- 底本
- Michael, In librum de animalium incessu commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 135-170. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:163.13-165.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了亚里士多德《动物行进》711b29–712a1,阐述了四足动物后肢朝凹处弯曲的必然性与合目的性(哺乳与庇护幼崽),继而结合图示分析了关节屈折的四种逻辑方式(Α、Β、Γ、Δ),说明自然动物采用模式Γ的缘由以及模式Δ在特定部位(如肩胛与大腿)的表现。
" Ἔτι τοῖς γε θηλάζουσιν ἀπὸ τῶν τετραπόδων." Ἀντὶ τοῦ ἀναγκαῖον καὶ βέλτιον ἢ τὸ βέλτιον ἐπήνεγκεν,1 ὡς εἰ ἔλεγεν ‘ἀναγκαῖον, εἰ δέ τις ἀναγκαῖον λέγειν οὐ βούλεται, ἀλλά γε βέλτιον λέγειν οὐκ ἀποκνητέον. ἀναγκαῖον οὖν ἢ βέλτιον τοῖς θηλάζουσιν οὕτω κάμπτειν τοὺς ὄπισθεν πρὸς τὴν τοιαύτην λειτουργίαν, ἤτοι πρὸς τὸ διδόναι τοὺς μαστοὺς τοῖς θηλάζουσιν. ἐπεὶ γὰρ ὑπὸ τὴν κοιλίαν αὐτῶν εἰσερχόμενα τὰ ἔκγονα θηλάζει, ὁμοίως δὲ καὶ ὅταν τι φοβηθῶσιν, εἴπερ εἶχον ὑπὸ τὴν γαστέρα κεκαμμένα τὰ ὄπισθεν σκέλη, οὐκ ἂν ῥᾳδίως εἶχον ὑφ’ ἑαυτὰ τὰ τέκνα καὶ ἔσκεπον.
“此外,对于四足动物中哺乳者而言。” 他加上了“而且更好”或“更好之事”,以代替[单说]“必然”,宛如他在说:“这是必然的;但如果有人不愿说是必然的,那至少也不应畏缩于说是更好的。”因此,对于哺乳动物而言,为了这种功用,即为了把乳头给予吸乳的幼崽,以后腿如此弯曲是必然的或更好的。因为既然幼崽是通过钻入母体腹下吸乳,并且在受到惊吓时亦是如此,如果它们后肢弯屈在腹下,就无法轻易地将幼崽保护在自身下方并加以遮蔽。
"Ὄντων δὲ τεττάρων τρόπων κατὰ τοὺς συνδέσμους." Συνδέσμους λέγει τὰ γόνατα καὶ ὅλως πᾶσαν ἁρμογήν, καθ’ ἣν δυνατὸν γενέσθαι καμπήν. ἐκτίθεται δὲ τέτταρας τρόπους, καθ’ οὓς ἄν τις ὑπενόησε δυνατὸν εἶναι γενέσθαι κάμψιν. καὶ τοὺς μὲν τρεῖς ἀποδοκιμάζει, διὰ τὸ μὴ ἐνδέχεσθαι κατ’ οὐδένα τούτων κάμψιν γενέσθαι, τὸν δὲ ἕνα προσίεται. λέγει οὖν ὅτι ἀνάγκη γὰρ ἢ ἐπὶ τὸ κοῖλον κάμπτειν καὶ τοὺς πρόσθεν καὶ τοὺς ὄπισθεν, τουτέστιν ἀνάγκη γὰρ ὥσπερ κάμπτουσιν οἱ ὄπισθεν, οὕτως κάμπτειν καὶ τοὺς ἔμπροσθεν, καὶ καλεῖ τοῦτον τὸν τρόπον Α, ἢ ἐπὶ τὸ ἐναντίον ἐπὶ τὸ κυρτόν, τουτέστιν ὥσπερ κάμπτουσιν οἱ ἔμπροσθεν, οὕτω κάμπτειν καὶ τοὺς ὄπισθεν, καὶ καλεῖ τοῦτον τὸν τρόπον Β, ἢ ἀντεστραμμένως μὴ ἐπὶ τὰ αὐτά, ἀλλὰ τοὺς μὲν πρόσθεν ἐπὶ τὸ κυρτόν, τοὺς δ’ ὄπισθεν ἐπὶ τὸ κοῖλον. οὗτος δ’ ἐστὶν ὁ τρόπος καθ’ ὃν κινεῖται κατὰ φύσιν τὰ τετράποδα· κάμπτουσι Α πρόσθιοι πόδες ὀπίσθιοι Γ πρόσθιοι ὀπίσθιοι Β πρόσθιοι ὀπίσθιοι Δ πρόσθιοι ὀπίσθιοι γὰρ τὰ μὲν πρόσθεν ἐπὶ τὸ κυρτόν, τὰ δ’ ὄπισθεν ἐπὶ τὸ κοῖλον. ὀνομάζει δὲ τὸν τρόπον τοῦτον Γ. ἢ τοὐναντίον τούτοις τὰ μὲν κυρτὰ πρὸς ἄλληλα, τὰ δὲ κοῖλα, ἐφ’ οἷς Δ. ἤ, φησί, λείπεται κάμπτειν τὰ μὲν πρόσθεν ἐπὶ τὸ κοῖλον, τὰ δ’ ὄπισθεν σκέλη ἐπὶ τὸ κυρτόν· οὕτω γὰρ τὰ κυρτὰ ἕξουσι πρὸς ἄλληλα, καὶ ἐπὶ τὰ αὐτὰ μέρη νεύοντα· ὑπὸ τὴν γαστέρα γάρ. εἰ γὰρ εἶχον καὶ τὰ πρόσθεν γόνατα ὑπὸ τὴν κοιλίαν καὶ τὰ ὄπισθεν ὁμοίως, ἀνάγκη ἦν ἔχειν καὶ τὰ κυρτὰ πρὸς ἄλληλα. θεωρείσθω δὲ ταῦτα ἐκ τῆς ὑπογραφῆς· ὁρᾷς ὅπως τὰ Δ πρὸς ἄλληλα ἔχουσι τὰ κυρτὰ καὶ οἱονεὶ βλέποντα ἄλληλα. θεὶς οὖν τοὺς τέσσαρας τρόπους λέγει ὅτι οὐδὲν οὔθ’ ὡς τὰ Α οὔθ’ ὡς τὰ Β κάμπτει, ὡς δὲ τὰ Γ πάντα τὰ τετράποδα, ὡς δὲ τὰ Δ τῶν μὲν τετραπόδων οὐδὲν πλὴν ἐλέφαντος, καὶ οὗτος διὰ τὸ μὴ ἔχειν γόνατα, ἀλλ’ ἐν ταῖς ὠμοπλάταις καὶ τοῖς ἀναλογοῦσιν ὄπισθεν ποιεῖσθαι τὰς καμπάς. οὐ μόνον δὲ οὗτος ἐν τοῖς τοιούτοις μέρεσιν οὕτω κάμπτει ὡς τὰ Δ, ἀλλὰ καὶ πάντα τὰ τετράποδα· ἐν μὲν γὰρ τοῖς γόνασι κάμπτουσιν ὡς ἔχει τὰ Γ, ἐν δὲ ταῖς ὠμοπλάταις καὶ τοῖς μηροῖς ὡς τὰ Δ. σαφῆ δὲ ἐξ ὧν πολλάκις ἐνταῦθα εἴπομεν ἅ φησι περὶ τῆς ἐναντιότητος τῆς τῶν βραχιόνων κάμψεως καὶ τῶν σκελῶν. λέγει δὲ τὸν καρπὸν κινεῖσθαι ἐπὶ τὸ κυρτόν, δέον εἰπεῖν ὅτι2 ὁ καρπὸς καὶ ἐπὶ τὸ κοῖλον κάμπτει καὶ ἐπὶ τὸ κυρτόν· ἀμφοτέρως γὰρ κάμπτεται.
“按照关节有四种方式。” 他所说的“关节”是指膝盖以及通常所有可能产生屈折的关节点。他列举了四种人们可能设想屈折得以产生的方式。他排除了其中三种,因为依其中任何一种都绝不可能产生屈折,而接受了其中一种。因此他说,必然要么前肢和后肢都朝向凹处弯曲(也就是说,前肢必然如后肢弯曲那样弯曲,他称这种方式为Α),要么朝向相反的凸处(也就是说,后肢必然如前肢弯曲那样弯曲,他称这种方式为Β),要么相反地不朝向相同方向,而是前肢朝向凸处,后肢朝向凹处。而这就是四足动物依自然运动的方式: Α 前足后[足]Γ 前[足]后[足]Β 前[足]后[足]Δ 前[足]后[足]因为它们将前肢朝向凸处弯曲,而将后肢朝向凹处弯曲。他将这种方式命名为Γ。“或者与这些相反,凸处彼此相对,而凹处[朝外],以Δ表示之。”或者,他说,剩下的一种是前肢朝向凹处弯曲,而后肢朝向凸处弯曲;因为这样一来,它们的凸处就会彼此相对,并且偏向相同部位,因为是朝向腹下。因为如果它们的前膝处于腹下,后膝也同样如此,凸处也就必然彼此相对。这些情况可从图示中观察到:你可见在Δ中凸处是如何彼此相对,宛如互相对视。在确立了四种方式之后,他说没有任何动物按Α或按Β弯曲,而所有四足动物都按Γ弯曲,四足动物中除了大象以外没有任何动物按Δ弯曲;而大象也是由于没有膝盖,而是在肩胛骨及其后方的对应部位进行屈折。然而,在这些部位如此按Δ弯曲的不仅是大象,所有四足动物皆是如此;因为在膝盖上它们如Γ所示弯曲,但在肩胛骨和大腿上则如Δ弯曲。至于他所说的关于手臂屈折与腿部屈折的相反性,从我们在此多次谈到的内容来看是显而易见的。他又说腕部朝向凸处运动,但他本应当说腕部既朝向凹处弯曲又朝向凸处弯曲;因为它是以两种方式弯曲的。
- 1.16Ἀντὶ τοῦ ἀναγκαῖον καὶ βέλτιον ἢ τὸ βέλτιον ἐπήνεγκεν
介词短语 ἀντὶ τοῦ 在此支配形容词 ἀναγκαῖον(或作为引文的词项),意为“以代替[单说]‘必然’”。主语是亚里士多德,主动词是 ἐπήνεγκεν,καὶ βέλτιον ἢ τὸ βέλτιον 作为其直接宾语(作为引用性表达被实质化)。
- 1.17δέον εἰπεῖν ὅτι
使用了非人称动词 δεῖ 的中性单数宾格现在分词的宾格绝对结构(accusative absolute),带有对比与批评意味,表示“然而他本应当说……[却未如此说]”。
