← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§156.4-157.22

无足动物的波动运动与几何证明

米海尔基于《论动物的行进》709a24,探讨无足动物如何在波动运动和蠕动运动中通过屈曲实现前行,并借助几何学中三角形两边之和大于第三边的原理解释了波动运动得以成立的根据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11

" Τὰ δ’ ἄποδα τὰ μὲν κυμαίνοντα προέρχεται." Δείκνυσι διὰ τούτων ὅτι καὶ τὰ ἄποδα διὰ καμπῆς ποιεῖται τὴν κατὰ τόπον μεταβολήν· δείκνυσι δὲ τοῦτο διὰ τοῦ δεῖξαι ὅτι κυμαίνοντα προέρχεται, ἡ δὲ κύμανσις καμπή ἐστιν· ὥστ’ ἐπεὶ τὰ ἄποδα κυμαίνοντα προέρχεται, ἡ δὲ κύμανσις καμπή, καὶ τὰ ἄποδα ἄρα διὰ καμπῆς πρόεισι. φησὶν οὖν ὅτι ἡ κύμανσις διττῶς συμβαίνει· τὰ μὲν γὰρ τῶν κυμαινομένων τὰς καμπὰς ἐπὶ τῆς γῆς ποιεῖται, καὶ ἅπτονται αὐτῆς αἱ καμπαὶ αὐτῶν, ὡς αἱ τῶν ὄφεων, τὰ δὲ οὐ ποιεῖται ἐπὶ γῆς τὰς καμπὰς οὐδὲ ἅπτονται τῆς γῆς αἱ καμπαί, ἀλλ’ ἄνω κάμπτει πρὸς τὸ ἀνάλογον μέρος αὐτῶν ῥάχει, ὡς τὰ ζῷα τὰ καλούμενα κάμπαι· τὰ δὲ κινεῖται δι’ ἰλυσπάσεως, ὡς αἱ βδέλλαι καὶ τὰ καλούμενα γῆς ἔντερα. τίς δέ ἐστιν ἡ ἰλύσπασις καὶ ὅλως τὸ ἰλυσπᾶσθαι, αὐτὸς σαφηνίζει λέγων ταῦτα γὰρ τῷ ἡγουμένῳ προέρχεται, τὸ δὲ λοιπὸν σῶμα πρὸς τοῦτο συνάγουσιν. οἱ γὰρ καλούμενοι ἔντερα γῆς σκώληκες ἐκτείνουσι μὲν τὸ πρόσθεν μέρος αὐτῶν, καὶ γίνεται λίαν λεπτότατον, τὸ δ’ ὄπισθέν ἐστι παχύ· εἶτα μετὰ τὴν ἔκτασιν ἠρεμεῖ μὲν τὸ πρόσθεν, συνάγουσι δὲ πρὸς τοῦτο τὸ ὄπισθεν, καὶ γίνεται τὸ μὲν ἔμπροσθεν παχύ, λεπτὸν ὂν πρότερον, τὸ δ’ ὄπισθεν λεπτόν, παχὺ ὄν. ὅταν μὲν γὰρ ἠρεμῇ τὸ ὄπισθεν, ἐκτείνηται δὲ τὸ ἔμπροσθεν, τοῦτο μὲν λεπτύνεται, τὸ δὲ ἠρεμοῦν παχύνεται· ὅταν δὲ ἠρεμῇ τὸ ἔμπροσθεν, ἕλκηται δὲ καὶ συνάγηται τὸ ὄπισθεν πρὸς αὑτό, λέγω δὴ πρὸς τὸ ἔμπροσθεν, ἀνάπαλιν τὸ μὲν πρόσθεν παχύνεται, λεπτύνεται δὲ τὸ ὄπισθεν. εἰπὼν δὲ ὅτι τὰ μὲν ἐπὶ τῆς γῆς, τὰ δ’ εἰς τὸ ἄνω ποιεῖται τὰς καμπάς, καὶ μεταξὺ εἰπὼν περὶ τῶν ἰλυσπωμένων, πάλιν ἐπανῆκεν ἐπὶ τὰ κυμαίνοντα καί φησι φανερὸν δ’ ὅτι εἰ μὴ αἱ δύο τῆς μιᾶς μείζους ἦσαν,1 οὐκ ἂν ἠδύναντο κινεῖσθαι τὰ κυμαίνοντα τῶν ζῴων. ἔσται δὲ τὸ λεγόμενον σαφὲς ὧδε· ἔστω ἡ γεγονυῖα κάμψις ὑπὸ τοῦ σώματος τοῦ ὄφεως ἡ ΑΒΓ καὶ ἀχθήτω ἀπὸ τοῦ Α πρὸς τὸ Γ ἡ ΑΓ· φανερὸν δὴ ὡς εἴπερ ἴση ἦν ἡ ΑΓ ταῖς δυσὶ ταῖς ΑΒ ΒΓ καὶ μὴ ἐλάττων, οὐκ ἂν ἠδύνατο κινηθῆναι· ἐκτεταμένη γὰρ καὶ μία τις ἦν ἂν εὐθεῖα ἡ ΑΒΓ. εἰ δ’ ἦν ἐκτεταμένη τοσοῦτον, ὅσον οὐκ ἂν ἠδύνατο ἄλλο ταθῆναι, πῶς ἂν ἐκινήθη; τὸ μὲν γὰρ ἰλυσπώμενον, εἰ καὶ τείνεται τὸ πρόσθεν αὑτοῦ ὅσον ἦν δυνατὸν ταθῆναι, ἀλλὰ διὰ τὸ εἶναι τὸ ὄπισθεν εἰς ἑαυτὸ συνηγμένον καὶ ὡσπερεὶ δύο τινὲς βραχύταται στοαὶ ἐχόμεναι ἀλλήλων ἱστάμενον2 συνάγεται πρὸς τὸ πρόσθεν, καὶ ποιεῖ πάλιν στοάς τινας καὶ κάμψεις, καὶ οὕτω παρὰ μέρος ποιοῦν κινεῖται. ἐπὶ δὲ τούτων ἀμήχανον ἦν ὅλως κίνησιν γενέσθαι μὴ μεταβαλλόντων ὥσπερ τὰ ἰλυσπώμενα. εἰ δέ τις λέγει ὅτι κἂν ἴση ἦν ἡ ΑΓ τῇ ΑΒΓ, γέγονεν ἂν καὶ οὕτω κάμψις καὶ μεταβολή, ἴδωμεν εἰ δύναται τοῦτο γενέσθαι ἐπὶ τῆς ΑΓ τῆς ἴσης αὐτῇ. ἔστω ἡ ΑΓ εὐθεῖα καὶ καμπτέσθω κατὰ τὸ Δ, ὡς ἔχει ἡ ΑΔΓ· ἐν τῷ αὐτῷ ἄρα μένει πάλιν τὸ Α σημεῖον, ἐν ᾧ ἦν καὶ πρὸ τοῦ καμφθῆναι κατὰ τὸ Δ· μόνον δὲ τὸ Γ μετέπεσε καὶ τρόπον τινὰ ἐδιπλώθη ἡ ΑΓ, ὥστε δὲ ἀμεῖψαι τόπον οὐδαμῶς.3 φανερὸν ἄρα ὅτι αἱ δύο τῆς μιᾶς μείζους εἰσί, καὶ κινοῦνται κατὰ διάμετρον, ὡς ἔναγχος εἴρηται. ταῦτα εἰπὼν λέγει ὅτι ἐν ἁπάσαις ταῖς μεταβολαῖς καὶ ταῖς διὰ τῶν ποδῶν καὶ ταῖς διὰ κυμάνσεως καὶ ταῖς δι’ ἰλυσπάσεως γινομέναις τὸ κινούμενον ὁτὲ μὲν ἐκτεινόμενον εἰς εὐθὺ προέρχεται, ὁτὲ δὲ συγκαμπτόμενον. αὐτίκα δῆλον τοῦτο ἐπὶ τοῦ ἀνθρώπου· ὁ μὲν γὰρ προωθούμενος καὶ προβαίνων ποὺς ἐκτείνεται εἰς εὐθύ, ὁ δὲ μένων καὶ τὸ βάρος φέρων συγκάμπτεται. τοῦτο δέ, εἴ τις σκοποίη, ὄψεται καὶ ἐπὶ τῶν ὄφεων καὶ τῶν ἄλλων ἀπόδων γινόμενον. καὶ τὰ ἁλλόμενα δὲ ποιεῖται τὴν κάμψιν ἐν τῷ ὑποκειμένῳ μέρει τοῦ σώματος, λέγων ὑποκείμενον τὴν γῆν. δυνατὸν δὲ ἐπὶ τῶν ὑποπόδων ὑποκείμενον ἀκούειν τὰ σκέλη· ὁ γὰρ ἄνθρωπος ἐν τῇ ἅλσει συγκάμπτεται ἐν τοῖς γόνασι. σαφῆ δὲ τὰ ἑξῆς διὰ τὸ πολλάκις εἰρηκέναι περὶ αὐτῶν ἐν τοῖς Περὶ ζῴων μορίων.

“在无足动物中,有的通过波动而前行。” 他通过这些话表明,无足动物也是通过屈曲实现空间位移的;而他通过指出它们是通过波动前行的,并且波动是一种屈曲,来表明这一点;因此,既然无足动物通过波动前行,而波动是一种屈曲,那么无足动物也就是通过屈曲前行的。于是他说,波动以两种方式发生:因为在波动的动物中,有的在地面上形成屈曲,并且它们的屈曲触及地面,如蛇的屈曲;而有的不在地面上形成屈曲,屈曲也不触及地面,而是向着它们相当于脊椎的部分向上弯曲,如被称为毛虫的动物;还有的通过蠕动而运动,如水蛭和所谓的蚯蚓。至于什么是蠕动,以及总体而言蠕动是什么意思,他自己通过说“因为这些动物依靠前导部分前行,并将身体的其余部分向此收拢”予以阐明。因为被称为蚯蚓的蠕虫伸展它们的前部,它变得极其纤细,而后部是粗的;接着在伸展之后,前部静止,它们将后部向此收拢,于是先前纤细的前部变粗,而先前粗厚的后部变细。因为当后部静止而前部伸展时,后者变细,而静止的部分变粗;但当前部静止,而后部被拖拽并向自身即向前部收拢时,相反地,前部变粗,而后部变细。在说了有的在地面上、有的向上形成屈曲,并且在中间讨论了蠕动的动物之后,他再次回到波动的动物,并说:“显而易见,若非两[边]大于一[边],波动的动物就不可能移动。”所说的意思如下将会明了:设蛇的身体所形成的屈曲为ΑΒΓ,并从Α向Γ引出ΑΓ;显然,如果ΑΓ等于ΑΒ与ΒΓ这两者而不是小于它们,它就不可能移动;因为ΑΒΓ本会是一条被拉直的单一直线。如果它被拉直到了不可能再拉伸的程度,它又怎能移动呢?因为就蠕动的动物而言,即使其前部在可能拉伸的范围内充分伸展,但由于后部收拢于自身,如同两座彼此相连且极短的拱廊般挺立,它向前部收拢,并再次形成若干拱廊和屈曲,如此交替进行而移动。但对于这些动物而言,如果不像蠕动的动物那样改变形态,就根本不可能产生运动。如果有人说,即使ΑΓ等于ΑΒΓ,也同样会产生屈曲和变化,那么让我们看看在等于它的ΑΓ上是否可能发生这种情况。设ΑΓ为一直线,并在Δ处弯折,如同ΑΔΓ那样:那么Α点重新留在它在Δ处弯折之前所在的同一位置;唯有Γ改变了位置,且ΑΓ在某种程度上被对折了,以至于完全没有变换空间位置。由此显见,两[边]大于一[边],并且它们如刚才所说的那样沿对角线移动。在说了这些之后,他说,在一切位移中——无论是由足进行的、由波动进行的,还是由蠕动进行的——移动之物有时向直向伸展而前行,有时则屈折而前行。这在人身上立刻显而易见:因为向前推进并迈出的脚向直向伸展,而留着并承受重量的脚则屈折。并且,如果有人加以考察,就会看到这在蛇以及其他无足动物身上也同样发生。此外,跳跃的动物也在身体的“底层部分”形成屈曲,他所说的“底层”是指地面;或者对于有足动物而言,也可以将“底层”理解为腿部,因为人在跳跃时双膝屈折。随后的内容是清晰的,因为他在《论动物的部分》中已多次谈及它们。

语法注3 条
  1. 1.11εἰ μὴ αἱ δύο τῆς μιᾶς μείζους ἦσαν

    该表达以前提性的几何学基本命题(三角形任意两边之和大于第三边)为背景。阴性数词“αἱ δύο”和“τῆς μιᾶς”省略了“线/边”(γραμμαί / πλευραί),其中“τῆς μιᾶς”作为比较属格受“μείζους”支配。

  2. 1.11ὡσπερεὶ δύο τινὲς βραχύταται στοαὶ ἐχόμεναι ἀλλήλων ἱστάμενον

    分词“ἱστάμενον”在性、数、格上与前文的中性主语短语“τὸ ὄπισθεν”(后部)一致。紧接其前的主格比喻短语“ὡσπερεὶ δύο τινὲς βραχύταται στοαὶ ἐχόμεναι ἀλλήλων”将蠕虫后部拱起矗立的状态比作彼此相连的短小柱廊(στοαί)。

  3. 1.11ὥστε δὲ ἀμεῖψαι τόπον οὐδαμῶς

    表结果的“ὥστε+不定式”结构。副词“οὐδαμῶς”否定并修饰不定式“ἀμεῖψαι”,表达出单纯将直线折叠绝不会产生任何空间移动(μεταβολὴ κατὰ τόπον)这一推论结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:156.4-157.22