- 底本
- Michael, In librum de animalium incessu commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 135-170. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:159.8-160.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了直立行走的动物必然是两足的理由,以及鸟类因髋骨结构和翼尾配置而不能像人类那样真正直立的原因,随后注解了基于自然目的性原理阐明人、四足动物与鸟类腿部屈折方向差异的引入部分。
" Τὸ δὲ μέλλον ζῷον ὀρθῶς βαδιεῖσθαι διότι δίπουν τε ἀναγκαῖον εἶναι." Τὸ μὲν οὖν διότι ἀντὶ τοῦ ὅτι εἴληπται.1 τὸ δὲ ἑξῆς τῆς λέξεως τοιοῦτον ‘δῆλον δὲ καὶ ὅτι τὸ μέλλον ζῷον ὀρθῶς βαδίζειν, ἀναγκαῖόν ἐστι δίπουν τε εἶναι, καὶ τὰ μὲν ἄνω τοῦ σώματος κουφότερα ἔχειν, τὰ δ’ ὑφεστῶτα βαρύτερα’. ἡ δὲ διάνοια τούτου τε καὶ τῶν ἑξῆς σαφὴς διὰ τὸ εἰρῆσθαι περὶ τούτων καὶ ἐν τῇ Περὶ ζῴων μορίων. εἰπὼν δὲ ὅτι εἰ μὴ τηλικοῦτον ἦν τὸ τῶν ὀρνίθων ἰσχίον, οὐκ ἂν ἦσαν δίποδα, ἐπήγαγεν ὥσπερ γὰρ τοῖς ἀνθρώποις καὶ τοῖς τετράποσι ζῴοις, καὶ τὰ ἑξῆς. πανάληθες δὲ τοῦτο· εἰ γὰρ μὴ μέγα εἶχον ἰσχίον ἀλλὰ μικρόν, καὶ ὥσπερ τοῖς ἀνθρώποις καὶ τοῖς τετράποσι ζῴοις εὐθὺς μετὰ τὸ ἰσχίον ἐστὶν ὁ μηρός, οὕτως ἦν καὶ ἐν τούτοις, εὐθὺς ἂν ἦν ἀπὸ βραχέος ὄντος τοῦ ἰσχίου2 ὁ μηρός· εἰ δὲ τοῦτο, λίαν ἂν ἦν τὸ σῶμα προπετὲς αὐτῶν. φανερὸν δέ, φησίν, ὅτι κἂν δίπους ἐστὶν ὁ ὄρνις, λέγεται δὲ καὶ ὀρθός, ἀλλ’ οὐκ ἐνδέχεται αὐτὸν ὀρθὸν εἶναι ὥσπερ τὸν ἄνθρωπον. οὐ γὰρ ἐνδέχεται ἄλλως χρήσιμον αὐτῷ τὴν τῶν πτερῶν εἶναι φύσιν, εἰ μὴ ὡς ἔχει νῦν θέσεως αὐτῶν τὸ σῶμα. εἰ γὰρ ἄλλως εἶχεν αὐτῶν τὸ σῶμα, οἷον ὡς τὸ τῶν ἀνθρώπων, ἄχρηστος ἂν ἦν αὐτοῖς καὶ ἀνωφελὴς ἡ τῶν πτερῶν φύσις. εἰ γὰρ ἦσαν ὀρθοὶ ὡς οἱ ἄνθρωποι, καὶ ὡς γράφουσι τοὺς ἔρωτας μετὰ πτερύγων, ἔνευον ἂν αἱ πτέρυγες πρὸς τὰ σκέλη αὐτῶν· καὶ πρῶτα μὲν ἐν τῇ γῇ ἑλκόμεναι (φθάνουσι γὰρ ἄχρι τοῦ πέρατος τοῦ ὀρροπυγίου) ἐν τῇ γῇ οὖν ἑλκόμεναι ἐνεπόδιζον αὐτοὺς καλῶς βαδίζειν, ὁμοίως δὲ καὶ τὸ ὀρροπύγιον μεταξὺ ὂν τῶν σκελῶν (αὐτόθι γὰρ συνέβαινεν εἶναι ὀρθῶν ὄντων ὡς ὁ ἄνθρωπος τῶν ὀρνίθων), ἔπειτα ἐν τῇ πτήσει * * τύπτειν τὰ σκέλη καὶ πόνον ἐμποιεῖν. καὶ ἐπεὶ οἱ ὄρνιθες διὰ τὸ μὴ εἶναι ὀρθοὶ ὡς οἱ ἄνθρωποι ἔχουσι τὰ πτερά, εἴ τι ἄρα ὀρθόν ἐστι, ἀδύνατον τοῦτο ἔχειν πτερά. καὶ συμπεραίνει τὸν σύμπαντα λόγον λέγων ὅτι μὲν οὖν εἰ μὴ κάμψις ἦν καὶ τὰ ἑξῆς. δῆλον καὶ ὅτι ἐναντίως οἱ ἄνθρωποι δίποδες ὄντες καὶ οἱ ὄρνιθες τὴν τῶν σκελῶν ποιοῦνται κάμψιν, καὶ τὰ ἑξῆς ἕως τοῦ ὁμοίως δὲ καὶ οἱ ὄρνιθες. καὶ προσυπακουστέον τὸ δῆλον,3 ἵν’ ᾖ τὸ πᾶν καὶ τὸ ἑξῆς τοῦ λόγου τοιοῦτον ‘δῆλον δὲ καὶ ὅτι ἐναντίως οἱ ἄνθρωποι δίποδες ὄντες’, καὶ τὰ ἑξῆς.
“而将要直立行走的动物之所以必然是两足的。” 在此,“之所以”是用来代替“……这一事实”的。文句的接续如下:“同样显而易见的是,将要直立行走的动物必然是两足的,且身体上部较轻,下部较重。”这一点以及后文的含义是清楚的,因为在《论动物部分》中也曾讨论过这些问题。在说明了如果鸟类的髋骨不是如此巨大,它们便不可能是两足的之后,他又接着说:“因为正如在人类和四足动物身上那样”,等等。这是完全属实的;因为如果它们没有巨大的髋骨而是细小的髋骨,并且正如在人类和四足动物身上大腿紧接着髋骨那样,在鸟类身上也是如此,那么紧接着短小的髋骨就会是大腿;若是这样,它们的身体就会过度前倾。他说,显而易见,即使鸟类是两足的且也被称为直立的,但它不可能像人那样直立。因为翼的本性若非由于它们身体现今所具有的姿态,便绝不可能以其他方式对它有用。因为如果它们的身体处于另一种状态,例如人类身体那样,翼的本性对它们而言就会是无用且不利的。因为如果它们像人那样直立,且如同人们把爱神们画成带有双翼的那样,双翼就会倾向于它们的双腿;首先,由于在地上拖曳(因为它们一直延伸到尾羽的末端)——因此由于在地上拖曳,它们会阻碍鸟类很好地行走,同样位于两腿之间的尾羽也会造成阻碍(因为如果鸟类像人一样直立,尾羽恰好就会处于该处);其次,在飞行中[双翼]会击打双腿并引起疼痛。而且,既然鸟类是因为不像人类那样直立才拥有双翼,那么如果某物是直立的,它便不可能拥有双翼。他总结了整个论述,说:“因此,如果没有屈折”,等等。“同样显而易见的是,身为两足的人类以及鸟类相反地进行腿部的屈折”,等等,直至“鸟类亦同样”。必须补出“显而易见”一词,以便整句话和论述的连贯性成为:“同样显而易见的是,人类虽为两足,却相反地[进行屈折]”,等等。
"Αἴτιον δ’ ὅτι ἡ φύσις οὐδὲν δημιουργεῖ μάτην, ὥσπερ εἴρηται πρότερον." Διὰ τούτων δείκνυσι τίνος ἕνεκεν ὁ μὲν ἄνθρωπος δίπους ὢν κάμπτει τοὺς πόδας πρὸς τὴν κυρτὴν περιφέρειαν, ὁμοίως καὶ τὰ τετράποδα τοὺς μὲν πρόσθεν πρὸς αὐτήν, τοὺς δ’ ὄπισθεν πρὸς τὴν κοίλην. καὶ πρῶτα δείκνυσι τοῦτο ἐπὶ ἀνθρώπου, καὶ λέγει διὰ τὰς αὐτὰς αἰτίας, δι’ ἃς ὁ ἄνθρωπος οὕτω τοὺς πόδας κάμπτει, καὶ τὰ τετράποδα κάμπτειν τοὺς πρόσθεν· καὶ μετὰ τοῦτο δείκνυσι καὶ διὰ τί τοὺς ὄπισθεν ἐναντίως κάμπτουσι, καὶ τρίτον διὰ τί οἱ ὄρνιθες δίποδες ὄντες οὐχ ὡς οἱ ἄνθρωποι κάμπτουσιν ἀλλ’ ἐξ ἐναντίας. καὶ πρῶτον μέν, ὡς εἴωθεν, τοῦ κάμπτειν πάντα τὰ ὑπόποδα τὰ σκέλη ὥσπερ κάμπτουσιν αἰτιᾶται τὴν φύσιν λέγων ‘αἴτιον δὲ τοῦ κάμπτειν οὕτως ὅτι οὐδὲν ἡ φύσις μάτην ποιεῖ, ὡς καὶ πρότερον εἴρηται, ἀλλὰ πάντα πρὸς τὸ βέλτιστον ἐκ τῶν ἐνδεχομένων.
“原因在于自然不做徒劳之事,正如先前所说。” 通过这些内容,他指出了人虽为两足,是出于何种目的朝向凸圆周弯曲双足,同样地四足动物将前肢朝向该处弯曲,而将后肢朝向凹处弯曲。首先他在人身上指明了这一点,并说由于人如此弯曲双足的相同原因,四足动物也同样弯曲前肢;在此之后,他又指出了它们为何相反地弯曲后肢;第三,指出了为何鸟类虽为两足,却不像人那样弯曲,而是相反地弯曲。首先,正如他一贯的做法,他将所有具足动物正如其弯曲那样弯曲肢体的原因归于自然,说:“如此弯曲的原因在于自然不做徒劳之事,正如先前所说,而是在可能的事物中朝着最好的方向做一切事。”
- 1.13Τὸ μὲν οὖν διότι ἀντὶ τοῦ ὅτι εἴληπται.
注解者指出引文中的连词 διότι(“因为/为何”)在句法上应理解为引出陈述名词性从句的 ὅτι(“……这一事实/即……”)的同义词。基于此解释,注解者在下文中用 δῆλον δὲ καὶ ὅτι... 补全并重构了该句的句法结构。
- 1.13ἀπὸ βραχέος ὄντος τοῦ ἰσχίου
前置词短语 ἀπό 支配属格名词短语并带有分词 ὄντος,表示起止来源:“大腿直接生自短小的髋骨”。分词在此用作限定或修饰属格名词 τοῦ ἰσχίου 的属性。
- 1.13προσυπακουστέον τὸ δῆλον
动词性形容词 προσυπακουστέον 构成非人称结构,支配宾格 τὸ δῆλον(“必须在领会中补出 δῆλον”)。由于亚里士多德原文省略了主句谓词而直接罗列从句,此处指示读者在句法上补充该词以使主从结构完整。
