- 底本
- Michael, In librum de animalium incessu commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 135-170. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:165.7-166.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释四足动物对角线运动的定义与必然原因,说明其他运动方式会导致失去支撑基准,并解释多足动物与螃蟹同样是依对角线运动的。
" Κινεῖται δὲ τὰ ὀπίσθια πρὸς τὰ ἔμπροσθεν κατὰ διάμετρον." Τὴν αἰτίαν διὰ τούτων ἐρεῖν προτίθεται τοῦ διὰ τί κινοῦνται τὰ τετράποδα κατὰ διάμετρον. πρότερον δὲ λέγει τί ἐστι τὸ κατὰ διάμετρον κινεῖσθαι, καὶ οὕτω τὸ διὰ τί οὕτω κινοῦνται. μετὰ γὰρ τὸ κινῆσαι τὸ δεξιὸν τῶν ἔμπροσθεν κινοῦσι τὸ ἀριστερὸν τῶν ὄπισθεν, εἶτα τὸ ἀριστερὸν τῶν ἔμπροσθεν καὶ οὕτω τὸ δεξιὸν τῶν ὄπισθεν. τοῦτο οὖν ἐστι τὸ κατὰ διάμετρον. αἴτιον δὲ τοῦ κατὰ διάμετρον κινεῖσθαι ὅτι εἰ μὲν τὰ ἔμπροσθεν ἅμα καὶ πρῶτα ἐκίνουν, διέσπαστο ἂν ἡ κίνησις καὶ οὐκ ἦν συνεχής, ἢ καὶ προπετὴς ἂν ἐγίνετο ἡ βάδισις οἱονεὶ ἐφελκομένοις τοῖς ὄπισθεν.1 ἔτι δὲ οὐδὲ πορεία ἐστὶ τὸ τὰ ἔμπροσθεν ἅμα καὶ πρῶτα κινεῖν, ἀλλὰ ἅλσις, χαλεπὸν δὲ τὸ συνεχῶς καὶ ἐπὶ πολὺ ποιεῖσθαι τὴν κίνησιν ἁλλόμενα· ταχὺ γὰρ ἀπαγορεύουσιν ὅσοι τὸν τρόπον τοῦτον ποιοῦνται τὴν κίνησιν. πομπεύοντας δὲ ἵππους λέγει ὧν τοὺς χαλινοὺς κατέχοντες οἱ ἐπιβάται καὶ μαστίζοντες αὐτοὺς οὐκ ἐῶσι πορεύεσθαι, ἀλλὰ μᾶλλον ἅλλεσθαι παρασκευάζουσι καὶ πρὸς τούτῳ λοξῶς καὶ παρεγκεκλιμένως πορεύεσθαι. τὰ μὲν οὖν πρόσθεν σκέλη διὰ τοῦτο οὐ δύναται ἅμα κινεῖν· ἂν δὲ τὸ πρόσθεν δεξιὸν ὁμοίως καὶ τὸ ὄπισθεν δεξιὸν ἅμα κινοῖεν, ἔξω ἂν ἐγίνοντο τῶν ἐρεισμάτων·2 τὸ μὲν γὰρ ἔρεισμα ὑπὸ δεξιοῦ ἅμα γίνεται καὶ ἀριστεροῦ. ὅταν γὰρ προωθήσῃ τὸ ἔμπροσθεν δεξιὸν καὶ τὸ ὄπισθεν ἀριστερὸν ὁ ἵππος, τὰ μένοντα καὶ φέροντα τὸ βάρος εἰσὶ τὸ πρόσθεν ἀριστερὸν καὶ τὸ ὄπισθεν δεξιόν· εἰ δ’ ἄμφω τὰ ἀριστερὰ ἢ ἄμφω τὰ δεξιὰ ἅμα κινήσει, λείπεται μένειν ἢ ἄμφω τὰ δεξιὰ ἢ ἄμφω τὰ ἀριστερά. ἀλλὰ ἀδύνατον· τὸ γὰρ ἔρεισμα ὑπὸ δεξιοῦ ἅμα καὶ ἀριστεροῦ γίνεται ἐν τοῖς τετράποσιν, ὡς εἴρηται. εἰ δὲ κατὰ μηδέτερον ἐνδέχεται τῶν εἰρημένων τρόπων τὴν συνεχῆ βάδισιν γίνεσθαι, ἀνάγκη κινεῖσθαι κατὰ διάμετρον· οὕτω γὰρ κινούμενα οὐδέτερον τούτων πάθοιεν ἄν, τουτέστιν οὔτε ἔξω τῶν ἐρεισμάτων γίνεσθαι οὔτε πίπτειν. καὶ διὰ τοῦτο, τουτέστι διὰ τὸ τὰ ἐρείσματα ἐν τῷ βαδίζειν ὑπὸ δεξιοῦ ἅμα καὶ ἀριστεροῦ γίνεσθαι, οἱ ἵπποι καὶ ὅσα τοιαῦτα ἐν τῷ βαδίζειν ἵστανται καὶ τὸ σῶμα φέρουσι προβεβηκότα κατὰ διάμετρον, καὶ οὐ τοῖς δεξιοῖς ἢ τοῖς ἀριστεροῖς ἀμφοτέροις ἅμα. λέγει δὲ καὶ τὰ πολύποδα κατὰ διάμετρον κινεῖσθαι. ἔστω γὰρ λόγου ἕνεκεν ἔχον τὸ πολύπουν πόδας εἴκοσι τέσσαρας· εἰ δὴ ἐάσεις τοὺς εἴκοσι, ὁρῴης δὲ τοὺς τέσσαρας, ὄψει τούτους κατὰ διάμετρον κινουμένους. πάλιν εἰ τούτους μὴ βλέποις, ἀλλ’ ἄλλους τέσσαρας τοὺς ἐφεξῆς τοῖς εἰρημένοις τέτρασιν ὄντας, ὄψει κἀκείνους ὁμοίως κατὰ διάμετρον κινουμένους· τὸ αὐτὸ δὲ ἴδοις ἂν καὶ ἐπὶ τῶν λοιπῶν γινόμενον. ἀλλὰ καὶ οἱ καρκίνοι εἰ καὶ εἰς τὸ πλάγιον κινοῦνται καὶ μὴ εἰς τὸ ἔμπροσθεν, ὅμως καὶ οὗτοι κατὰ διάμετρον κινοῦνται· ἐπεὶ δὲ ὅπου τὰ ὄμματα, ἐκεῖ καὶ τὸ πρόσθεν, ὅπου δὲ τὸ πρόσθεν ἐκεῖ καὶ ἡ κίνησις, οἱ δὲ καρκίνοι εἰς τὸ πλάγιον κινοῦνται, πεποίηκεν ἡ φύσις τὰ τῶν καρκίνων ὄμματα στρέφεσθαί τε καὶ ἀκολουθεῖν τοῖς κώλοις· κινοῦνται γὰρ οἱ ὀφθαλμοὶ τούτων εἰς τὸ πλάγιον, πρὸς ὃ καὶ τὰ κῶλα, ὥστε καὶ οὗτοι τρόπον τινὰ εἰς τὸ πρόσθεν κινοῦνται, ὅπου τὰ ὄμματα αὐτῶν.
“后部相对于前部按对角线运动。” 他打算通过这些话说明四足动物为何按对角线运动的原因。但在此之前,他先说明何为按对角线运动,由此再说明为何它们如此运动。因为在移动前肢的右侧之后,它们移动后肢的左侧,接着是前肢的左侧,然后是后肢的右侧。因此,这就是按对角线[运动]。而按对角线运动的原因在于:如果它们同时且最先移动前肢,运动就会被扯断而不再连续,或者步伐甚至会向前倾跌,后肢仿佛被拖拽着一般。再者,同时且最先移动前肢甚至不是步行,而是跳跃,而以跳跃方式持续且长久地进行运动是困难的;因为凡以这种方式进行运动的,都会很快精疲力竭。他所说的“仪仗马”,是指那些骑手紧勒其缰绳并抽打它们,不准它们步行,反而使它们跳跃,并且此外还斜向歪偏着行走的马。因此,由于这个原因,它们不能同时移动前肢;但如果它们同样同时移动前右肢和后右肢,就会落到支撑点之外;因为支撑点是由右侧和左侧共同构成的。事实上,当马向前迈出前右肢和后左肢时,留下来并承载重量的是前左肢和后右肢;但如果它同时移动两只左肢或两只右肢,就只剩下两只右肢或两只左肢留下来。但这不可能;因为正如所说,在四足动物中支撑点是由右侧和左侧共同构成的。如果依所述两种方式中的任何一种都不可能产生连续的步行,那么必然按对角线运动;因为如此运动,它们就不会遭遇这两者中的任何一种,即既不会落到支撑点之外,也不会跌倒。也正因此,即由于步行中的支撑点是由右侧和左侧共同构成的,马以及诸如此类的动物在步行中都是在按对角线迈步后站立并承载身体的,而不是同时以两只右肢或两只左肢[迈步]。他又说多足动物也是按对角线运动的。假定为了论证起见,该多足动物有二十四只足:如果你舍去其中的二十只而观察四只,你就会看到这四只是按对角线运动的。再次,如果你不看这四只,而是看紧接着所述四只的另外四只,你也会看到它们同样按对角线运动;在其余各足上你也会看到同样的情形发生。不仅如此,螃蟹即使是向侧面运动而不是向前运动,它们终究也是按对角线运动的;而既然眼睛所在之处即是前部,而前部所在之处即是运动,但螃蟹向侧面运动,所以自然使螃蟹的眼睛能够转动并跟随着肢体;因为它们的眼睛向着侧面运动,肢体亦朝向该处,以至于它们在某种意义上也是朝向前方运动,即朝向它们眼睛所在之处。
- 1.18οἱονεὶ ἐφελκομένοις τοῖς ὄπισθεν
此处取作带有 οἱονεὶ(仿佛)的与格独立结构(dativus absolutus)。它在句中作副词性修饰,描绘前肢先行而“后肢仿佛被拖拽着”的情状。虽然也可尝试将其视作依存于谓语的关涉与格,但将名词与分词组合视为描述伴随情况的独立分词结构更为自然。
- 1.18ἂν δὲ τὸ πρόσθεν δεξιὸν ὁμοίως καὶ τὸ ὄπισθεν δεξιὸν ἅμα κινοῖεν, ἔξω ἂν ἐγίνοντο τῶν ἐρεισμάτων
这是一个混合条件句,条件从句中使用希求法(ἂν ... κινοῖεν),主句(结论从句)则使用 ἄν 搭配未完成过去时直陈式(ἔξω ἂν ἐγίνοντο)。条件从句中的连词 ἄν(=ἐάν)依后古典期希腊语用法搭配希求法,而结论从句采用与事实相反的虚拟语气形式,突出了“若如此运动则必然会脱离支撑基准”的后果。
