← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§162.3-163.12

四肢弯曲的方向与对相反运动的避免

米海尔解释了人类与胎生四足动物为何将前肢朝向凸处弯曲、将手臂或后肢朝向凹处弯曲,指出若向相反方向屈折,同一肢体将同时进行相反运动,从而使前行完全不可能或受到极严重阻碍。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#2

δι’ ἣν δ’ αἰτίαν οἱ ὄρνιθες καίπερ ὄπισθεν ἔχοντες τὸ γόνυ δύνανται ἐπὶ πλέον ἐκτείνειν τὸν πόδα, μετ’ ὀλίγον αὐτὸς ἐρεῖ. καὶ ἐπεὶ ἡ πρόβασις γίνεται ἐπὶ τῶν ἀνθρώπων ἐπὶ πολὺ ἐκτεινομένου τοῦ ποδὸς εἰς τοὔμπροσθεν, τότε δὲ τοῦτο γενέσθαι οὐκ ἠδύνατο, οὐδὲ βάδισις ἂν ἐγίνετο ἢ κἂν ἐγίνετο1 πάνυ βραδεῖα διὰ τὸ καὶ τὴν πρόβασιν τοῦ ποδὸς βραχυτάτην γενέσθαι συμβαίνειν. ἔτι, φησίν, εἰς τὸ ὄπισθεν, λέγων ὄπισθεν τὴν κοίλην περιφέρειαν, γινομένης τῆς καμπῆς δύο ἂν ἅμα καὶ ἐναντίας ἐκινεῖτο τὸ σκέλος κινήσεις· οὐκ εἰκὸς δέ, ἵνα μὴ λέγωμεν ἀδύνατον, τὸ αὐτὸ καὶ ἓν ἅμα τὰς ἐναντίας κινεῖσθαι κινήσεις. ἔσχατον δὲ μηροῦ λέγει τὸ γόνυ. δύο δ’ ἂν ἅμα καὶ ἐναντίας ἐκινεῖτο τὸ σκέλος κινήσεις οὕτω· τὸ μὲν γὰρ ἀπὸ τοῦ ἰσχίου ἄχρι τοῦ γόνατος, ὃ μηρὸς καλεῖται, ἐκάμπτετο ἂν καὶ ἐκινεῖτο ὄπισθεν πρὸς τὴν ὀσφύν (ἀνάγκη γὰρ ἐκεῖσε ἐκκλίνειν τὸν μηρὸν τῆς καμπῆς ἐπὶ τὸ κοῖλον γινομένης), τὸ δὲ ἀπὸ τοῦ γόνατος ἄχρι τῶν σφυρῶν, ἃ δὴ σφυρὰ καταχρώμενοι ἀστραγάλους καλοῦμεν, εἰς τὸ ἔμπροσθεν. ὥστε συνέβαινε τῷ μὲν ἡμίσει τοῦ παντὸς κώλῳ ἤτοι τῷ μηρῷ ὄπισθεν κινεῖσθαι, τῷ δὲ λοιπῷ ἤτοι τῇ κνήμῃ ἔμπροσθεν. ἐναντίον δὲ τὸ ἔμπροσθεν τῷ ὄπισθεν, ὥστε καὶ αἱ τοιαῦται κινήσεις. οὔσης δὲ τῆς καμπῆς ἐπὶ τὸ ἔμπροσθεν καὶ τὴν κυρτὴν περιφέρειαν, τῇ μιᾷ κινήσει τῇ εἰς τὸ ἔμπροσθεν ἡ κατὰ τόπον γίνεται μεταβολή· καὶ γὰρ καὶ ὁ μηρὸς καὶ ἡ κνήμη ἐπὶ τὸ ἔμπροσθεν κινοῦνται. ἀλλ’ ὁ μὲν ἄνθρωπος διὰ ταῦτα εἰς τὸ ἔμπροσθεν καὶ κυρτὸν τοὺς πόδας κάμπτει, τοὺς δὲ βραχίονας ὑπεναντίως (εἰς τὸ κοῖλον γάρ), καὶ τοῦτο εὐλόγως· ἄχρηστοι γὰρ ἂν ἦσαν καμπτόμενοι εἰς τοὐναντίον. πῶς γὰρ ἂν ἠδύναντο προσάγειν τῷ στόματι τὴν τροφὴν εἰς τοὐναντίον καμπτόμενοι; τὰ δὲ τετράποδα καὶ ζῳοτόκα (τὰ γὰρ τετράποδα καὶ ᾠοτόκα οὐχ οὕτω κάμπτουσι) τὰ δὴ τετράποδα καὶ ζῳοτόκα κάμπτει τοὺς προσθίους πόδας ἐπὶ τὸ κυρτὸν διὰ τὰς προειρημένας καὶ ἐπὶ τοῦ ἀνθρώπου αἰτίας. ἄλλως τε οὕτω μὲν κάμπτοντα δύνανται ἐπὶ πολὺ μετεωρίζειν τε καὶ ἐκτείνειν τοὺς πόδας, ἐναντίως δὲ κάμπτοντα μικρὸν ἂν ἐμετεώριζον αὐτοὺς ἀπὸ τῆς γῆς· ἅμα γὰρ τῷ ἆραι2 μικρὸν ἀπὸ τῆς γῆς τὸν πόδα, διὰ τὸ δύο συμβαίνειν αὐτὸν κινεῖσθαι κινήσεις καὶ ἐναντίας, ὡς ἐπὶ τοῦ ἀνθρώπου εἴπομεν, ὅ τε μηρὸς ἅπας καὶ τὸ ἀπὸ τοῦ γόνατος ἄχρι τῆς ὁπλῆς ὑπὸ τὴν γαστέρα ἂν ἔπιπτεν. ὡς γὰρ νῦν ἐπὰν μέλλῃ πεσεῖν ἐν τῇ γῇ δι’ ἀνάπαυσιν, πρὸς τῇ κεφαλῇ πίπτουσι τὰ γόνατα, οὕτω τότε ἐν τῇ βαδίσει πρὸς τὴν γαστέρα ἔπιπτεν ἄν. ἰστέον δὲ ὅτι μηρὸν ἐπὶ τῶν ἔμπροσθεν ποδῶν ἐκάλεσε τὸ ἀπὸ τῆς ὠμοπλάτης ἄχρι τοῦ γόνατος μέρος. τὰ μὲν οὖν πρόσθεν σκέλη διὰ ταῦτα κάμπτουσιν ἐπὶ τὸ κυρτόν, ἀλλὰ καὶ τὰ ὄπισθεν σχεδὸν ἐναντίως ἐπὶ τὸ κοῖλον διὰ τὰ λεχθέντα ἐπὶ τῶν ἔμπροσθεν. ὁ τῶν ποδῶν γὰρ μετεωρισμὸς αὐτοῖς ὁμοίως εἶχε τοῖς πρόσθεν, τουτέστιν ὁμοίως τοῖς πρόσθεν ἐμετεώριζον αὐτοὺς ἀπὸ τῆς γῆς (εἶπε δὲ περὶ τῶν πρόσθεν ὅτι μικρὸν ἀπὸ τῆς γῆς ἂν αὐτοὺς ἐμετεώριζον)· μικρὸν γὰρ ἀπὸ τῆς γῆς καὶ τούτοις ἂν ἐγίνετο ἄρσις τοῦ μηροῦ καὶ καμπῆς, λέγων καμπὴν τὸ λοιπὸν μέρος τὸ μετὰ τὴν καμπήν.3 μικρὸν οὖν ἀπὸ τῆς γῆς ἐγίνετο ἂν καὶ τούτοις ἄρσις, καὶ εὐθὺς ὑπέπιπτον ὑπὸ τὸν τῆς γαστρὸς τόπον.

至于鸟类虽然膝盖在后,为何却能够将足伸展得更远的原因,他本人不久后就会说明。既然在人类身上,迈步向前是通过足向前方极力伸展而产生的,但在那时这却不可能发生,因此行走也不会产生,或者即使产生,也会因为足的迈步向前同样变得极短而极其迟缓。他说,此外,如果屈折朝向后方产生——他用“后方”指凹圆周——肢体就会同时以两个相反的运动被移动;而同一且单一的事物同时以相反的运动被移动,即使不说不可能,也是不合常理的。他把“大腿的末端”称为膝盖。而肢体会同时以两个相反的运动被移动,乃是如此:因为从髋部到膝盖的部分,即被称为大腿的部分,会朝向后方、朝向腰部弯曲并移动(因为如果屈折朝向凹处产生,大腿就必然向彼处倾斜),而从膝盖到踝部的部分——对于这踝部我们滥用其名而称之为距骨——则会朝向前方[移动]。因此就会导致整个肢体的一半即大腿向后移动,而其余部分即胫骨向前移动。而前方与后方相反,所以这样的运动也是[相反的]。但当屈折朝向前方和凸圆周时,空间位移便通过朝向前方的单一运动而产生;因为大腿和胫骨都朝向前方运动。人类出于这些原因将足朝向前方和凸处弯曲,而将手臂反向弯曲(因为是朝向凹处[弯曲]),这也合乎情理;因为如果朝向相反方向弯曲,[手臂]就毫无用处了。因为如果朝向相反方向弯曲,它们又怎能将食物送入口中呢?而胎生四足动物(因为卵生四足动物不这样弯曲)——胎生四足动物由于上述在人类身上也适用的原因,将前足朝向凸处弯曲。此外,如此弯曲它们能够将足抬得很高并伸展开来,但若反向弯曲,它们就只能将足稍微抬离地面;因为只要足一稍微抬离地面,由于正如我们在人类身上所说的那样会导致它以两个相反的运动移动,整个大腿以及从膝盖到蹄的部分就会跌落到腹部下方。因为正如现在每当它为了休息而要倒卧在地上时,膝盖会落在头部附近,同样在那时,在行走中[肢体]就会跌向腹部。应当知道的是,关于前足,他把从肩胛骨到膝盖的部分称为大腿。因此,它们将前肢朝向凸处弯曲是出于这些原因,而将后肢近乎相反地朝向凹处弯曲,也是出于关于前肢所说的原因。因为对它们而言,足的抬起与前足相似,也就是说,它们会将足与前足相似地抬离地面(而关于前足,他说过它们只能将其稍微抬离地面);因为对它们[后肢]而言,大腿和“屈折”抬离地面也同样是微小的,这里他把屈折之后的剩余部分称为“屈折”。因此,对它们而言抬离地面同样是微小的,并且会立刻塌陷到腹部区域下方。

语法注3 条
  1. 1.15κἂν ἐγίνετο

    系 καὶ ἂν ἐγίνετο 的合音(crasis),以让步语气顺接前句 οὐδὲ βάδισις ἂν ἐγίνετο 的与事实相反归结从句(“行走也不会产生,或者即使产生,也会……”)。

  2. 1.15ἅμα γὰρ τῷ ἆραι

    介词 ἅμα 与带冠词不定式与格 τῷ ἆραι 连用,构成表示时间同时性的副词短语(“一……就……”、“在抬起……的同时”),其后接的 τὸν πόδα 为该不定式的宾格对象。

  3. 1.15λέγων καμπὴν τὸ λοιπὸν μέρος τὸ μετὰ τὴν καμπήν

    表示称呼动词 λέγων 带双宾格的结构,支配谓语宾格 καμπήν 与直接宾语宾格 τὸ λοιπὸν μέρος τὸ μετὰ τὴν καμπήν(意为“把屈折之后的剩余部分称为‘屈折’”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:162.3-163.12