- 底本
- Michael, In librum de animalium incessu commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 135-170. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:151.34-152.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了708b1,阐明一足或三足动物因缺乏支撑、无法迈步或两侧不对称而不能正常行走的理由。随后他解释了多足动物何以能凭借其余足拖带残缺部分而以奇数足行走,并说明了动物在止步时如何收齐四肢恢复静止姿态。
" Τὸ μὲν γὰρ οὐδὲν ὅλως ὑπόστημα ἔχει." Τουτέστι τὸ ἔχον μόνον ἕνα πόδα ὅλως ὑπόστημα καὶ ἔρεισμα οὐκ ἔχει. εἰ δέ τις τῶν ἀνθρώπων ἕνα μόνον ἔχων πόδα δυνηθῇ στῆναι, ἀλλὰ τί ἂν ἐκτείνειεν, ἵνα τὴν βάδισιν ποιήσηται;1 τὸ δὲ τρίπουν κατὰ μὲν θάτερον τοῖν μεροῖν, ἐν ᾧ τοὺς δύο πόδας ἔχει, ἴσως δυνήσονται ἆραι οἱ δύο πόδες τὸ πᾶν τοῦ σώματος βάρος καὶ στῆναι· κατὰ δὲ τὴν ἑτέραν ἀντίθεσιν, τουτέστι κατὰ δὲ θάτερον μέρος, ᾗ τὸν ἕνα ἔχει πόδα, εἰ ἄρῃ τὸ βάρος, πόνον ἕξει, εἰ τέως, ὡς εἴρηται, ἆραι δυνηθείη τὸ βάρος ὁ εἷς. ὥστε ἐπιχειροῦν διὰ τῶν τριῶν ποδῶν βαδίζειν ἀνάγκη πίπτειν. τὰ δὲ πολύποδα δύναται καὶ διὰ περιττῶν βαδίζειν διὰ τὸ δύνασθαι ἰᾶσθαι τὴν κολόβωσιν τῶν ἀντιστοίχων ἤγουν τῶν ἐν θατέρῳ μέρει ποδῶν ὑπὸ τοῦ πλήθους2 τῶν τε ἐν τούτῳ τῷ μέρει ποδῶν καὶ τῶν ἐν τῷ ἑτέρῳ· γίνεται γάρ, φησί, τούτοις οἷον ἔφελξις τοῦ πεπηρωμένου μορίου τοῖς ἄλλοις,3 λέγων τούτοις μὲν τοῖς ζῴοις, ἄλλοις δὲ τοῖς ποσί. τὸ δὲ λεγόμενόν ἐστιν ὅτι τοῖς κολοβωθεῖσι ζῴοις γίνεται τοῦ πεπηρωμένου μορίου ἔφελξις διὰ τῶν ἄλλων ποδῶν· ἕλκουσι γὰρ τὸ στερηθὲν μόριον τοῦ ἐν αὐτῷ ποδὸς τὰ ἄλλα μέρη τὰ ἔχοντα τοὺς πόδας. σαφῆ δὲ τὰ ἑξῆς. τὸ δὲ προβαίνει δὲ ἀφ’ ἑκατέρου τῶν μερῶν ἐναλλὰξ πορευόμενον καὶ τὰ ἑξῆς δυνάμει τοιοῦτόν ἐστι· τὸ ζῷον κινούμενον οἷον ἵππος ἐπὰν ἠρεμῆσαι μέλλῃ ἔχον, εἰ τύχῃ, προβεβηκότα τὸν ἔμπροσθεν δεξιὸν πόδα καὶ τὸν ἀριστερὸν τὸν ὄπισθεν, ἀποβεβηκότας δὲ τοὺς λοιποὺς προβάλλει καὶ αὐτοὺς καὶ ἵστησιν ἐπίσης τοῖς λοιποῖς,4 καὶ οὕτω γίνεται ἐν τῷ σχήματι, ἐν ᾧ ἦν πρὸ τοῦ ἄρξασθαι τῆς βαδίσεως.
“因为一者全然没有任何支撑。” 也就是说,仅拥有一只足的动物全然没有任何支撑和支架。即使有人仅拥有一只足而能够伫立,但他又能伸展什么来行走呢?另一方面,三足的动物在两部分中它拥有两只足的那一部分上,这两只足或许能够抬起身体的全部重量并伫立;但根据另一相对的方面,也就是说根据它拥有单只足的另一部分,若它抬起重量,将会感到吃力,哪怕暂时如前所说这一只足能够抬起重量。因此,若试图依靠三只足行走,它必然会摔倒。然而多足动物即使依靠奇数足也能够行走,这是由于对应足即另一侧的足的残缺,能够被这一侧以及另一侧的大量足所补救;因为他说,对这些而言,“受损部分由于其余者而发生某种拖带”,在此他说“对这些”是指对动物而言,而“其余者”是指足。其含义是,对于残缺的动物而言,受损部分会通过其余的足发生拖带;因为拥有足的其他部分会拖带被剥夺了其内部之足的那一部分。接下来的文句是清楚的。而“从两侧交替行进并向前迈出”等等文句,其实际含义如下:运动着的动物,例如一匹马,当它打算止步时,如果偶然已经向前迈出了右前足和左后足,而将其余的足留在后方,它便将这些留在后方的足也向前迈出,并使之与其余的足齐平伫立,这样便进入了在开始行走之前所处的那种姿态。
- 1.9ἀλλὰ τί ἂν ἐκτείνειεν, ἵνα τὴν βάδισιν ποιήσηται;
这是紧随条件从句 εἰ ... δυνηθῇ 之后的主句修辞性疑问句,由表示潜能的 ἄν 加上祈愿语气 ἐκτείνειεν 构成。句法上表达了一种不可能:纵使能够单足伫立,也绝无另一肢体可以向前伸展以完成行走。
- 1.9διὰ τὸ δύνασθαι ἰᾶσθαι τὴν κολόβωσιν τῶν ἀντιστοίχων ... ὑπὸ τοῦ πλήθους
由介词 διά 支配带有冠词的不定式短语 δύνασθαι ἰᾶσθαι,表示原因。此处现在时不定式 ἰᾶσθαι 具有被动态含义,宾格 τὴν κολόβωσιν 为其逻辑主语,而介词短语 ὑπὸ τοῦ πλήθους 作为动作主体/手段修饰 ἰᾶσθαι。
- 1.9τούτοις οἷον ἔφελξις τοῦ πεπηρωμένου μορίου τοῖς ἄλλοις
关于所引文句中的两个与格(τούτοις 与 τοῖς ἄλλοις),米海尔自身明确注解道:τούτοις 指动物(关涉与格),而 τοῖς ἄλλοις 指足(工具/手段与格);这在他随后用 διὰ τῶν ἄλλων ποδῶν 进行的转述中得到了证实。
- 1.9ἀποβεβηκότας δὲ τοὺς λοιποὺς προβάλλει καὶ αὐτοὺς καὶ ἵστησιν ἐπίσης τοῖς λοιποῖς
接在带有两组宾格补足语的分词结构 ἔχον ... προβεβηκότα ... ἀποβεβηκότας δὲ τοὺς λοιπούς 之后,主动词 προβάλλει 与 ἵστησιν 引导后续动作。καὶ αὐτούς 强调“也将这些[留在后方的]足”,与格 τοῖς λοιποῖς 则配合副词 ἐπίσης 表示比较基准(“与其余[已先出的]足齐平”)。
