← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§147.1-148.11

心脏中的灵魂与运动点至多为四的论证

米海尔注解了 Bekker 707a6 的引文,阐明心脏中的灵魂作为主导的运动始基必须与各关节处的始基保持限定的距离,从而论证了有血动物的运动点为何至多为四,并补充了亚里士多德原文省略的动词。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#1

" Ἐπεὶ οὖν τό τε ἄνω καὶ κάτω." Κοινὴν ἀρχὴν καὶ κυρίαν τῆς κινήσεως λέγει νῦν τὴν ἐν τῇ καρδίᾳ ψυχήν, ἀφ’ ἧς ὡς ἀπὸ ῥίζης καὶ πηγῆς προΐασιν αἱ τῶν ὀργανικῶν μερῶν κινητικαὶ αἰτίαι. εἴρηκε δὲ αὐτὴν καὶ κυρίαν τῆς κινήσεως, ὅτι καὶ αἱ λοιπαὶ διὰ ταύτην καὶ ἐκ ταύτης τὸ κινεῖν ἔχουσιν. ἀλλὰ πῶς πρότερον εἰπὼν ὅτι ἔστι τι κοινόν, ὑφ’ οὗ ὡς πρός τινος κοινοῦ ὅρου συνεχῆ εἰσι τὰ ὀργανικὰ μέρη, νῦν διὰ τὴν κοινὴν ἀρχὴν λέγει συνηρτῆσθαι συνηνῶσθαί τε πρὸς αὐτά; ἢ ὅτι καὶ τούτων καὶ πάντων ἁπλῶς τῶν μερῶν τοῦ συνεἶναι ἀλλήλοις αὕτη ἐστὶν ἡ αἰτία· ἐξελθούσης γὰρ αὐτῆς διαπνεῖ τε καὶ σήπεται τὰ σώματα. ἐπεὶ οὖν, φησί, διὰ ταύτην συνήρτηνται1 πρὸς ἑαυτὰ τὰ μέρη, καὶ δεῖ ἐν ἅπαντι τῷ μέλλοντι καλῶς καὶ κατὰ τρόπον κινεῖσθαι τὸ τῶν λεχθεισῶν ἁπασῶν κινήσεων αἴτιον, τουτέστιν τὴν ἀρχὴν καὶ κυρίαν τῆς κινήσεως, ὡρίσθαι πως καὶ τετάχθαι ταῖς ἀποστάσεσι ταῖς πρὸς τὰς ῥηθείσας ἀρχάς, τουτέστι καὶ δεῖ τὴν ἀπόστασιν τῆς κυρίας τῶν κινήσεων, ἣν ἀφέστηκεν ἀπὸ τῶν ἄλλων ἀρχῶν τῶν ἐγκατῳκισμένων πρὸς τὰς συναφὰς τῶν ὀργανικῶν μερῶν καὶ κινουσῶν αὐτά, καὶ δεῖ οὖν τὴν ἀπόστασιν αὐτῆς, ἣν ἀφέστηκεν ἀπὸ τῶν ἄλλων, ὡρισμένην εἶναι (οὐ γὰρ δεῖ ταύτῃ μὲν πλησιάζειν καὶ σύνεγγυς αὐτῆς εἶναι, ἄλλης δὲ κατὰ πολὺ ἀφίστασθαι, ἀλλ’ ὡρισμένην καὶ σύμμετρον εἶναι τὴν ἀπ’ αὐτῶν ἀπόστασιν), ἐπεὶ οὖν οὕτω δεῖ ταῦτα ἔχειν, φανερὸν ὡς ἢ μόνοις ἀπὸ τῶν ζῴων ἢ μάλιστα τούτοις τοῖς ζῴοις ἡ κατὰ τόπον κίνησις ὑπάρχει, ἃ δυσὶν ἢ τέτρασι σημείοις κινεῖται τὴν κατὰ τόπον μεταβολήν. τὸ δὲ δυσὶν εἴρηκεν διὰ τὸ μήπω δεῖξαι ὅτι καὶ ὁ ἄνθρωπος τέτρασι κινεῖται. ὥστ’ ἐπεὶ σχεδὸν τοῖς ἐναίμοις τοῦτο μάλιστα συμβέβηκεν, λέγων τοῦτο τὸ ἔχειν κοινὴν ἀρχήν, ἣν δεῖ ὁμοίως ἀφεστηκέναι ἀπὸ τῶν ἐν τοῖς ὀργανικοῖς μέρεσιν ἀρχῶν καὶ διδόναι δύναμιν αὐταῖς τοῦ κινεῖν τὰ ὀργανικὰ μέρη, ἐπεὶ οὖν τοῖς ἐναίμοις τοῦτο μάλιστα συμβέβηκεν, φανερὸν ὅτι πλείοσι τῶν τεσσάρων σημείοις οὐθὲν οἷόν τε τῶν ζῴων τῶν ἐναίμων κινεῖσθαι, καὶ πᾶν τὸ τέτρασι σημείοις κινούμενον ἔναιμόν ἐστι ζῷον. Τὰ μὲν οὖν διὰ τούτων λεγόμενα ταῦτα ἂν εἴη. ἀντιστοίχους δὲ κινήσεις λέγει τὰς ἐναντίας, οἷον τὴν ἄνω καὶ κάτω, συστοίχους δὲ τὰς μὴ ἐναντίας, οἷον φέρε εἰπεῖν τὴν ἄνω καὶ τὴν δεξιάν. εἰπὼν δὲ ὅτι δεῖ ὡρίσθαι καὶ τετάχθαι ταῖς ἀποστάσεσι τὸ τῶν λεχθεισῶν κινήσεων αἴτιον, μεταξὺ σαφηνίζων τί ποτέ ἐστι τὸ τῶν λεχθεισῶν κινήσεων αἴτιον ἐπήγαγεν αὕτη δ’ ἐστὶν ἀφ’ ἧς κοινῆς ἀρχῆς πάντων τῶν ἐν τῷ ζῴῳ ἥ τε τοῦ δεξιοῦ καὶ τοῦ ἀριστεροῦ κίνησίς ἐστι. ταύτην δὲ τὴν ἀρχὴν ἀναγκαῖον ἑκάστῳ τῶν ὀργανικῶν μερῶν ἔχειν· καὶ πῶς ἀναγκαῖόν ἐστιν ἑκάστῳ ταύτην ἔχειν, ἐπήγαγεν ἢ παραπλησίως πρὸς ἑκάστην τῶν ἐν τοῖς ῥηθεῖσι μέρεσιν ἀρχῶν. ἐλλείπει δὲ τῇ λέξει τὸ ἔχει,2 ἵν’ ᾖ τὸ πλῆρες τοιοῦτον, ἢ παραπλησίως ἔχει πρὸς ἑκάστην τῶν ἐν τοῖς ῥηθεῖσι μέρεσιν ἀρχῶν’. τὸ δὲ λεγόμενον οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ‘μὴ γὰρ διότι ἔχουσιν αἱ συναφαὶ ἐν ἑαυταῖς κατῳκισμένην τὴν κοινὴν ἀρχήν, διὰ τοῦτο λέγω ὅτι ἀνάγκη ἑκάστῃ αὐτῶν ἔχειν τὴν κοινὴν ἀρχήν· οὐ γὰρ ἔχουσιν αἱ συναφαὶ αὐτὴν ἐν ἑαυταῖς, ἀλλὰ τὰς ἀπ’ αὐτῆς ἐνδιδομένας δυνάμεις· ἀλλὰ κατὰ τοῦτό φημι ὅτι ἀνάγκη τῶν ὀργανικῶν μερῶν ἑκάστῳ ἔχειν αὐτήν, καθὸ παραπλησίως ἐγγίζει τε καὶ πλησιάζει ἑκάστῃ τῶν ἐν τοῖς ῥηθεῖσι μέρεσιν ἤτοι τοῖς ὀργανικοῖς ἀρχῶν’.

“既然上与下[……]。” 他现在把心脏中的灵魂称为运动的共同且主导的始基,器质性部分的动因就像从根和泉源一样从中生发出来。他称它为“运动的主导始基”,也是因为其余的始基正是因它且由它而具有致动的能力。但是,此前他曾说存在某种共同之物,器质性部分因之而如同朝向某个共同边界一样连续,现在怎么又说是因为共同的始基,器质性部分才与自身相联系并结合在一起呢?这是因为对于这些部分以及对于完全所有的部分而言,此物乃是彼此共存的原因;因为当它离开时,身体就会消散且腐朽。因此,他说,既然诸部分正是由于它才彼此联系在一起,而且在凡是要良好且合宜地运动的事物中,所有上述运动的原因,即运动的始基和主导者,都必须在朝向上述诸始基的距离上以某种方式被限定和被安排——也就是说,运动的主导始基与驻于器质性部分连接处并致动它们的其他诸始基相隔的距离,因此它与其它始基相隔的距离必须是被限定的(因为绝不可靠近此一始基并邻近于它,而远离另一始基,相反,与它们的距离必须是被限定且相称的)——因此,既然这些事情必须如此,那么显而易见,在动物中要么唯独属于它们,要么最属于这些在位置变化中以两个或四个点运动的动物,才具有位置运动。而他说“以两个[点]”,是因为他尚未表明人类也是以四个点运动。因此,既然有血动物几乎最具有这一属性——所谓“这一属性”,是指拥有一个共同的始基,而该始基必须同等地远离器质性部分中的诸始基,并赋予它们致动器质性部分的能力——因此,既然有血动物最具有这一属性,显而易见,有血动物中没有任何一种可能依靠超过四个点运动,而且凡依靠四个点运动的动物都是有血动物。通过这些所说的大概就是这些意思。他又将相反的运动称为“反列运动”,例如向上和向下的运动;而将不相反的运动称为“同列运动”,例如不妨说是向上和向右的运动。在说完了上述运动的原因必须在距离上被限定和被安排之后,他在其间阐明上述运动的原因到底是什么的同时补充道:“而这就是动物中所有事物的共同始基,右与左的运动正是源出于它。”而且各器质性部分必然拥有这一始基;至于各部分必然以何种方式拥有它,他又补充道:“或者对上述诸部分中的每个始基相类似地”。然而文句中省略了“具有/处于(ἔχει)”,因此完整的文句是“或者对上述诸部分中的每个始基相类似地处于(ἔχει)某种关系”。这一说法之所以这样补充,就仿佛他是在说:“因为并不是由于各连接处将共同始基安置在自身之内,我才因此说它们中的每一个必然拥有共同始基;因为各连接处并非在自身之内拥有它,而是拥有由它赋予的能力;相反,我之所以说器质性部分的每一个必然拥有它,是就此而言的,即它同等地接近并邻近于上述各部分中即各器质性部分的始基。”

语法注2 条
  1. 1.7ἐπεὶ οὖν, φησί, διὰ ταύτην συνήρτηνται

    长重复合句结构。由引导原因的从属从句 ἐπεὶ οὖν... 开头,其内部针对主语 τὸ τῶν λεχθεισῶν ἁπασῶν κινήσεων αἴτιον 接续不定式短语 δεῖ ... ὡρίσθαι,随后插入 τουτέστι 以下的重述(καὶ δεῖ οὖν τὴν ἀπόστασιν αὐτῆς... ὡρισμένην εἶναι),然后通过 ἐπεὶ οὖν οὕτω δεῖ ταῦτα ἔχειν 概括前置从句,最终接入主句 φανερὸν ὡς...。

  2. 1.7ἐλλείπει δὲ τῇ λέξει τὸ ἔχει

    关于亚里士多德原文中的词组 ἢ παραπλησίως πρὸς ἑκάστην τῶν ἐν τοῖς ῥηθεῖσι μέρεσιν ἀρχῶν,注解者指出句法上动词的省略(ἐλλείπει),并补出限定动词 ἔχει(“处于某种关系”),从而恢复了完整的句法结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:147.1-148.11