← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§157.23-159.7

鸟类的四点运动与翼尾功能

米海尔针对鸟类看似仅以双翼或双足这两个点运动的疑难进行化解,通过运动点数的上限以及切除肢体则无法运动的事实,论证其确以四个点运动。进而阐释了介质的屈从性、翅膀根基处的屈曲,以及尾羽作为舵的功能和在全翅类、猛禽、孔雀等动物中的形态差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12

" Ἀπορήσειε δ’ ἄν τις ἴσως, πῶς κινοῦνται τέτρασι σημείοις οἱ ὄρνιθες." Ἐπεὶ ἀνεπιστάτως βλέποντές τινες ὁρῶσι τοὺς ὄρνιθας πετομένους μὲν διὰ τῶν πτερύγων μόνων, τοῦτο δὲ ταὐτόν ἐστι τῷ δυσὶ σημείοις κινεῖσθαι, βαδίζοντας δὲ διὰ τῶν ποδῶν μόνων, αὐτὸς δὲ ἔδειξεν ὅτι τὰ ἔναιμα πάντα τέτρασι σημείοις κινεῖται, φησὶ νῦν ὅτι ζητήσειεν ἄν τις ἀβασανίστως βλέπων, πῶς κινοῦνται τέτρασι σημείοις οἱ ὄρνιθες πορευόμενοι ἢ πετόμενοι. καὶ λύει τὴν ἀπορίαν πρῶτον μὲν κατὰ τὴν καλουμένην ἀντιπαράστασιν, εἶθ’ οὕτω καὶ κατὰ τὴν ἔνστασιν. λέγει δὴ ὅτι οὐκ εἴρηται τέτρασι σημείοις κινεῖσθαι, ἀλλ’ ὅτι πλείοσι τῶν τεσσάρων οὐ δύναται κινεῖσθαι. οὐ γὰρ ὥσπερ ὑπερβαίνει τὰ δύο σημεῖα καὶ κινεῖται πλείοσι τῶν δύο, οὕτω δύναται καὶ τὰ τέσσαρα ὑπερβῆναι, καὶ κινηθῆναι πλείοσι τούτων. ἀδύνατον γὰρ πλείοσι τῶν τεσσάρων κινηθῆναι· ἄναιμα γὰρ ἂν ἦσαν. λύσας οὖν αὐτὴν οὕτως, λύει ταύτην καὶ κατὰ τὴν ἔνστασιν λέγων οὐ μὴν ἀλλ’ οὔτ’ ἄν πέτασθαι δύναιντο ἀφαιρεθέντων τῶν κώλων, καὶ τὰ ἑξῆς. εἰ γάρ τις ἀποτέμῃ τὰ τῶν ὀρνίθων σκέλη ἀπὸ τῶν ἰσχίων οὐδαμῶς δύνανται πέτασθαι· ὁμοίως κἂν τὰς πτέρυγας ἐκκόψῃ ἀπὸ τῶν ὠμοπλατῶν, οὐδ’ οὕτως δύνανται πορεύεσθαι. ὥστε ἐπεὶ τῶν δύο σημείων ἀφαιρεθέντων οὔτε πέτασθαι οὔτε πορεύεσθαι δύνανται, δῆλον ὅτι τέτρασι σημείοις κινοῦνται. καὶ γὰρ καὶ ὁ ἄνθρωπος πρὸς τῷ κινεῖν τοὺς πόδας ἐν τῷ βαδίζειν καὶ τοὺς ὤμους κινεῖ· ἀδύνατον γὰρ μὴ κινοῦντα αὐτοὺς κινηθῆναι. τῷ δὲ ἅπαντα γὰρ εἰς τὸ ὑποκείμενον πρόσκειται τὸ μέχρι τινός,1 διότι οὔτε οὐδεὶς ἰχθὺς τὴν ἅπασαν διέξεισι θάλασσαν, ἀλλὰ μέχρι τινὸς τὴν νεῦσιν ποιεῖται, οὔτε οὐδὲν τῶν χερσαίων τὴν ἅπασαν γῆν, ἀλλὰ καὶ αὐτὰ μέχρι τινὸς πρόεισιν. ἀλλὰ καὶ τὸ οἷον εἰς ὑπεῖκον εὐλόγως πρόσκειται· εἰ γὰρ σκληρὸς ἦν ὁ ἀὴρ ἢ τὸ ὕδωρ καὶ ἀντίτυπος καὶ μὴ ὑπείκων μηδ’ ἐξιστάμενος, οὐκ ἂν ἦν ὅλως ἡ κατὰ τόπον μεταβολή. ὥστε δῆλον ὅτι κἂν εἰ μὴ κατ’ ἄλλο μόριον γίνεται2 κάμψις, ἀλλ’ οὖν ὅθεν ἡ ἀρχὴ καὶ ἔκφυσις καὶ ἀναβλάστησις τοῖς μὲν ὁλοπτέροις οἷον μελίτταις τοῦ πτεροῦ, τοῖς δ’ ὄρνισι τῆς πτέρυγος, ἀλλ’ οὖν ἐκεῖσε ἐξ ἀνάγκης κάμψις γίνεται. λέγει δὲ τὸ ὀρροπύγιον ἀναλογεῖν τοῖς τοῦ πλοίου πηδαλίοις· ἐν δὲ τῇ προσφύσει ἤγουν τῷ τόπῳ, ἐν ᾧ ἐρριζωμένον ἐστὶ τὸ ὀρροπύγιον, ἐκεῖ δὴ λέγει κάμπτεσθαι αὐτό. καὶ ὅσα μὲν εὐθυπορεῖ, τούτοις χρησιμεύει τὸ ὀρροπύγιον πρὸς τὴν τοιαύτην εὔθυνσιν· ὅσα δὲ οὐκ εὐθυπορεῖ, ἀλλ’ ἀτάκτως φέρεται ὥσπερ τι ζῷον μαινόμενον, τούτοις οὐκ εὐθυποροῦσι, τουτέστι μὴ εὐθυπόρως βαίνουσιν, ἀφυῶς ἔχει τὸ ὀρροπύγιον πρὸς τὴν εἰρημένην χρῆσιν ἤτοι τὴν εὐθυπορίαν. τῶν μὲν γὰρ ὁλοπτέρων οὐδὲν ὀρροπύγιον ἔχει, ὥστε καθάπερ πλοῖον στερηθὲν τῶν οἰκείων πηδαλίων φέρεται ὅπου ἂν τύχῃ, οὕτω καὶ ταῦτα προσπίπτει τοῖς τυχοῦσιν. ὁμοίως καὶ τοῖς μὴ πτητικοῖς ἀχρεῖόν ἐστι τὸ ὀρροπύγιον, ἀλλ’ ἀντ’ αὐτοῦ τείνοντα τοὺς πόδας πέτανται. σαφῆ δὲ τὰ ἑξῆς. ὁλκαδικὸν δὲ πλοῖον λέγει τὸ πάμμεγα. λέγει δὲ περὶ τῶν ὁλοπτέρων καὶ τοῦτο ὅτι ἡ ἀσθένεια αὐτῶν τῶν πτερῶν, ὁμοίως καὶ ἡ τῆς ἐκφύσεως τῶν πτερῶν ἀσθένεια (οὐ γάρ εἰσιν εἰς βάθος ἐρριζωμένα) συμβάλλεταί τι πρὸς τὸ λεχθέν, τουτέστι πρὸς τὸ βραδεῖαν γίνεσθαι τὴν πτῆσιν αὐτῶν. τῷ δὲ ταῷ, φησί, τὸ ὀρροπύγιον οὐδὲν ὠφελεῖ διά τε τὸ μέγεθος καὶ διὰ τὸ ἀποβάλλειν. καὶ τοῖς μὲν ἄρρεσι ταῷς δι’ ἀμφότερα οὐδὲν ὠφελεῖ, ταῖς δὲ θηλείαις διὰ τὸ ἀποβάλλειν μόνον· οὐ γὰρ ἔχουσιν αὗται τὸ ὀρροπύγιον μέγα. λέγει δὲ καὶ τοὺς ὄρνις, καὶ μάλιστα τοὺς τάχιστα πετομένους ὑπεναντίως ἔχειν τοῖς ὁλοπτέροις τὴν τῶν πτερῶν φύσιν· οἱ μὲν γὰρ ὄρνιθες ἰσχυράν, τὰ δ’ ὁλόπτερα ἀσθενῆ. ἀλλὰ καὶ οἱ γαμψώνυχες, φησίν, ὀξὺ ἔχουσι τὸ στῆθος, ὥσπερ πλοίου πρῴραν λεμβώδους, λέγων λεμβῶδες πλοῖον τὸ μακρὸν καὶ στενόν. ἔστι δὲ τὸ στῆθος αὐτῶν καὶ ἰσχυρὸν τῇ φύσει τῆς σαρκός· ἰσχυροτάτη γὰρ ἡ τοῦ στήθους αὐτῶν σάρξ. καὶ διὰ τί ἰσχυρὰ σαφῶς λέγει.

“或许有人会疑难,鸟类是如何以四个点运动的。” 因为不经审察地观察的人们看到鸟类仅凭双翼飞行(而这等同于以两个点运动),且仅凭双足行走,而他自己已经表明所有有血动物都以四个点运动,所以他现在说,不加考察地观察的人可能会探究鸟类在步行或飞行时是如何以四个点运动的。他首先通过所谓的抗辩来解决这一疑难,随后又通过异议予以解决。他明确指出,并没有说它们是以四个点运动,而是说它们不能以多于四个点运动。因为并不是像它们超越两个点并以多于两个点运动那样,它们也能够超越四个点并以多于这些点运动。因为以多于四个点运动是不可能的;否则它们就会是无血动物了。在如此解决了这一疑难之后,他又通过异议予以解决,说“然而,若肢体被切除,它们也不能飞行”,等等。因为如果有人从臀部将鸟类的双腿切断,它们绝不可能飞行;同样地,即使有人从肩胛处切除它们的双翼,它们也同样不能步行。因此,既然当两个点被切除时它们既不能飞行也不能步行,显而易见它们是以四个点运动的。因为人类在行走中除了移动双足之外,也移动双肩;因为不移动它们而运动是不可能的。在“因为一切事物都[踏在]底层事物之上”这一句中,之所以附加了“直至某一程度”,是因为没有哪条鱼能穿过整个海洋,而是游动到某一程度,也没有哪种陆生动物能走遍整个大地,而是它们也只前进到某一程度。此外,“犹如进入屈从之物”也是合乎情理地附加的;因为如果空气或水是坚硬、抗拒、不屈从也不让位的,空间位移就完全不可能存在。因此显而易见,即使在其他部分没有屈折发生,但至少在全翅类(如蜜蜂)的翅膀以及鸟类的双翼的起点、根基和萌发之处,屈折必然发生在彼处。他说尾羽相当于船的舵;并且在附着处,即尾羽所植根的部位,他说它正是在那里发生弯曲。对于所有直行者而言,尾羽有助于进行此类定向导正;而对于那些不直行、而是如某种发狂的动物般混乱行进者而言,对于这些不直行者,即不走直线者,尾羽对于上述用途即直行是不适宜的。因为全翅类中没有任何一种具有尾羽,因此正如一艘丧失了自身船舵的船被随意漂荡一样,它们也随处乱撞。同样地,对于不善飞行的鸟类,尾羽是没有用处的,反而伸长双腿代替它来飞行。接下来的内容是清晰的。而他所说的“商船”是指极巨大的船只。他还谈到全翅类的这一点:它们翅膀本身的虚弱,以及它们翅膀生出处的虚弱(因为它们并未深植其中),对所说的事情——即它们的飞行变得缓慢——有所作用。他说,对于孔雀而言,尾羽因其巨大以及脱落而完全无用。对于雄孔雀而言,因这两个原因而完全无用,但对于雌孔雀而言,仅因脱落而无用;因为雌孔雀并没有巨大的尾羽。他还说,鸟类,尤其是飞行最快的鸟类,其翅膀的自然本性与全翅类恰恰相反;因为鸟类拥有强劲的翅膀,而全翅类的翅膀则虚弱。此外,他说钩爪鸟类拥有锐利的胸部,如同轻舟状船只的船首,他所说的“轻舟状船只”是指狭长的船只。并且由于其肌肉的本性,它们的胸部也是强有力的;因为它们胸部的肌肉极其强韧。至于为什么强韧,他已清楚地说明了。

语法注2 条
  1. 1.12τῷ δὲ ἅπαντα γὰρ εἰς τὸ ὑποκείμενον πρόσκειται τὸ μέχρι τινός

    中性单数与格定冠词 τῷ 将引述从句 ἅπαντα γὰρ εἰς τὸ ὑποκείμενον 名词化(充当动词 πρόσκειται 的间接宾语),而主语是带冠词的主格短语 τὸ μέχρι τινός,构成“在‘……’一句中附加了‘直至某一程度’”的句法结构。

  2. 1.12κἂν εἰ μὴ κατ’ ἄλλο μόριον γίνεται κάμψις, ἀλλ’ οὖν ὅθεν ἡ ἀρχὴ καὶ ἔκφυσις καὶ ἀναβλάστησις τοῖς μὲν ὁλοπτέροις οἷον μελίτταις τοῦ πτεροῦ, τοῖς δ’ ὄρνισι τῆς πτέρυγος, ἀλλ’ οὖν ἐκεῖσε ἐξ ἀνάγκης κάμψις γίνεται

    针对让步从句 κἂν εἰ μὴ ...,主句的连接小词短语 ἀλλ' οὖν(至少、无论如何)重复出现。第一个 ἀλλ’ οὖν 置于关系副词从句 ὅθεν ... 之前,在插入了冗长的修饰语(τοῖς μὲν ... τῆς πτέρυγος)之后,第二个 ἀλλ’ οὖν 在紧接指示副词 ἐκεῖσε 及主句动词 κάμψις γίνεται 之前再次出现,以恢复并完成主句结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:157.23-159.7