← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§166.18-167.21

鸟类腿部后弯的原因与翅膀的作用

米海尔依据亚里士多德《论动物的前行》712b22,解释了鸟类为何如同四足动物的后肢一样向后(向凹面)弯曲腿部的原因,并从翅膀相当于前肢、鸟的身体重心与股部的生长朝向以及与介质的相互作用等方面进行了论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19#1

" Οἱ δὲ ὄρνιθες τὰ σκέλη καθάπερ τὰ τετράποδα κάμπτουσιν." Ἐνταῦθα τὴν αἰτίαν ἀποδίδωσι, δι’ ἣν οἱ ὄρνιθες τὰ σκέλη κάμπτουσιν ὥσπερ τὰ τετράποδα τοὺς ὄπισθεν· ἐπὶ γὰρ τὴν κοίλην, ὡς πολλάκις εἴρηται, περιφέρειαν καὶ οἱ ὄρνιθες τοὺς οἰκείους πόδας καὶ τὰ τετράποδα τοὺς ὄπισθεν κάμπτουσι. λέγει δὴ ὅτι διὰ τὰς αὐτὰς αἰτίας, δι’ ἃς εἴπομεν τὰ τετράποδα τοὺς ὄπισθεν ἐπὶ τὴν κοίλην κάμπτειν περιφέρειαν, διὰ τὰς αὐτὰς καὶ οἱ ὄρνιθες οὕτω κάμπτουσι. τρόπον γάρ τινα ἡ τῶν ὀρνίθων φύσις παραπλησίως ἔχει τοῖς τετράποσι. καὶ τὴν αἰτίαν τοῦ παραπλησίως ἔχειν ἐπήγαγεν εἰπὼν τοῖς γὰρ ὄρνισιν αἱ πτέρυγες ἀντὶ προσθίων σκελῶν εἰσι, καὶ διὰ τοῦτο κάμπτουσι τὰς πτέρυγας ὡς ἐκεῖνα τὰ πρόσθια σκέλη. ὅτι δὲ αἱ πτέρυγες αὐτοῖς ἀντὶ προσθίων σκελῶν εἰσι, δῆλον· ὡς γὰρ τοῖς τετράποσιν ἀπό τινος τῶν προσθίων σκελῶν ἐστιν ἡ τῆς κινήσεως ἀρχή, οὕτω καὶ τοῖς ὄρνισιν ἡ κατὰ φύσιν ἀρχὴ τῆς μεταβολῆς ἀπὸ τῶν πτερύγων ἐστίν· πτῆσις γάρ ἐστιν ἡ κατὰ φύσιν αὐτοῖς μεταβολή. σημεῖον δὲ ὅτι ἡ κατὰ φύσιν τούτων μεταβολὴ ἀπὸ τῶν πτερύγων ἐστίν· εἰ γὰρ ἀφέλῃ τις, ὡς εἴρηται καὶ πρότερον, ἀπὸ τῶν ὠμοπλατῶν τὰς πτέρυγας, οὔτε προϊέναι οὔθ’ ἑστάναι δύναιτ’ ἂν οὐθεὶς ὄρνις, ὥσπερ οὐδ’ ἂν τοὺς προσθίους ἀφέλῃ τις τῶν τετραπόδων πόδας. ἔτι δίποδος ὄντος τοῦ ὄρνιθος καὶ οὐκ ὀρθοῦ, ἔχοντός τε τὰ πρόσθια μέρη κουφότερα, καὶ διὰ τοῦτο διῃρμένα, ἀναγκαῖον ἢ εἰ μὴ ἀναγκαῖον, ἀλλ’ οὖν βέλτιόν ἐστι τὸν μηρὸν ἔχειν οὕτως ὑποκείμενον.1 εἰπὼν δὲ ὅτι οὕτως ὑποκείμενον, σαφηνίζων τὸ οὕτως ἐπήγαγεν λέγω δὲ εἰς τὸ ὄπισθεν πεφυκότα. ὥστε ἡ τοῦ λόγου συνέχεια τοιαύτη τις ἂν εἴη· βέλτιον τὸν μηρὸν ἔχειν πεφυκότα, τουτέστι προσπεφυκότα καὶ ἐρριζωμένον πρὸς τὸ ὄπισθεν, ὃ ταὐτόν ἐστι τῷ μᾶλλον ἐγγίζειν τοῖς ὄπισθεν ἢ τοῖς ἔμπροσθεν. εἰ δὲ τοῖς ὄπισθεν βέλτιον αὐτὸν ἔχειν πλησιάζοντα, ἀναγκαῖον καὶ τὴν κάμψιν ποιεῖσθαι ὡς τὰ τετράποδα ἐπὶ τῶν ὄπισθεν. ὅτι δὲ βέλτιον καὶ τοὺς μὲν ὄρνιθας τὰς πτέρυγας ἐκ πλαγίου ἔχειν προσπεφυκυίας καὶ τὰ ὁλόπτερα, ὁμοίως δὲ καὶ τὰ ἐν τῷ ὑγρῷ νευστικά, οὐ χαλεπὸν ἰδεῖν· οὕτω γὰρ ἂν τάχιστα καὶ ἰσχυρότατα ποιοῖτο τὴν κίνησιν, συστέλλοντα καὶ διαστέλλοντα τὰ μὲν τὸν ἀέρα τὰ δὲ τὸ ὑγρόν· ἐπακολουθοίη γὰρ ταῖς πτέρυξι καὶ τοῖς λοιποῖς κινητικοῖς σημείοις τὰ λοιπὰ τοῦ σώματος μέρη εἰς τὸ ἔμπροσθεν κινούμενα καὶ εἰς τὸ ὄπισθεν. τὸ δὲ ὄπισθεν πρόσκειται διὰ τὸ τῆς διαιρέσεως πλῆρες,2 ἐπεὶ οὐδὲν ὄπισθεν κατὰ φύσιν κινεῖται. ὅτι δὲ ἐν οἷς φέρονται, οἷον τῷ ὕδατι καὶ ἀέρι, ὑπείκοντά ἐστι καὶ οὐκ ἀντίτυπα, οὐδεὶς ἀγνοεῖ.

“鸟类弯曲其腿正如四足动物一样。” 在此他说明了为何鸟类弯曲其腿正如四足动物弯曲其后肢的原因;因为正如多次说过的,鸟类弯曲其特有的足,四足动物弯曲其后肢,都是朝向凹面周线。因此他说,由于我们所说的四足动物朝向凹面周线弯曲后肢的那些相同原因,鸟类也正是由于这些相同原因而如此弯曲。因为在某种方式上,鸟类的本性与四足动物相似。并且他补充了这种相似的原因,说:“因为对于鸟类而言,翅膀代替了前肢,由于这个原因,它们弯曲翅膀正如那些动物弯曲前肢一样。”而翅膀对于它们来说代替了前肢,这是显而易见的;因为正如四足动物的运动始原来自前肢之一,鸟类顺应自然的变化之始原同样也是来自翅膀;因为飞翔就是它们顺应自然的变化。它们顺应自然的变化来自翅膀的证据如下:正如前面也曾说过的,如果有人从肩胛骨上切除翅膀,任何鸟类都将既不能前进也不能站立,正如有人切除四足动物的前足一样。此外,由于鸟类是两足的且非直立的,并且前部较轻,因而被抬高,所以将股部如此置于下方是必然的,或者即使不是必然的,但至少也是更好的。而在说了“如此置于下方”之后,为了澄清这“如此”,他接着说:“我是说朝向后方生长。”因此论证的连贯脉络大致如下:将股部作为生长的,即朝向后方附着并生根的而持有是更好的,这与更接近后部而非前部是同一回事。如果将它置于更接近后部是更好的,那么如同四足动物在后肢上所做的那样进行弯曲也就是必然的。而鸟类将翅膀附生于侧面,全翅类同样如此,水中的游水动物亦然,这是更好的,这一点并不难看出;因为这样它们就能最迅速且最有力地进行运动,某些压缩并舒张空气,另一些则压缩并舒张液体;因为身体的其余部分会跟随翅膀和其他运动基点,向前并向后运动。而添加上“向后”,是为了划分的完整性,因为没有任何东西顺应自然地向后运动。至于它们在其中运动的介质(例如水和空气)是顺从的而非抗拒的,这一点无人不知。

语法注2 条
  1. 1.19ἀναγκαῖον ἢ εἰ μὴ ἀναγκαῖον, ἀλλ’ οὖν βέλτιόν ἐστι τὸν μηρὸν ἔχειν οὕτως ὑποκείμενον

    这是紧接前置的若干独立属格从句(δίποδος ὄντος τοῦ ὄρνιθος...)之后的主句骨干。无人称表语 ἀναγκαῖον [ἐστί] 与 βέλτιόν ἐστι 统领不定式 ἔχειν,该不定式的逻辑主语为“鸟”。短语 τὸν μηρὸν ... ὑποκείμενον 构成 ἔχειν 的宾语与宾补分词(“持有大腿如此置于下方的状态”)。

  2. 1.19τὸ δὲ ὄπισθεν πρόσκειται διὰ τὸ τῆς διαιρέσεως πλῆρες

    主语 τὸ ὄπισθεν 作为带冠词的中性成分,指代引用的词语“向后”。介词短语 διὰ τὸ τῆς διαιρέσεως πλῆρες 意为“为了划分的完整”,其中实质化的中性形容词 πλῆρες 表示“完满、完整”,并支配属格 τῆς διαιρέσεως。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:166.18-167.21