← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§155.6-156.3

直立行走动物腿部屈曲的几何证明

米海尔通过幼儿、残障者和大象的例子考察了肢体是否屈曲,借助直角三角形的几何论证解释了直立行走动物为何必须屈腿,并从词类角度对原文中“在那个时刻(τότε)”一词作了语法注释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10#3

Ταῦτα εἰπὼν λέγει ὅτι ἐνδέχεται καὶ κινεῖσθαι μὴ ἔχοντος καμπὴν τοῦ σκέλους,1 ὥσπερ ἕρπουσιν τὰ παιδία καὶ οἱ κεκομμένους ἔχοντες τοὺς πόδας καὶ βαδίζοντες διὰ τῶν γονάτων. ἀλλὰ κἂν ἐν τοῖς σκέλεσι τῶν παιδίων καὶ τῶν ἀναπήρων οὐ γίνεται κάμψις, ἐν τοῖς γε ἰσχίοις ἐξ ἀνάγκης γίνεται. καὶ ὁ παλαιὸς δὲ λόγος ὁ λέγων τοὺς ἐλέφαντας βαδίζειν χωρὶς κάμψεων ψευδής ἐστι· κινεῖται γὰρ καὶ οὗτος ἐν ταῖς ὠμοπλάταις ἢ τοῖς ἰσχίοις κάμψεως γινομένης. ἀλλ’ ὀρθὸν μὲν χωρὶς τῆς τοῦ σκέλους κάμψεως οὐδὲν κινεῖται· οἱ δ’ εἰρημένοι ἀνάπηροι καὶ οἱ ἐν ταῖς παλαίστραις διὰ τῆς κόνεως προϊόντες ἐπὶ τῶν γονάτων, οὗτοι κινοῦνται χωρὶς τῆς τῶν σκελῶν κάμψεως. εἰπὼν δὲ ὅτι οὐδὲν ὀρθὸν κινεῖται χωρὶς τῆς τῶν σκελῶν κάμψεως, τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν ‘ἐπεὶ γὰρ πολύ ἐστι τὸ ἄνω μέρος τὸ ἀπὸ κεφαλῆς ἄχρι τῶν ἰσχίων, δεῖ μακρὰ εἶναι καὶ τὰ κῶλα, ἵνα ᾖ σύμμετρα πρὸς τὰ ἄνω. εἰ οὖν δεῖ καὶ ταῦτα μακρὰ εἶναι, ἀναγκαῖον κάμψιν γίνεσθαι διὰ τὸ ὀρθογώνιον γίνεσθαι τρίγωνον, καὶ γίνεσθαι τὴν κάμψιν ἢ ἐν τῷ γόνατι ἢ ἐν τῇ πτέρνῃ καὶ τῷ λοιπῷ μέρει ἄχρι τῶν δακτύλων. ἀλλ’ εἰ μὲν ἐν τῇ πτέρνῃ καὶ τῷ ἐφεξῆς αὐτῇ ἄχρι τοῦ μικροῦ δακτύλου ἢ ἄχρι τοῦ μεγάλου, καταπεσεῖται διὰ τὸ τὴν ὀρθὴν ἐλάττονα ἤτοι ὀξεῖαν γίνεσθαι·2 εἰ δὲ προβεβηκότος θατέρου σκέλους μένει ἡ τοιαύτη γωνία ὀρθή, λέγω δὴ τὴν γινομένην ὑπὸ τοῦ μένοντος ποδός, ὁμοίως δὲ μενεῖ καὶ τὸ σκέλος ἄκαμπτον, μεῖζον ἔσται ἴσον ὄν, τουτέστιν ἔσται τὸ προβεβηκὸς σκέλος καὶ μεῖζον καὶ ἴσον τῷ ἀποβεβηκότι, ὃ ἀδύνατον, μεῖζον μὲν διὰ τὸ ὑποτείνειν τὴν ὀρθὴν γωνίαν καὶ διὰ τὸ δύνασθαι τὴν ἠρεμοῦσαν καὶ τὴν ὑποτείνουσαν (εἰπὼν νῦν καταχρώμενος ὑποτείνουσαν τὴν βάσιν) ἴσον δέ, διότι κάμψις οὐ γέγονε τοῦ ἀποβεβηκότος ποδός, ἵν’ ἐλάσσων τοῦ προβεβηκότος διὰ τῆς κάμψεως γένηται’. καὶ συμπεραίνεται λέγων ἀνάγκη ἄρα κάμπτεσθαι τότε προϊόν. τὸ δὲ τότε οὐκ ἔστι δύο μέρη λόγου, τὸ τό ἄρθρον καὶ ὁ τέ σύνδεσμος,3 ἀλλ’ ἓν μέρος χρόνου δηλωτικόν, καὶ ἔστι τὸ λεγόμενον τοιοῦτον ‘τότε καθ’ ὃν χρόνον προβαίνει θάτερος τῶν ποδῶν, ἀνάγκη κάμπτεσθαι τὸν μένοντα, καὶ ἅμα τῷ τοῦτον κάμψαι ἀνάγκη τὸν ἕτερον ἐκτείνεσθαι. κεφαλὴν δὲ λέγει τὴν τοῦ βαδίζοντος, οἷον τὴν τοῦ Σωκράτους· ὅταν γάρ, ὡς εἴρηται, κάμπτῃ ὁ πούς, ἡ τούτου κεφαλὴ κατωτέρω γίνεται.

在说了这些之后,他说,即使腿部没有屈曲,也是可能移动的,就如同幼儿爬行,以及那些被截去双足而用膝盖行走的人一样。但是,即使在幼儿和残障者的腿部不发生屈曲,在髋部也必然发生屈曲。并且那条认为大象无屈曲行走的古老传闻也是虚假的;因为这种动物也是在肩胛或髋部发生屈曲时移动的。但是,没有任何直立之物能在没有腿部屈曲的情况下移动;而前述的残障者以及在角力场中借着尘土用双膝前行的人,这些人是在没有腿部屈曲的情况下移动的。在说了没有任何直立之物能在没有腿部屈曲的情况下移动之后,他补充了其原因,说:“因为从头部直到髋部的上部很大,肢体也必须很长,以便与上部相称。那么,如果这些肢体也必须很长,就必然因为形成直角三角形而发生屈曲,并且屈曲必然发生在膝盖,或者发生在脚后跟以及直到脚趾的其余部分。但是,如果在脚后跟以及接续其后直到小脚趾或大脚趾的部分发生屈曲,就会因为直角变小即变成锐角而倒下;而如果当另一条腿迈出时,这样的角保持为直角——我指的是由静止的脚所构成的角——并且腿同样保持不弯曲,那么它在相等的同时将是更大的,也就是说,迈出的腿对于落后的腿而言将既是更大的又是相等的,这是不可能的:其更大是由于对向直角,并且其幂等于静止的[边]和对向的[边](他现在借用‘对向的[边]’指代底边),而其相等则是由于落后的脚没有发生屈曲,以便通过屈曲变得小于迈出的腿。”接着他得出结论说:“因此,在那个时刻前行之物必然屈曲。”而“在那个时刻”并不是两个词类,即冠词“那个”和连词“并且”,而是表示时间的一个词类,所说的意思乃是:“在双足之一迈出的那个时刻,静止的[脚]必然屈曲,并且在这一只屈曲的同时,另一只必然伸展。”而他所说的“头”是指行走者的头,例如苏格拉底的头;因为正如所说的那样,当脚屈曲时,他的头就会变得更低。

语法注3 条
  1. 1.10μὴ ἔχοντος καμπὴν τοῦ σκέλους

    独立属格结构,主语为 τοῦ σκέλους,分词为 μὴ ἔχοντος,在语义上表示让步或条件(“即使腿部没有屈曲”)。

  2. 1.10καταπεσεῖται διὰ τὸ τὴν ὀρθὴν ἐλάττονα ἤτοι ὀξεῖαν γίνεσθαι

    主节动词为 καταπεσεῖται(第三人称单数将来时),διὰ τό + 不定式从句(τὴν ὀρθὴν... γίνεσθαι)构成表示原因的介词短语。τὴν ὀρθὴν[省略 γωνίαν]是不定式在语义上的主语,ἐλάττονα ἤτοι ὀξεῖαν 为其表语补足语。

  3. 1.10τὸ δὲ τότε οὐκ ἔστι δύο μέρη λόγου, τὸ τό ἄρθρον καὶ ὁ τέ σύνδεσμος

    语法辨析句。此处排除了将亚里士多德原文中的 τότε 误读或分写为冠词 τό 与连词 τέ 两个词的解说,断定其为表示时间的单一词类(副词)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:155.6-156.3