← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§160.22-162.3

交替支撑的行走机制与腿部向前弯曲

米海尔梳理了711a20起的论证,解释了通过交替支撑与前进而行走的机制,并借助苏格拉底行走与天体相会的比喻,阐明了为何双腿必须朝前方的凸向弯曲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#1

" Ὥστ’ ἐπεὶ πᾶσιν ὅσοις ὑπάρχει κατὰ φύσιν ἡ κατὰ τόπον μεταβολὴ τοῖν σκελοῖν." Ἐντεῦθεν αἱ δείξεις τῶν προβλημάτων ἢ τοῦ προβλήματος. δεῖ δὲ ὑποστίζειν εἰς τὸ αὖθις ἐν τούτῳ τὸ βάρος ὑπολαμβάνειν, εἶτα ἐπάγειν τὸ δῆλον ὡς ἀναγκαῖον ἐκ τοῦ κεκάμφθαι τὸ σκέλος καὶ τὰ ἑξῆς. ἡ δὲ διάνοια τῶν λεγομένων τοιαύτη τις ἂν εἴη ‘ἐπεὶ ὡς δέδεικται ὅσα ποιεῖται κατὰ φύσιν διὰ σκελῶν τὴν κατὰ τόπον μεταβολήν, τὸ μὲν βάρος ἐν τῷ ἑστῶτι ἢ τοῖς ἑστῶσι πίπτει, ὁ δὲ προβαίνων καὶ ἡγούμενος ποὺς κοῦφός ἐστιν, ἐπὰν δὲ προβῇ, αὖθις εἰς τοῦτον πίπτει, ἐπεὶ οὖν οὕτως ἡ συνεχὴς πορεία γίνεται, δῆλον ὅτι ἀναγκαῖόν ἐστιν, ὡς δέδεικται, κάμπτειν τὸν ἑστῶτα πόδα αὖθίς τε εὐθὺ γίνεσθαι μένοντος τοῦ τε κατὰ τὸν προωσθέντα πόδα σημείου καὶ τῆς κνήμης, τουτέστι μένοντος τοῦ προωσθέντος ποδός’. τοῦτο δέ, φησί, τουτέστι τὸ παρὰ μέρος θάτερον μὲν μένειν, θάτερον δὲ προβαίνειν, τοῦτό τε συμβαίνει καὶ ἅμα τούτῳ καὶ τὸ προβαίνειν τὸ ζῷον. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, εἰς μὲν τὸ ἔμπροσθεν ἔχον τὴν καμπήν, τουτέστιν εἰς τὴν κυρτὴν περιφέρειαν κάμπτοντα τοὺς προσθίους πόδας τὰ τετράποδα καὶ ὁ ἄνθρωπος τοὺς ἑαυτοῦ, δυνατὸν τὴν πορείαν γίνεσθαι, εἰς τοὔπισθεν δὲ ἀδύνατον. καὶ τὴν αἰτίαν τοῦ ἀδυνάτου ἀσαφῶς καὶ περινενοημένως ἐπήγαγεν εἰπὼν οὕτω μὲν γὰρ προενεχθέντος τοῦ σώματος ἔκτασις ἔσται τοῦ σκέλους, ἐκείνως δ’ ἀνενεχθέντος.1 λέγει δὲ προενεχθὲν καὶ ὅλως προένεξιν τὴν εἰς τὸ πρόσω πορείαν, ἣν καὶ πεφύκασι κινεῖσθαι τὰ ζῷα (πάντα γὰρ πλὴν τοῦ καρκίνου εἰς τὸ πρόσω πέφυκε κινεῖσθαι) ἀνενεχθὲν δὲ καὶ ἀνένεξιν τὴν εἰς τὸ ὄπισθεν, ἣν οὐδὲν κατὰ φύσιν κινεῖται. εἴη δ’ ἂν τὸ λεγόμενον διὰ τοῦ οὕτω μὲν γὰρ προενεχθέντος τοῦ σώματος ἔκτασις ἔσται τοῦ σκέλους καὶ διὰ τοῦ ἑξῆς, οἶμαι, τοιοῦτον· οὕτω μὲν γάρ, τουτέστι πρὸς τὴν κυρτὴν περιφέρειαν κάμπτοντος τοῦ σκέλους, ὅταν προάγηται καὶ εἰς τὸ πρόσω βαίνῃ τὸ τοῦ ζῴου σῶμα, δυνατὸν ἔκτασιν γίνεσθαι τοῦ σκέλους, ὥστ’ ἐπὶ τὴν εἰς τὸ πρόσω βάδισιν συμβάλλεται ἡ τοιαύτη τῶν σκελῶν κάμψις· ἐκείνως δ’ ἀνενεχθέντος, τουτέστιν εἰ δὲ εἰς τὸ ὄπισθεν ἦν ἡ κατὰ φύσιν βάδισις, συνεβάλλετο ἂν ἡμῖν ἐκείνως ἤτοι εἰς τὸ κοῖλον καμπτόντων· ἐντὸς γὰρ πρὸς τῇ κοιλίᾳ τῆς κάμψεως καὶ οἱονεὶ διπλώσεως τοῦ σκέλους γινομένης συνέβαινεν ἂν εἰς τοὔπισθεν ὠθεῖσθαι τὸ σῶμα. ὅτι δὲ εἰ μὴ οὕτως ἐκάμπτοντο ἡμῶν τε καὶ τῶν τετραπόδων οἱ πρόσθιοι, οὐκ ἂν ἦν ἔκτασις τοῦ σκέλους, δῆλον ἂν γένοιτο ὧδε. ἔστω δὴ ὁ Σωκράτης βαδίζων καὶ προβεβηκότα, εἰ τύχῃ, ἔχων τὸν δεξιὸν πόδα, ἀποβεβηκότα δὲ καὶ φέροντα τὸ βάρος τὸν ἀριστερόν. ἀνάγκη οὖν, εἰ μέλλοι προβῆναι ὁ ἀριστερός, πρότερον ἐξ ἴσου γενέσθαι καὶ συνοδεῦσαι τῷ δεξιῷ καὶ οὕτω προβῆναι. ὡς γὰρ ἡ σελήνη οὐ προβαίνει οὐδὲ διέρχεται τὸν ἥλιον, εἰ μὴ συνοδεύσῃ αὐτῷ,2 οὕτως οὐδὲ τὸν ἀριστερὸν πόδα οἷόν τε προβῆναι καὶ ἔμπροσθεν γενέσθαι τοῦ δεξιοῦ, εἰ μὴ σύνοδος αὐτῷ γένηται. εἰ δὲ τοῦτο, μέχρις ἐκείνου ἦν ἂν ἡ τοῦ ἀριστεροῦ ποδὸς κίνησις, μέχρις ἂν συνώδευκε τῷ δεξιῷ, περαιτέρω δὲ οὐδαμῶς· οὐ γὰρ ἂν εἴα τοῦτον τὸ γόνυ ὄπισθεν ὂν ὡς τὸ τῶν ὀρνίθων (ἀνάγκη γὰρ ὄπισθεν εἶναι τὸ γόνυ ὡς καὶ ἐπὶ τῶν ὀρνίθων, εἰ ἔμελλεν εἰς τὸ κοῖλον κάμπτεσθαι) οὐκ ἂν οὖν εἴα τοῦτον τὸ γόνυ περαιτέρω ἐκτείνεσθαι· συνεἶχε γὰρ ἂν αὐτὸν ἡ τοῦ γόνατος ἁρμογὴ καὶ ἐνεπόδιζεν.

“因此,既然在凡是通过肢体而本性上具有空间位移的一切事物中”从此处开始对诸论题或该论题的论证。应当在“再次由该[肢体]承受重量”处打上下点(句逗),然后接续“显而易见,由于肢体已经被屈折而必然……”等等。所述之事的旨趣大约如下:“正如已经指明的,凡是通过肢体本性上进行空间位移的一切事物,重量都落在直立的[肢体]或诸直立的[肢体]上,而迈步向前并居先的足是轻的,但当它迈步向前时,重量再次落在这一足上;既然持续的行进是如此产生的,那么显而易见,正如已经指明的,必然要在前推的足和胫骨处的点保持不动时——也就是在前推的足保持不动时——屈折直立的足,并且再次伸直。”他说,“这一情况”,即交替地一者保持不动而另一者迈步向前,这一情况发生了,并且随着这一情况的出现,动物的前行也同时发生。如果这些情况确实如此,那么当屈折朝向前方时,即四足动物将前足、人类将自己的双足朝向凸圆周弯曲时,行进是有可能产生的,但朝向后方则是绝不可能的。他用晦涩而迂回的文句补充指明了这一不可能性的原因,说:“因为身体若如此被向前运送,就会有肢体的伸展,但若以那种方式[向后]运送则不会。”他所说的“向前运送”以及总体的“向前运移”是指朝向前方的行进,这也是动物们天生所能运动的方向(因为除螃蟹外,所有动物都天生朝向前方运动),而所说的“向后运送”和“向后运移”是指朝向后方的行进,但没有任何事物本性上朝这个方向运动。我认为,通过“因为身体若如此被向前运送,就会有肢体的伸展”以及后文所表达的意思应当是这样的:因为如此——也就是说,当肢体朝向凸圆周弯曲时——每当动物的身体被引向前方并朝向前方行走时,肢体的伸展是有可能发生的,因此肢体的这种屈折有助于朝向前方行走;“但若以那种方式运送”,也就是说,如果本性上的行走是朝向后方的,那么当我们以那种方式屈折、即朝向凹处屈折时,就会对此有所助益。因为如果肢体的屈折以及宛如折叠是向内朝向腹部产生的话,就会导致身体被推向后方。如果我们的〔足〕以及四足动物的前足不这样屈折,就不会有肢体的伸展,这一点可以通过如下方式变得清楚。假设苏格拉底正在行走,碰巧将右足迈步向前,而将左足留在后面承受重量。因此,如果左足将要迈步向前,它必然首先与右足并列汇合,然后这样迈步向前。因为正如月亮若不与太阳会合,就不会向前迈出亦不会越过太阳,同样地,左足若不与右足发生会合,也不能迈步向前并走到右足前方。若是如此,左足的运动就只能到达那个点,即直到与右足并列为止,而绝不能更进一步;因为膝盖若像鸟类那样位于后方(因为若要朝向凹处弯曲,膝盖就必然如鸟类身上那样位于后方),就不会允许这一足进一步伸展;因为膝关节的构造会牵制它并阻碍它。

语法注2 条
  1. 1.15οὕτω μὲν γὰρ προενεχθέντος τοῦ σώματος ἔκτασις ἔσται τοῦ σκέλους, ἐκείνως δ’ ἀνενεχθέντος

    引用亚里士多德原文的独立属格结构。在后半句 ἐκείνως δ’ ἀνενεχθέντος 中,与前半句相呼应的主句谓词(如 οὐκ ἔσται ἔκτασις)被极度省略。米海尔评述此句表达得“晦涩而迂回”(ἀσαφῶς καὶ περινενοημένως),并将 προενεχθέντος 解释为向前运动,而将 ἀνενεχθέντος 对比性地解释为向后运动来补足文意。

  2. 1.15ὡς γὰρ ἡ σελήνη οὐ προβαίνει οὐδὲ διέρχεται τὸν ἥλιον, εἰ μὴ συνοδεύσῃ αὐτῷ

    天文学术语的比喻性用法。动词 συνοδεύω 指月亮与太阳处于同一经度而发生会合(σύνοδος,合相)。在此被借用来比喻行走时后足追赶上并与前足并排(ἐξ ἴσου γενέσθαι)的相对位置状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:160.22-162.3