- 底本
- Michael, In librum de animalium incessu commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 135-170. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:152.22-153.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔对亚里士多德708b21进行注解,阐明静止与屈曲对空间运动是必不可少的,并通过运用等腰三角形和直角三角形的几何论证,证明在行走时伫立支撑的腿必须在膝部屈曲。
" Ὅτι δ’ εἰ μηθὲν ἦν ἠρεμοῦν, οὐκ ἂν ἦν κάμψις οὐδ’ εὔθυνσις, ἐκ τῶνδε δῆλον." Λαβὼν ὅτι πᾶσα ἡ κατὰ τόπον μεταβολὴ ἐξ ἠρεμούντων καὶ κινουμένων σημείων γίνεται, νῦν προτίθεται δεῖξαι αὐτό, καί φησιν εἰ μηθὲν ἦν ἠρεμοῦν, οὐκ ἂν ἦν κάμψις· ἀλλὰ μὴν τὸ ἡγούμενόν ἐστιν, 〈ἔστιν〉 ἄρα καὶ τὸ λῆγον. καὶ ὅτι ἡ κάμψις ἐξ ἠρεμοῦντός τινος γίνεται, δῆλον· εἰ γὰρ μὴ ἦν τὸ ἠρεμοῦν, πῶς ἂν ἔκτασις θατέρου σκέλους ἐγεγόνει, ἵνα συγκάμψῃ αὐτὸ τὸ μένον; καὶ ὅλως πᾶν τὸ καμπτόμενον ἠρεμοῦν πρότερον ἐν τῷ εὐθεῖ οὕτω κάμπτεται. τὸ δὲ λῆγον διὰ πολλῶν δείκνυσιν, καὶ πρῶτον λίαν σαφῶς ὑπομιμνήσκει τί ἐστιν κάμψις, διὰ τὸ περὶ αὐτῆς εἰπεῖν καὶ ἐν τῷ τετάρτῳ τῶν Μετεώρων. λέγει δὲ καὶ ὅτι ἐν ἁπάσαις ταῖς εἰρημέναις μεταβολαῖς, οἷον ταῖς διὰ ποδῶν καὶ καμπῶν γινομέναις, ἀνάγκη τὴν κάμψιν ἢ τὴν εὔθυνσιν πρὸς ἓν σημεῖον γίνεσθαι. καὶ ἐπὶ μὲν τῶν ὑποπόδων δῆλον· κάμπτουσι γὰρ ἐν τῷ γόνατι καὶ ἐν αὐτῷ ἢ δι’ αὐτοῦ πάλιν τὴν εὔθυνσιν ποιοῦνται· καὶ ἐπὶ τῶν ἀπόδων ὁμοίως. οὐ λέγει δὲ διὰ σημείου ἀμεροῦς, οἷόν ἐστι τὸ μαθηματικόν, γίνεσθαι τὴν κάμψιν καὶ τὴν εὔθυνσιν, ἀλλὰ διὰ φυσικοῦ. εἰπὼν δὲ ὅτι εἰ μὴ ἔστι στάσις καὶ ἠρεμία, κάμψις οὐκ ἔστιν, ἐπήγαγεν ἀλλὰ μὴν κάμψεως μὴ οὔσης οὔτε πορεία οὔτε νεῦσις οὔτε πτῆσις ἂν εἴη. ταῦτα εἰπὼν δείκνυσιν ὅτι ἀνάγκη κάμψιν γίνεσθαι ἐν ταῖς κατὰ τόπον μεταβολαῖς. πρῶτον δὲ δείκνυσιν τοῦτο ἐπὶ τῶν διπόδων· ἡ δὲ δεῖξις αὕτη ἁρμόζει καὶ ἐπὶ πάντων τῶν πολυπόδων· εἶτα δείκνυσιν τοῦτο καὶ ἐπὶ τῶν ἀπόδων. δείκνυσι δὲ τοῦτο γραμμικῶς καὶ ὅ φασι γεωμετρικαῖς ἀνάγκαις οὕτω. νενοήσθω ὁ Σωκράτης ἱστάμενος μηδέτερον ἔχων τῶν ποδῶν προβεβηκότα·1 δῆλον δὴ ὅτι πρὸς ὀρθὰς γωνίας ἵσταται. πᾶν γὰρ τὸ ἑστὸς πρὸς ὀρθὰς ἵσταται γωνίας· εἰ γὰρ ἡ μὲν τῶν γωνιῶν γένηται ὀξεῖα, θατέρα δ’ ἀμβλεῖα, πίπτει τὸ ἑστὸς καθ’ ὃ μέρος ἡ ὀξεῖα γίνεται γωνία. ἀλλὰ μὴν καὶ τοῦτο δῆλον ὡς ἱσταμένου τοῦ Σωκράτους γίνεται τρίγωνον ἰσοσκελὲς ἔχον κορυφὴν μὲν τὴν ἕδραν ἀφ’ ἧς ἡ ξηρὰ ἐξέρχεται περίττωσις, σκέλη δὲ αὐτὰ τὰ τοῦ Σωκράτους σκέλη, βάσιν δὲ τὴν ἐν τῇ γῇ ἀπὸ θατέρας πτέρνης εἰς θατέραν γραφομένην εὐθεῖαν. ἀρχέσθω οὖν τοῦ βαδίζειν ὁ Σωκράτης, καὶ προβεβλήσθω τὸν δεξιόν, εἰ τύχῃ, πόδα. δῆλον δὴ ὅτι ἐπεὶ ὁ ἀριστερὸς ἵσταται καὶ τὸ βάρος φέρει τοῦ παντὸς σώματος, πρὸς ὀρθὴν ἵσταται· εἰ γὰρ μὴ πρὸς ὀρθὴν ἵστατο, ἐπεπτώκει ἄν, ὡς εἴρηται. γίνεται οὖν πάλιν καὶ μετὰ τὴν τοῦ δεξιοῦ ποδὸς πρόβασιν τρίγωνον ὀρθογώνιον, ἔχον ὑποτείνουσαν τὴν ὀρθὴν γωνίαν τὸν προβεβηκότα πόδα ἤγουν τὸν δεξιόν. καὶ ἐπεὶ δέδεικται ὅτι ἐν τοῖς ὀρθογωνίοις τριγώνοις τὸ ἀπὸ τῆς ὑποτεινούσης τὴν ὀρθὴν γωνίαν τετράγωνον2 ἴσον ἐστὶν τοῖς ἀπὸ τῶν τὴν ὀρθὴν γωνίαν περιεχουσῶν τετραγώνοις, δῆλον ὅτι καὶ ἡ ὑποτείνουσα τὴν ὀρθὴν γωνίαν (αὕτη δ’ ἐστὶν τὸ δεξιὸν σκέλος) μείζων ἐστὶν ὁποιασοῦν τῶν λοιπῶν, διά τε τοῦτο καὶ δι’ ἄλλο πάλιν θεώρημα, ἐν ᾧ δείκνυται ὅτι ἡ μείζων πλευρὰ τὴν μείζω γωνίαν ὑποτείνει. ὥστε τὸ δεξιὸν σκέλος διά τε τὸ τὴν μείζονα γωνίαν ὑποτείνειν μεῖζόν ἐστι τοῦ ἀριστεροῦ σκέλους καὶ διὰ τὸ τὸ ἀπ’ αὐτοῦ τετράγωνον ἴσον εἶναι τοῖς ἀπὸ τῶν λοιπῶν δύο. ἦν δὲ τὸ δεξιὸν σκέλος καὶ ἴσον τῷ ἀριστερῷ πρὸ τοῦ προβῆναι· φανερὸν ἄρα ὅτι ἐκάμφθη τὸ ἀριστερὸν κατὰ τὸ γόνυ, καὶ γέγονεν ἐν τῇ συγκάμψει καὶ οἱονεὶ διπλώσει ἔλαττον τοῦ δεξιοῦ. ἀνάγκη ἄρα κάμπτεσθαι τὸ ἱστάμενον σκέλος καὶ φέρον τὸ λοιπὸν ἅπαν σῶμα, καὶ τὸ μὲν ἀπὸ τοῦ γόνατος ἄχρι τῆς πτέρνης ἵστασθαι πρὸς ὀρθήν, τὸ δὲ ἀπὸ τοῦ ἰσχίου ἄχρι τοῦ γόνατος κάμπτεσθαι.
“如果没有任何静止之物,就不会有屈曲也不会有伸展,这从以下几点中显而易见。” 在认定一切空间位置的变化都是由静止的点和运动着的点产生之后,他现在打算证明这一点,并说:“如果没有任何静止之物,就不会有屈曲”;但前件确实成立,因此后件也成立。屈曲产生于某种静止之物是显而易见的;因为如果静止之物不存在,另一条腿的伸展又怎能发生,以使保持静止的那条腿能配合它而屈曲呢?一般而言,凡是屈曲之物,都是先在直线上静止,然后才这样屈曲的。他通过许多论据来证明这后件,首先极其清楚地提醒人们屈曲是什么,因为在《气象学》第四卷中他也谈论过它。他还说,在所有前述的变化中,例如通过足和弯曲而产生的变化中,屈曲或伸展必然是相对于某一个点产生的。这在有足动物身上是显而易见的;因为它们在膝部屈曲,并在膝部或通过膝部再次进行伸展;在无足动物身上也是如此。但他并不是说屈曲和伸展是通过没有部分的点——例如数学上的点——产生的,而是通过物理的点产生的。在指出“如果没有停顿和静止,就没有屈曲”之后,他接着补充道:“此外,如果没有屈曲,既不会有行走,也不会有游行或飞行。”说过这些之后,他证明了在空间位置的变化中必然产生屈曲。他首先在二足动物身上证明了这一点;这一证明也适用于所有多足动物;然后他在无足动物身上也证明了这一点。他以画线的方式、并如人们所说的以几何必然性证明了这一点,过程如下。设想苏格拉底伫立着,双足均未向前迈出;显而易见,他是以直角伫立的。因为凡是伫立之物都是以直角伫立的;若其中一个角变为锐角而另一个角变为钝角,伫立之物就会向形成锐角的那一侧跌倒。但这同样显而易见:当苏格拉底伫立时,形成了一个等腰三角形,其顶点是排出干燥排泄物的臀部,两边是苏格拉底的双腿本身,底边则是在地面上从一只脚后跟画到另一只脚后跟的直线。那么,让苏格拉底开始行走,并假设他迈出了右足。显而易见,由于左腿伫立并支撑整个身体的重量,它是以直角伫立的;因为如果不是以直角伫立,正如所说的那样,他早就跌倒了。因此在迈出右足之后,又形成了一个直角三角形,其对向直角的斜边是迈出的那只足即右腿。既然已经证明在直角三角形中,对向直角的边上的正方形等于夹直角的各边上的正方形之和,那么显然对向直角的边(即右腿)也大于其余两条边中的任何一条,这既因为前述定理,又因为另一个定理,该定理证明了较大的边对向较大的角。因此,右腿既因为对向较大的角,又因为其上的正方形等于其余两边上的正方形之和,而大于左腿。然而在迈出之前,右腿与左腿是相等的;因此显然左腿在膝部屈曲了,并在屈折和可以说是折叠的状态中变得小于右腿。所以,伫立并支撑整个其余身体的那条腿必然屈曲,并且从膝部到脚后跟的部分以直角伫立,而从髋关节到膝部的部分则屈曲。
- 1.10νενοήσθω ὁ Σωκράτης ἱστάμενος μηδέτερον ἔχων τῶν ποδῶν προβεβηκότα
第三人称完成时被动命令语气 νενοήσθω 是希腊数学论证中引入假设或作图设定的标准程式(“设想……为……”)。其主语为 ὁ Σωκράτης,并由分词 ἱστάμενος 和 ἔχων 修饰;完成时分词 προβεβηκότα 作谓语性宾格,修饰 ἔχων 的宾语 μηδέτερον τῶν ποδῶν。
- 1.10τὸ ἀπὸ τῆς ὑποτεινούσης τὴν ὀρθὴν γωνίαν τετράγωνον
介词短语 ἀπὸ τῆς ὑποτεινούσης... 修饰 τετράγωνον(正方形),是几何学中表示“以……边为基础作出的正方形”的固定程式。分词 ὑποτεινούσης 与被省略的阴性名词 πλευρᾶς 一致,并带宾语 τὴν ὀρθὴν γωνίαν(直角),即“对向直角的边上的正方形”。
