属于某种特殊的恶的种——例如通奸从属于放荡的种,丢弃与抛掷武器从属于怯懦的种,傲慢从属于粗暴脾气的种,其余各项亦同样如此——并且通奸者既被称为放荡者又被称为不正义者;因此,如果所有其他恶行皆是如此,而贪得者却仅仅用不正义这一共同名称来称呼,显而易见,便存在某种与怯懦和放荡成比例的另一种部分性不正义,贪得者归从于其下。这一比例关系将是这样的:[正如通奸者]相对于放荡,贪得者亦相对于部分性不正义;正如放荡相对于不正义,部分性不正义亦相对于共同的不正义。由此已经显明,除了作为全体的不正义之外,还存在某种部分性的不正义,它与全体的不正义是同名同义的。然而,亚里士多德习惯于将那些源自一者且朝向一者而言的事物也称作同名同义,正如在《形而上学》第三卷中所[表明]的,这类事物介于同名同义之物与严格意义上的同名异义之物之间。“因为定义在同一个属中;因为两者都在与他人的关系中。”从本书的开端直至此处,他在将部分的恶称作与全体的恶同名同义、即部分的不正义与全体的不正义同名同义时(但事实上它们并非同名同义,而是介于同名同义与同名异义之间),通过他所引证的论述表明,他并非无条件地称诸不正义为同名同义,而是在某种程度上如此称呼,就像那些源自一者且朝向一者而言的事物一样;正如在《形而上学》中所证明的,这类事物在某种方式上是同名同义的,在另一种方式上则是同名异义的。因为正如他本人所言,就它们的定义属于同一个属而言,在这一点上它是同名同义的;至于如何属于同一个属以及属于哪一个属,他通过说“因为两者都在与他人的关系中”表明了这一点——即共同的不正义与依贪得而论的不正义(我们称之为部分性的不正义);因为这两种不正义的存在都在于对他人犯下过错。就此而言,它们固然是同名同义的。然而,就依贪得而论的部分性不正义是关乎荣誉与财富而言(他所谓的荣誉与财富当指机遇性的善事物,在其中出于由获利而来的快乐而产生贪得),而普遍的不正义则是关乎守法者与优秀者所关乎的一切事物而言,正是在这一点上,诸不正义反过来又是同名异义的。它们也可以不按照在同一个属中、而是就两者的说明(逻各斯)在某种意义上相同且相通而言被称为同名同义。因为两者都是实践性的品质(状态),但区别在于贪得是实践可耻之事,而[全体的不正义]则关乎优秀者所关乎的全部事物。
- 1.10ἐὰν αἱ μοχθηρίαι καὶ αἱ κακίαι πᾶσαι πρὸς τῷ κοινῷ τῷ τῆς ἀδικίας ὀνόματι καὶ ἰδίῳ τινὶ εἴδει κακίας ὑπάγωνται ... εἰ οὖν πᾶσαι αἱ ἄλλαι οὕτως, ὁ δὲ πλεονέκτης μόνῳ τῷ τῆς ἀδικίας κοινῷ ὀνόματι λέγεται, δῆλον ὅτι
这是一个带有复取性质的条件结构(resumptive protasis):在以 ἐὰν... ὑπάγωνται 开始的长条件从句之后,通过 εἰ οὖν πᾶσαι αἱ ἄλλαι οὕτως 再次承接并收束假定,随后导出主句 δῆλον ὅτι ἔστι τις ἄλλη μερικὴ ἀδικία。
- 1.10ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον
引用亚里士多德原文(1130a32–b2)。谓语中省略了动词(如 ἔχουσι τὸ εἶναι 或 ἔχουσι τὴν δύναμιν),介词短语 ἐν τῷ πρὸς ἕτερον(在与他人的关系中)起表语作用。注解者紧接着补充说明道:ἀμφότεραι γὰρ αἱ ἀδικίαι ἐν τῷ πρὸς ἑτέρους ἁμαρτάνειν τὸ εἶναι ἔχουσι。
