← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§154.1-155.6

腿部屈曲的几何证明与行走时的身体起伏

米海尔依据亚里士多德的原文字句重申了行走时腿部屈曲的几何证明,提到了大象在髋关节而非膝部屈曲的例外,并通过头戴芦苇笔沿墙行走画出波折线的例子说明了身体起伏的现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10#2

ἡ μὲν οὖν δεῖξις, δι’ ἧς δείκνυσιν ὅτι τὰ βαδίζοντα κάμπτουσιν, αὕτη, καὶ προείρηται ἡμῖν χάριν τοῦ σαφοῦς· μετιτέον δὲ καὶ κατὰ τὰς λέξεις. ἀνάγκη, φησίν, θατέρου προβαίνοντος σκέλους θατέρου ποιεῖσθαι κάμψιν. ἐπεὶ γὰρ τὰ κῶλα, ἤτοι τὰ τοῦ Σωκράτους σκέλη, ἴσα ἐστὶ τῷ μήκει καὶ ἀντίστοιχα ἤτοι ἀντικείμενα ὡς τὰ πρός τι (τὸ γὰρ δεξιὸν καὶ ἀριστερὸν τῶν πρός τι) καὶ ἀναγκαῖόν ἐστι τὸ ὑφεστηκὸς καὶ φέρον τὸ βάρος τοῦ λοιποῦ σώματος κατὰ κάθετον, ὡς εἴρηται, ἐν τῇ γῇ ἵστασθαι, ὅταν δὲ προβῇ φέρε εἰπεῖν τὸ δεξιὸν σκέλος, γίνεται τοῦτο τὸ δεξιὸν ἡ ὑποτείνουσα τὴν ὀρθὴν γωνίαν καὶ δυναμένη τὸ μένον1 μέγεθος καὶ τὴν μεταξύ,2 τουτέστι καὶ γίνεται ὃ δύναται τετράγωνον ἴσον τοῖς ἀπὸ τοῦ ἀριστεροῦ σκέλους καὶ τῆς βάσεως ἀναγραφομένοις τετραγώνοις, ἐπεὶ οὖν, ὡς εἴρηται, ἴσα εἰσὶ τὰ δύο σκέλη τῷ μήκει, ἐν δὲ τῇ προβάσει γίνεται τὸ προβεβηκὸς μεῖζον τοῦ μένοντος, ἀνάγκη καμφθῆναι τὸ μένον· οὕτω γὰρ γενήσεται ἔλαττον τοῦ προβεβηκότος ἴσον ὄν. εἰπὼν δὲ ὅτι ἀνάγκη καμφθῆναι τῷ γόνατι ἐπήγαγεν ἢ ἐν τῇ συγκάμψει. ὁ γὰρ ἐλέφας διὰ τὸ μὴ ἔχειν γόνατα τὴν κάμψιν ἐν τῇ συγκάμψει ποιεῖται, λέγων σύγκαμψιν τὴν γενομένην ἐν τῷ ἰσχίῳ κάμψιν. ἀλλὰ καὶ σημεῖον, φησί, τοῦ κάμπτεσθαι τὸν μένοντα πόδα ἐν τῇ κατὰ τόπον μεταβολῇ καὶ ἐλάττω μὲν αὐτὸν γίνεσθαι, μείζω δὲ τὸν προβεβηκότα καὶ τὸ συμβαῖνον ἐπὶ τοῦ βαδίζοντος παρὰ τοῖχον. εἰ γὰρ νοήσομεν ἄνθρωπον βαδίζοντα παρὰ τοῖχον καὶ ἔχοντα ἐν τῇ κεφαλῇ αὑτοῦ κάλαμον μετὰ μέλανος καὶ ἁπτόμενον τοῦ τοίχου, ἡ γραφομένη ἐν τῷ τοίχῳ γραμμὴ διὰ τοῦ μέλανος οὐ γίνεται εὐθεῖα, ἀλλὰ σκολιὰ ὥσπερ ἡ προκειμένη ἡ ΑΒΓΔΕΖ. Α Γ Ε Β Δ Ζ ὅταν γὰρ προβάληται θάτερον τῶν ποδῶν ὁ Σωκράτης καὶ ἐλάσσων ἑαυτοῦ γένηται διὰ τὴν κάμψιν, ἀνάγκη γράφεσθαι τὴν ΑΒ, ὅταν δὲ τοῦτον μὲν ἀπερείσηται πρὸς τὴν γῆν, ἕλκῃ δὲ τὸν λοιπόν, γράφεται ἡ ΒΓ, ἕως ἂν ἐξισωθῇ τῷ μένοντι. ὅταν γὰρ ἕλκῃ τὸν ἀποβεβηκότα, οἱονεὶ αἴρεται καὶ μείζων γίνεται· γράφεται οὖν ἕως τῆς ἐξισώσεως ἀμφοῖν τοῖν ποδοῖν ἡ ΒΓ. ἐπειδὰν δὲ ἄρξηται προβαίνειν ὁ κινούμενος, εὐθὺ γράφεται ἡ ΓΔ διὰ τὸ πάλιν ταπεινοῦσθαι ἐν τῇ συγκάμψει. τὰ δ’ αὐτὰ καὶ ἐπὶ τῆς ΔΕ καὶ ΕΖ ῥητέον. ἀλλὰ κἂν παρὰ τοῖχον τις βαδίζῃ ἰσουψῆ αὐτῷ, ἄλλος δέ τις κἀκεῖνος ἰσουψὴς τῷ τοίχῳ ἵσταται ἐπὶ θάτερον μέρος τοῦ τοίχου, οὐ συνεχῶς ὁρᾷ τὴν τοῦ βαδίζοντος κορυφήν, ἀλλ’ ὅταν μὲν προβάλλῃ ὁ βαδίζων τὸν πόδα, οὐχ ὁρᾷ τὴν κορυφὴν αὐτοῦ διὰ τὸ ταπεινοῦσθαι καὶ βραχύτερον γίνεσθαι, ὅταν δὲ ἕλκῃ τὸν ἀποβεβηκότα, ὁρᾷ διὰ τὸ αἴρεσθαι καὶ ἐπιμήκη γίνεσθαι.

那么,他用来证明行走之物屈曲[肢体]的论证就是这样的,为了清楚起见,我们预先作了说明;但我们也必须按照原文字句逐一阐释。他说:“必然的是,当一条腿前行时,另一条腿进行屈曲。”因为四肢——即苏格拉底的双腿——在长度上是相等的,并且是对应的,即作为相对物而互相对立(因为右和左属于相对物),而且正如所说的那样,承受其余身体重量并支撑之物必然垂直地伫立在地面上,而当例如右腿向前迈出时,这条右腿就变成了对向直角的斜边,其幂等于静止的量度和它们之间的[距离]的幂——也就是说,它所能构成的正方形等于在左腿和底边上所作的正方形之和——因此,正如所说的那样,既然两条腿在长度上相等,但在迈出时迈出的那条腿大于静止的那条腿,那么静止的那条腿必然屈曲;因为只有这样,它才会变得小于迈出的那条腿,尽管本来是相等的。在说必然在膝部屈曲之后,他补充道:“或在关节处。”因为大象由于没有膝盖,是在关节处进行屈曲的,他把在髋关节处产生的屈曲称为“关节”。此外,他说,静止的足在空间位置的变化中屈曲并变小、而迈出的足变大的一个证据,就是沿墙行走之人身上所发生的情况。因为如果我们设想一个人沿着墙行走,头上带着蘸有墨水的芦苇笔并接触着墙壁,那么通过墨水在墙上画出的线并不是一条直线,而是一条波折的线,就如同摆在我们面前的 ΑΒΓΔΕΖ 一样: Α Γ Ε Β Δ Ζ因为当苏格拉底迈出双足之一,并由于屈曲而变得比自身矮小时,必然画出 ΑΒ;而当他将这只脚踏在地上并拖动其余那只脚时,就画出 ΒΓ,直到它与静止的脚持平。因为当他拖动落后的脚时,他可以说是被抬高并变得更高大;因此直到双足持平为止,画出的是 ΒΓ。而当运动的脚开始向前迈出时,由于在屈折中再次变低,立刻画出 ΓΔ。对于 ΔΕ 和 ΕΖ 也必须作同样的说明。再者,即使有人沿着一堵与自己等高的墙行走,而另一个人也与墙等高地站在墙的另一侧,他也不能持续看到行走者的头顶,而是当行走者向前迈足时,由于变低变矮,他看不到其头顶,但当拖动落后的脚时,由于被抬高并伸长,他就能看到头顶。

语法注2 条
  1. 1.10ἐπεὶ γὰρ τὰ κῶλα... ἐπεὶ οὖν, ὡς εἴρηται... ἀνάγκη καμφθῆναι τὸ μένον

    包含长距离复收(resumption)的长句结构。句首的原因从句 ἐπεὶ γάρ...(因为四肢……)由于插入了右腿前行构成直角三角形等几何学阐释而拉长,随后通过 ἐπεὶ οὖν, ὡς εἴρηται...(因此,正如所说……既然……)重新引出并总结原因,最终落实到主句 ἀνάγκη καμφθῆναι τὸ μένον(静止的那条腿必然屈曲)。

  2. 1.10δυναμένη τὸ μένον μέγεθος καὶ τὴν μεταξύ

    希腊几何学中动词 δύναμαι 的专门用法,意为“其平方等于……(的平方之和)”(支配受词短语)。米海尔紧接着用“τουτέστι καὶ γίνεται ὃ δύναται τετράγωνον ἴσον...”(即其所能构成的正方形等于……)对这一表达作了互文释义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:154.1-155.6