- 底本
- Michael, In librum de animalium incessu commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 135-170. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:148.11-149.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者总结了关于位置运动需要单一共同始基的论述,并将有血动物(因唯一起始基明确位于心脏而无法在分割后存活)与无血动物(如蜈蚣,因各部分潜能地分布着始基而在切断后仍能按同方向前行并存活)进行对比,从而指出后者的构成乃是反乎自然的。
ἔστιν οὖν ἡ συναγωγὴ καὶ ἡ συνέχεια τοῦ λόγου τοιαύτη· ἐπεὶ οὖν τὸ δεξιὸν καὶ ἀριστερὸν καὶ τὸ ἄνω καὶ τὸ κάτω τῇ κοινῇ ἀρχῇ συνήρτηνται πρὸς ἄλληλα, καὶ δεῖ ἑκάστῳ τῷ μέλλοντι καλῶς ποιεῖσθαι τὴν κατὰ τόπον μεταβολὴν τὸ τῶν λεχθεισῶν ἁπασῶν ψυχικῶν δυνάμεων αἴτιον ὡρίσθαι ταῖς ἀποστάσεσι πρὸς αὐτάς, καὶ μὴ τῇ μὲν μᾶλλον ἐγγίζειν, τῇ δὲ μή, ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, δῆλον ὡς ἢ μόνοις ἢ μάλιστα, καὶ τὰ ἑξῆς. εἰπὼν δὲ ὅτι τὰ ἔναιμα κοινὴν μόνην ἀρχὴν ἔχει καὶ μίαν, ἣ ὁμοίως ἀφέστηκε τῶν ὑπ’ αὐτῆς τοῖς ὀργανικοῖς μέρεσιν ἐνδιδομένων δυνάμεων, ἐπήγαγεν ὁμολογεῖ δὲ τοῖς λεχθεῖσι καὶ τὰ συμβαίνοντα περὶ τὰ ζῷα, τουτέστι σημεῖον δὲ καὶ δεῖγμα ἐναργὲς ὅτι τὰ τέτρασι σημείοις κινούμενα κοινὴν ἀρχὴν ἔχει, καὶ τὸ συμβαῖνον περὶ τὰ ζῷα. τῶν μὲν γὰρ ἐναίμων οὐθὲν εἰς πλείω διαιρούμενον δύναται ζῆν τὰ διαιρεθέντα μέρη,1 διὰ τὸ μὴ δύνασθαι χωρισθέντα τοῦ ὅλου δέχεσθαι τὴν ζωτικὴν δύναμιν, ἥτις αὐτοῖς δίδοται ὑπὸ τῆς κοινῆς ἀρχῆς· τὰ δ’ ἄναιμα πολλὰς ἀρχὰς ἔχοντα καὶ διὰ τοῦτο μὴ κατὰ φύσιν συνεστηκότα (τὰ γὰρ κατὰ φύσιν συνεστηκότα μίαν ἔχει ἀρχήν, καὶ ἀπ’ αὐτῆς ἐποχετεύονταί τε καὶ διαδίδονται τοῖς ὀργανικοῖς μέρεσι ψυχικαί τινες δυνάμεις), τὰ οὖν ἄναιμα πολλὰς ἀρχὰς ἔχοντα ὁποία ἐστὶν ἡ κοινὴ τῶν ἐναίμων ἀρχή, δύναται καὶ τεμνόμενα ζῆν ὥσπερ τὰ ἔναιμα·2 ἐγκατεσπαρμέναι γάρ εἰσι δυνάμει ἐν τοῖς τῶν ἀναίμων πᾶσι μέρεσιν αἱ τοιαῦται ἀρχαί, ὡς καὶ ἐν τοῖς φυτοῖς ἡ θρεπτική, καὶ διαιρεθέντα δύναται γενέσθαι ἐνεργείᾳ. ἡ δὲ τῶν ἐναίμων κοινὴ ἀρχὴ οὐκ ἐνέσπαρται ἐν τοῖς μέρεσι δυνάμει, ἀλλ’ ἐν τῇ καρδίᾳ ὡρισμένως ἐστίν. ὥστε φανερὸν ἐκ τούτων ὅτι τὰ τέτρασι κινούμενα σημείοις κοινὴν ἔχει ἀρχήν. οὐ μόνον δὲ τὰ τῶν ἀναίμων μέρη τεμνόμενα πολὺν ζῶσι χρόνον, ἀλλὰ καὶ τὴν αὐτὴν κινοῦνται κίνησιν, ἣν ἐκινοῦντο καὶ πρὸ τοῦ τμηθῆναι· τὸ γὰρ ὄπισθεν μέρος τῆς σκολοπένδρας ἐπὶ τὸ αὐτὸ ποιεῖται τὴν πορείαν τῷ ἔμπροσθεν. ἔστω γὰρ σκολοπένδρα ἡ ΑΓ, καὶ τετμήσθω κατὰ τὸ Β, καὶ ἔστω κεφαλὴ τὸ Α, οὐρὰ δὲ τὸ Γ. οὗ δὴ πορεύεται τὸ ΑΒ, ἐπὶ τὸ αὐτὸ καὶ τὸ ΒΓ, οὐ στραφὲν τὸ Γ ἡ οὐρὰ πρὸς τὸ Β, ἐν ᾧ γέγονεν ἡ τομή,3 ἀλλ’ ἡ τομὴ τῆς ΒΓ ὁρᾷ πρὸς τὴν τομὴν τῆς ΑΒ. εἰπὼν δὲ ὅτι διαιρούμενα τὰ ἄναιμα ζῇ τὴν αἰτίαν ἐπήγαγεν διὰ τοῦ αἴτιον δὲ τοῦ διαιρούμενα ζῆν, ὅτι καθάπερ ἂν εἴ τι συνεχές, καὶ τὰ ἑξῆς. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· ὥσπερ γὰρ ὁ Σωκράτης καὶ ἁπλῶς ἕκαστον τῶν ζῴων ἕν τί ἐστι διὰ τὴν κοινὴν ἀρχὴν καὶ δι’ αὐτὴν ζῇ καὶ ἐστίν, οὕτως ἐπεὶ ἕκαστον μέρος τῶν ἀναίμων ἐν ἑαυτῷ ἀρχὴν ἔχει ἀνάλογον τῇ κοινῇ ἀρχῇ ἑκάστου τῶν ἐναίμων, τρόπον τινὰ ἕν τι ζῷόν ἐστιν ἐκ πολλῶν ζῴων συγκείμενον, καὶ διαιρεθὲν δύναται τὰ διαιρεθέντα ζῆν διὰ τὰς ἐν αὐτοῖς ἀρχὰς τὰς ἀναλόγους ταῖς κοιναῖς ἑκάστου τῶν ἐναίμων. φανερὸν δέ, φησί, καὶ ὅτι παρὰ φύσιν συνέστηκε τὰ τοιαῦτα ἐκ τῶν προειρημένων· δυσὶ γὰρ ἢ τέτρασι σημείοις κινεῖσθαι πέφυκε τὰ μάλιστα συνεστηκότα κατὰ φύσιν.
因此,论述的总结与连贯性乃是如此:即既然右与左以及上与下依靠共同的始基而彼此联系,并且凡要良好地进行位置变化的事物中,所有上述灵魂能力的原因都必须在与它们的距离上被限定,而不可更靠近这一个却不靠近那一个,既然这些事情如此,那么“显而易见,要么唯独属于它们,要么最属于”,等等。在说了有血动物唯独拥有单一且共同的始基,而该始基同等地远离由它赋予器质性部分的诸能力之后,他补充道:“动物身上发生的事情也符合所说的话”,也就是说,在动物身上发生的事情,也是以四个点运动的动物拥有共同始基的明显迹象和证据。因为在有血动物中,没有任何一个在被分割为多个部分时,其被分割的部分能够存活,这是由于一旦脱离整体,它们便无法接受由共同始基赋予它们的生命能力;另一方面,无血动物拥有许多始基,且因此并非依循自然而构成(因为依循自然而构成的动物拥有单一的始基,从该始基出发,某些灵魂能力被引导并分配给器质性部分)——因此,无血动物由于拥有许多类似于有血动物共同始基那样的始基,即使被切断也能像有血动物一样存活;因为在无血动物的所有部分中,这样的始基都潜能地播散在其中,正如植物中的营养能力一样,而当被分割时,它们能够成为现实。然而有血动物的共同始基并非潜能地播散在诸部分中,而是明确地存在于心脏之中。因此由这些事情可以清楚看出,以四个点运动的动物拥有共同始基。并且无血动物的部分在被切断时不仅能存活很长时间,而且还能进行它们在被切断前所进行的那种相同运动;因为蜈蚣的后部与前部朝着同一方向行进。因为设蜈蚣为ΑΓ,并在Β处被切断,设Α为头部,Γ为尾部。ΑΒ所行进之处,ΒΓ也同样行进到该处,并非尾部Γ转向发生切断处的Β,而是ΒΓ的切断面朝向ΑΒ的切断面。在说了无血动物在被分割时仍能存活之后,他通过“分割后仍能存活的原因在于,正如假若某种连续的事物[……]”等等补充了其原因。而所说的意思是这样的:因为正如苏格拉底以及一切动物中的每一个都由于共同始基而是单一之物,且因它而存活并存在,同样地,既然无血动物的每一部分在自身之内都拥有类似于各该有血动物共同始基的始基,〔每一个无血动物〕在某种意义上就是由许多动物合成的单一动物,并且在被分割时,被分割的诸部分由于自身之内拥有类似于各该有血动物共同始基的始基而能够存活。他说,从此前所说的事情中也显而易见,此类动物乃是反乎自然而构成的;因为最依循自然而构成的动物生来是以两个或四个点运动的。
- 1.7τῶν μὲν γὰρ ἐναίμων οὐθὲν εἰς πλείω διαιρούμενον δύναται ζῆν τὰ διαιρεθέντα μέρη
中性单数主格主语 οὐθέν 与其后的复数主格名词短语 τὰ διαιρεθέντα μέρη 构成“整体与部分的同位语”(schema καθ' ὅλον καὶ μέρος)。句法上以表示部分的复数主格具体限定否定单数主语,意为“被分割的诸部分中没有任何一个能够存活”。
- 1.7δύναται καὶ τεμνόμενα ζῆν ὥσπερ τὰ ἔναιμα
比较短语 ὥσπερ τὰ ἔναιμα 修饰不定词 ζῆν,构成省略比较句:“即使在被切断时,也能够像有血动物[完好时]那样存活”。鉴于前文刚刚指明有血动物被分割后无法存活,此处的比较针对的是“存活”本身的生命活动状态,而非被切断这一条件。
- 1.7οὐ στραφὲν τὸ Γ ἡ οὐρὰ πρὸς τὸ Β, ἐν ᾧ γέγονεν ἡ τομή
分词 στραφέν 为中性单数主格,与线段 ΒΓ 或其尾部 τὸ Γ(与 ἡ οὐρά 同位)一致,与否定词 οὐ 一同构成伴随状语。它说明后半段在行进时“尾部 Γ 并没有转向发生切断处的 Β”;随后由 ἀλλ' 引出的分句则以切断面 ἡ τομή 作为新的主语,完成对比。
