- 底本
- Michael, In librum de animalium incessu commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 135-170. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:150.27-151.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔从几何学角度阐释了人与蛇的鞍背状前凸行走机制,随后探讨了鳗鱼的鳍与弯曲数量,以及为何所有具足动物皆拥有偶数足。
γίνεται δὲ ἡ λορδότης τὸν τρόπον τοῦτον· ἡγουμένου τοῦ δεξιοῦ ὤμου εἰς τὸ πρόσθεν (ὡς γὰρ ἐν τοῖς τετράποσιν ἡγεῖται ἓν τῶν ἔμπροσθεν σκελῶν, ἕπεται δὲ ἓν τῶν ὄπισθεν, οὕτω κἀν τοῖς ἀνθρώποις ἡγεῖται μὲν εἷς τῶν ὤμων, ἕπεται δὲ ἓν τῶν ἰσχίων) ἡγουμένου οὖν, ὡς εἴρηται, τοῦ δεξιοῦ ὤμου εἰς τὸ ἔμπροσθεν (ἔστω γὰρ ὅτι ὁ δεξιὸς ἡγήσατο) καὶ ἑπομένου τοῦ ἀριστεροῦ ἰσχίου μὴ καλῶς, ἀλλ’ εἰς τοὔπισθεν ἤγουν πρὸς τὸ δεξιὸν ἰσχίον παρεγκλίνοντος, γίνεται τὸ μεταξὺ σῶμα τοῦ τε ὤμου καὶ τοῦ ἰσχίου ὡσπερεὶ τμῆμα κύκλου ἔχον κυρτὴν μὲν περιφέρειαν τὰ ἀριστερὰ πλευρά, κοίλην δὲ τὰ δεξιά· ὅταν δὲ προηγήσηται ὁ ἀριστερὸς ὦμος, ἕψηται δὲ τὸ δεξιὸν ἰσχίον, γίνεται κυρτὸν μὲν αἱ δεξιαὶ πλευραί, κοῖλον δὲ αἱ ἀριστεραί.1 τοῦτο οὖν οἱονεὶ τμήματος τούτου τὸ κοῖλον λορδὸν καλεῖ. κινοῦνται οὖν οἱ ὄφεις λορδοῖς σημείοις, ἤτοι λορδοῖς μέρεσι, διὰ τὸ κατὰ διάμετρον καὶ τούτους κινεῖσθαι. σαφῆ δὲ τὰ ἑξῆς. λέγει δὲ ὅτι ἔνια τῶν ὀφιωδῶν πτερύγια οὐκ ἔχει, δι’ ὧν κινοῦνται, ἀλλὰ χρῆται τῇ θαλάσσῃ, τουτέστι κινεῖται ἐν τῇ θαλάσσῃ διὰ τῶν καμπῶν ὥσπερ οἱ ὄφεις ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ· οἱ γὰρ ὄφεις ὡς κινοῦνται ἐν τῇ γῇ, οὕτω καὶ ἐν τῇ θαλάσσῃ καὶ ἁπλῶς ἐν παντὶ ὕδατι. χρῶνται δὲ τὰ ζῆν εἰωθότα ἐν τῇ γῇ καὶ ἔχοντα δύο μόνα πτερύγια, ὡς καὶ αἱ ἐγχέλυες, χρῶνται οὖν τὰ τοιαῦτα ταῖς καμπαῖς ἐλάττοσιν ἤγουν βραχυτέραις ἐν τῇ θαλάσσῃ διὰ τὸ συνεργεῖν αὐτοῖς τὰ πτερύγια ἐν τῷ ὕδατι πρὸς τὴν κίνησιν, ἐν δὲ τῇ γῇ μεγάλαις διὰ τὸ μὴ συμβάλλεσθαι τὰ πτερύγια πρὸς τὴν κίνησιν ἐν τῇ γῇ. μήποτε δὲ τὸ ἐλάττοσιν ἀντὶ τοῦ μιᾷ εἶπεν, ἵν’ ᾖ τὸ λεγόμενον ‘χρῶνται οὖν ἐν τῷ ὕδατι μιᾷ καμπῇ’. ἐπεὶ γὰρ χρῶνται ἐν τῷ ὕδατι τοῖς δυσὶ πτερυγίοις, εἰ ἐχρῶντο καὶ δυσὶ καμπαῖς ἐν τῷ ὕδατι, πλείοσιν ἢ τέτρασιν ἐκινοῦντο ἂν σημείοις ἔναιμα ὄντα. ἐν δὲ τῇ γῇ διὰ τὸ μηδαμῶς συμβάλλεσθαι αὐτοῖς πρὸς τὴν κίνησιν τὰ πτερύγια, ὥσπερ οὐδὲ τοῖς πλωτῆρσιν ἐν τῇ γῇ αἱ κῶπαι, χρῶνται πλείοσιν ἤγουν δυσὶ καμπαῖς. σαφῆ δὲ ἃ λέγει περὶ τῆς τῶν ὄφεων ἀποδίας, διὰ τὸ εἰρηκέναι ταῦτα καὶ ἐν τῇ Περὶ ζῴων μορίων καὶ ἡμᾶς ἐν ταῖς ἐκείνων σχολαῖς ἱκανῶς περὶ τούτων εἰρηκέναι. σαφῶς δὲ καὶ τὰς αἰτίας ἀπαγγέλλει, δι’ ἃς πάντα τὰ ὑπόποδα ἀρτίους ἔχει τοὺς πόδας. τὸ δὲ τοῖς μὲν βέλτιον, τοῖς δ’ ὅλως ἀδύνατον πορεύεσθαι τοιοῦτόν ἐστι· τοῖς μὲν οὖν πολύποσι πᾶσι καὶ ἐντόμοις καὶ μὴ τοιούτοις εἰ τάχα καὶ δυνατόν ἐστι διὰ περιττῶν ποδῶν τὴν κατὰ τόπον ποιεῖσθαι μεταβολήν, ὅμως βέλτιον, ἂν αὐτὴν ποιήσωσι διὰ τῶν ἀρτίων· τοῖς δὲ τετράποσι καὶ δίποσιν ἀδύνατον ὅλως διὰ περιττῶν βαδίσαι. τῆς γὰρ διὰ τῶν ποδῶν κατὰ τόπον γινομένης μεταβολῆς κατὰ μέρος οὔσης,2 ὡς εἴρηται, καὶ νῦν μὲν τούτου τοῦ ποδὸς ὡς ἐπὶ τῶν διπόδων εἰπεῖν μένοντος ἢ τούτοιν μενόντοιν ὡς ἐπὶ τῶν τετραπόδων καὶ τὸ σῶμα φέροντος ἢ φερόντοιν, νῦν δὲ θατέρου ἢ θατέροιν, γινομένης οὖν οὕτω τῆς κατὰ τόπον μεταβολῆς καὶ ποιούντων τῶν βαδιζόντων ζῴων ἑκάτερον τούτων, λέγω δὴ τὸ ἵστασθαι καὶ κινεῖσθαι τοῖς ἀντικειμένοις, τουτέστι τῷ δεξιῷ καὶ ἀριστερῷ μέρει, τῆς οὖν βαδίσεως οὕτω γινομένης καὶ μεταβαλλόντων τῶν ζῴων τὸ βάρος παντὸς τοῦ σώματος ἀπὸ τῶν κινουμένων ἐπὶ τὰ μένοντα σημεῖα, ἀδύνατόν ἐστιν ἢ δι’ ἑνὸς ἢ διὰ τριῶν ποδῶν τὴν βάδισιν γενέσθαι.
而鞍背状前凸是按以下方式产生的:当右肩向前引领时(因为正如在四足动物中前肢之一引领而后肢之一跟随,在人身上也是肩膀之一引领而髋部之一跟随)——因此,如前所述,当右肩向前引领(设右肩已经引领)而左髋并未正常跟随,而是向后倾斜,也就是朝向右髋倾斜时,肩膀与髋部之间的身体就变得宛如一段圆的弧段,以左侧胁腹为凸圆弧,而以右侧为凹圆弧;而每当左肩引领且右髋跟随,右侧胁腹便成为凸的,左侧便成为凹的。因此,他把这种宛如弧段之物的凹面称为“鞍背状前凸”。于是蛇是凭借鞍背状的点,或者说鞍背状的部分而运动的,因为它们也是沿对角线运动的。接下来的文句是清楚的。而他说,某些蛇形动物并没有用来运动的鳍,而是利用大海,也就是说,正如蛇在陆地上和海中那样,在海中通过弯曲来运动(因为蛇在陆地上如何运动,在海中以及一概在一切水中也是如何运动)。而那些惯常生活在陆地上且仅拥有两个鳍的动物,例如鳗鱼——这类动物在海中使用较少即较短的弯曲,这是由于鳍在水中协助它们运动,但在陆地上则使用大的弯曲,这是由于鳍在陆地上对运动毫无助益。不过,他使用“较少”一词,或许是用来代替“一个”,以便所表达的意思是“因此它们在水中使用一个弯曲”。因为既然它们在水中使用两个鳍,如果它们在水中也使用两个弯曲,它们作为有血动物就会以多于四个点运动了。而在陆地上,由于鳍对它们的运动完全没有助益(正如在陆地上船桨对于划桨者毫无用处一样),它们便使用较多的即两个弯曲。至于他论及蛇的无足性所说的话是清楚的,因为他在《论动物部分》中也曾讨论过这些内容,并且我们在关于该书的讲义中也已对这些问题作了充分讨论。此外,他也清楚地说明了凡具有足的动物都具有偶数足的原因。而“对某些动物来说更好,对另一些动物来说则完全不可能行进”这句话的意思如下:对于所有多足动物,不论是昆虫还是非昆虫,即便依靠奇数足进行位置变化或许是可能的,但如果它们依靠偶数足来进行位置变化,仍然是更好的;然而对于四足动物和两足动物来说,依靠奇数足行走则是完全不可能的。因为依靠足进行的位置变化正如所说的是部分地发生的,并且在两足动物身上譬如说此时是这一只足留驻,或在四足动物身上是这两只足留驻并支撑身体,而彼时则是另一只足或另两只足[留驻并支撑];因此,位置变化既是如此发生,且行走的动物是通过相反的部分,也就是说通过右部与左部来进行这两者中的每一者(我指的是伫立与运动);因此,既然行走是如此发生的,且动物是将整个身体的重量从运动着的点转移到留驻着的点上,那么行走依靠一只足或三只足发生就是不可能的。
- 1.8γίνεται κυρτὸν μὲν αἱ δεξιαὶ πλευραί, κοῖλον δὲ αἱ ἀριστεραί
尽管主语 αἱ δεξιαὶ πλευραί 与 αἱ ἀριστεραί 为阴性复数,表语形容词 κυρτόν 和 κοῖλον 却采用了中性单数形式。这是希腊语中常见的句法用法,即表语形容词被当作中性抽象概念(“凸的状态/凹的状态”)来陈述,而非在语法性与数上与主语机械一致。
- 1.8τῆς γὰρ διὰ τῶν ποδῶν κατὰ τόπον γινομένης μεταβολῆς κατὰ μέρος οὔσης
此注梳理该段末尾长句的句法骨架。句首连续出现多个属格绝对结构(τῆς... μεταβολῆς... οὔσης、μένοντος/φέροντος、γινομένης οὖν...、ποιούντων...、τῆς οὖν βαδίσεως οὕτω γινομένης、μεταβαλλόντων...),并通过 οὖν 与 οὕτω 层层复指、总结原因,最终统摄于主句 ἀδύνατόν ἐστιν ἢ δι’ ἑνὸς ἢ διὰ τριῶν ποδῶν τὴν βάδισιν γενέσθαι(“行走依靠一只足或三只足发生是不可能的”)。
