← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§149.17-150.27

无足有血动物的两个弯曲与四点运动

米海尔注解《论动物的前行》707b7,阐明如蛇等无足的有血动物也是通过前后两个弯曲各自具备右和左,从而像四足动物一样以对角线的四个点运动,并且其弯曲前行的原因在于身体的长度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#1

" Ὁμοίως δὲ καὶ τῶν ἐναίμων ὅσα ἄποδά ἐστι." Διὰ τούτων δείκνυσιν ὅτι ὥσπερ τὰ ἔναιμα καὶ ὑπόποδα τέτρασι κινεῖται σημείοις, οὕτω καὶ τὰ ἔναιμα καὶ ἄποδα, οἷον ὄφεις καὶ τὰ ὅμοια· καὶ γὰρ καὶ ταῦτα τέτρασι κινεῖται σημείοις. δυσὶ γὰρ προέρχονται καμπαῖς, μιᾷ μὲν ἔμπροσθεν, ἄλλῃ δ’ ὄπισθεν, ἐν τῷ πλάτει δὲ ἑκάστης τῶν καμπῶν ἔστι καὶ δεξιὸν καὶ ἀριστερόν. ὡς γὰρ ἐφ’ ἡμῶν εἰς τὰ πλάτη, μᾶλλον δ’ εἰς τὰ πλάγια τοῦ πλάτους εἰσὶ τὰ δεξιὰ καὶ ἀριστερά, οὕτως ἔχει καὶ ἐπὶ τῶν ὄφεων· τὸ γὰρ δεξιὸν καὶ ἀριστερὸν τὸ πρόσθιον καὶ ὀπίσθιον ἐν τῷ πλάτει ἐστὶν ἐν ἑκατέρᾳ τῇ καμπῇ αὐτοῖς, τουτέστι τὸ γὰρ δεξιὸν τὸ πρόσθιον καὶ τὸ ἀριστερὸν τὸ πρόσθιον, ὁμοίως καὶ τὸ δεξιὸν τὸ ὀπίσθιον καὶ τὸ ἀριστερὸν τὸ ὀπίσθιον ἐν τοῖς πλαγίοις εἰσὶν ἑκατέρας καμπῆς, τῆς τε πρὸς τῇ κεφαλῇ καὶ τῆς πρὸς τῇ οὐρᾷ. ὡς γὰρ ὁ ἵππος φέρε εἰπεῖν ἔχει δεξιὸν πόδα πρόσθιον καὶ ἀριστερόν, ὁμοίως δεξιὸν ὀπίσθιον καὶ ἀριστερὸν ὀπίσθιον, οὕτως καὶ ἐν ἑκατέρᾳ τῶν καμπῶν, δι’ ὧν ὁ ὄφις τὴν κατὰ τόπον ποιεῖται μεταβολήν, ἔνεστι δεξιὸν καὶ ἀριστερόν. εἰ δὴ αἱ μὲν καμπαὶ δύο, ἐν ἑκάστῃ δὲ αὐτῶν ἔνεστι δεξιὸν καὶ ἀριστερόν, φανερὸν ὅτι καὶ ὁ ὄφις καὶ τὰ ἄλλα πάντα τὰ ἔναιμα καὶ ὀφιώδη τέτρασι σημείοις κινεῖται. δοκεῖ δέ, φησίν, ὁ ὄφις μὴ τέτρασι σημείοις κινεῖσθαι, ἀλλὰ δυσί, τῇ τε ἔμπροσθεν ἁφῇ καὶ τῇ ὕστερον, τουτέστι τῇ τε ἔμπροσθεν καμπῇ, δι’ ἧς ἅπτεται τῆς γῆς, καὶ τῇ ὄπισθεν· δοκεῖ οὖν δυσὶ κινεῖσθαι σημείοις διὰ τὴν στενότητα τοῦ σώματος. στενὸν γὰρ ὂν τὸ σῶμα αὐτοῦ καὶ μὴ πλατὺ δοκεῖ μήτε πλάγιον ἔχειν1 μήτε τὰ τοῖς πλαγίοις ἐνόντα δεξιὰ καὶ ἀριστερά. οὐκ ἔστιν οὖν ἡ κίνησις αὐτῶν διὰ δύο σημείων, ἀλλ’ ὥσπερ τὰ τετράποδα κατὰ διάμετρον κινούμενα προηγεῖται μὲν ὁ ἔμπροσθεν δεξιὸς πούς, ἕπεται δ’ αὐτῷ ὁ ὄπισθεν ἀριστερός, εἶτα πάλιν προηγεῖται μὲν ὁ ἔμπροσθεν ἀριστερός, ἕπεται δ’ αὐτῷ ὁ ὄπισθεν δεξιός, οὕτω καὶ ὁ ὄφις καὶ πάντα τὰ ὅμοια. ἔστω γὰρ ὄφις τὸ Κ, κυρτὴ δὲ περιφέρεια καὶ δεξιὸν ἅμα μέρος τῆς ἔμπροσθεν καμπῆς τὸ Α, κοίλη δὲ περιφέρεια τῆς αὐτῆς καμπῆς καὶ ἀριστερὸν μέρος ἔστω τὸ Β· πάλιν κυρτὴ περιφέρεια τῆς ὄπισθεν καμπῆς καὶ ἀριστερὸν μέρος ἔστω τὸ Γ, κοίλη δὲ καὶ δεξιὸν τὸ Δ. ἡγεῖται οὖν τὸ Α ὥσπερ τις ἐμπρόσθιος δεξιὸς πούς, καὶ ἕπεται τὸ Γ ὥσπερ ἀριστερὸς ὀπίσθιος, καὶ ὥσπερ ἐν τοῖς τετράποσιν κατὰ ἔκτασιν μὲν καὶ πρόωσιν τοῦ δεξιοῦ ποδὸς τοῦ ἔμπροσθεν, ἐπακολούθησιν δὲ τοῦ ὄπισθεν γίνεται ἡ κατὰ τόπον μεταβολή, ἀναλόγως καὶ ἐπὶ τῶν ὄφεων συμβαίνει γίνεσθαι. κυρτούμενον γὰρ μᾶλλον τὸ Α καὶ διὰ τοῦτο κοιλαινόμενον καὶ τὸ Β, ἐξαπλοῦται τὸ Γ καὶ ἐπακολουθεῖ· ἀνάγκη γάρ, εἰ μέλλει γενέσθαι ἡ Α περιφέρεια καὶ μείζων καὶ κοιλοτέρα ἑαυτῆς,2 ἐπακολουθῆσαι τὸ Γ. ἡγεῖται οὖν τὸ δεξιόν, ὅπερ ἐστὶ τὸ Α, καὶ ἀνταποδίδωσι, τουτέστι καὶ ἕπεται3 τὸ Γ· εἶτα μεταβάλλει τὸ κοῖλον καὶ τὸ κυρτόν, καὶ τὸ μὲν Β, ὃ ἦν κοῖλον, γίνεται κυρτόν, τὸ δὲ Α, ὃ ἦν κυρτόν, γίνεται κοῖλον· ὁμοίως τὸ μὲν Δ ἐκ κοίλου γίνεται κυρτόν, τὸ δὲ Γ ἐκ κυρτοῦ κοῖλον· καὶ πάλιν τὸ μὲν Α κυρτόν, τὸ δὲ Β κοῖλον, καὶ οὕτως ἐφεξῆς. τοῦ δὲ ὅλως, φησί, κάμπτειν τοὺς ὄφεις αἴτιον τὸ μῆκος αὐτῶν τοῦ σώματος. ὥσπερ γὰρ οἱ μακροὶ τῶν ἀνθρώπων λορδοὶ βαδίζουσιν, οὕτω καὶ οἱ ὄφεις.

“同样,凡是有血且无足的动物也是如此。” 通过这些话,他表明正如具有足的有血动物是以四个点运动,有血且无足的动物(例如蛇及类似动物)也是如此;因为这些动物也是以四个点运动的。因为它们以两个弯曲前进,一个在前方,另一个在后方,并且在每个弯曲的宽度中都既有右也有左。因为正如在我们身上,右和左存在于宽度中,或者说存在于宽度的两侧,在蛇身上也是如此;因为前方的右与左以及后方的[右与左]对于它们而言都存在于各自弯曲的宽度中,也就是说,前右和前左,同样后右和后左,都存在于每个弯曲的两侧,即靠近头部的那一个弯曲与靠近尾部的那一个弯曲。因为正如譬如说马拥有前右足与左足,同样拥有后右足与后左足,蛇藉以进行位置变化的每个弯曲中,也同样存在着右与左。因此,如果弯曲有两个,并且在它们各自之中都存在着右与左,显而易见,蛇以及所有其他有血且如蛇般的动物都是以四个点运动的。但是他说,蛇看似不是以四个点运动,而是以两个点运动,即依靠前方的接触与后方的[接触],也就是说,依靠它藉以接触地面的前方弯曲与后方[弯曲];因此由于身体的狭窄,它看似是以两个点运动。因为既然它的身体狭窄而不宽阔,它看似既没有侧面,也没有位于侧面的右与左。因此它们的运动并非通过两个点,而是正如四足动物沿对角线运动时,前右足先行,而后左足随之,随后又是前左足先行,而后右足随之,蛇及所有类似动物也是如此。因为设蛇为Κ,设前方弯曲的凸圆弧同时也是右部为Α,同一弯曲的凹圆弧且为左部为Β;再设后方弯曲的凸圆弧且为左部为Γ,凹且为右部为Δ。于是Α便像一只前右足那样引领,而Γ便像一只后左足那样跟随,并且正如在四足动物中,位置变化是依靠前右足的伸展与向前推进以及后足的跟随而发生的,在蛇身上也是按比例发生的。因为当Α变得更凸,且因此Β也变得凹时,Γ便伸展开来并跟随;因为如果圆弧Α要变得比自身更大且更凹,Γ的跟随便是必然的。因此,作为右部的Α引领,而Γ则相呼应,也就是说也跟随;接着凹与凸发生转变,原本为凹的Β变成凸的,而原本为凸的Α变成凹的;同样,Δ由凹变成凸,而Γ由凸变成凹;然后再次Α变成凸,Β变成凹,依此类推。他说,总体而言蛇之所以弯曲,其原因在于它们身体的长度。因为正如身材高大的人走路时身体前凸[呈鞍背状],蛇也是如此。

语法注3 条
  1. 1.8στενὸν γὰρ ὂν τὸ σῶμα αὐτοῦ καὶ μὴ πλατὺ δοκεῖ μήτε πλάγιον ἔχειν

    分词 στενὸν ὂν ... καὶ μὴ πλατύ 为中性单数主格,与 τὸ σῶμα αὐτοῦ 一致,充当原因分词。主句动词 δοκεῖ 的主语是承前省略的“蛇”(ὁ ὄφις),结构为因其身体狭窄,蛇看似不具备侧面(语法上亦可将 τὸ σῶμα 视为 δοκεῖ 的主语,但承接前文以蛇为主语更为顺畅)。

  2. 1.8εἰ μέλλει γενέσθαι ἡ Α περιφέρεια καὶ μείζων καὶ κοιλοτέρα ἑαυτῆς

    ἑαυτῆς 是由比较级 μείζων 和 κοιλοτέρα 所要求的比较属格,意为“相比于其自身此前的状态”,指圆弧的扩张以及弯曲形态由凸转凹的动态变化。

  3. 1.8ἀνταποδίδωσι, τουτέστι καὶ ἕπεται

    ἀνταποδίδωσι 在此不及物使用,意为“相应动作”或“对应回应”,注释者随即通过 τουτέστι καὶ ἕπεται(即也跟随)对这一涵义进行了确证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:149.17-150.27