← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§145.32-146.36

前后无分化与以两对四点行进的论证

米海尔注疏亚里士多德(706b28),阐明在前后、上下、左右三对维度中,前后这一对不存在关节分化与器质性部分,因而也没有运动始基,从而论证了有血动物的行进运动是由其余两对(上下与左右)构成的四个点来进行的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6

" Κατὰ μὲν οὖν τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν διάληψις οὐκ ἔστι τοιαύτη." Ἐντεῦθεν ἡ δεῖξις τοῦ τέτρασι σημείοις κινεῖσθαι τὰ ἔναιμα. καὶ ἐπεί, ὡς εἴρηται, καθ’ ὃ συνάπτουσι τὰ ὀργανικὰ μέρη, ἔστι τις ψυχικὴ δύναμις (εἰ γὰρ μὴ ἦν, ἄψυχα ἂν καὶ ἀναίσθητα καὶ ὅλως ἀκίνητα ἦν), δῆλον ὅτι ἔνθα οὔκ εἰσιν ὀργανικὰ μέρη, οὐδὲ τὸ κοινόν, εἰ δὲ μὴ τὸ κοινόν, οὐδὲ κινητικὴ ἀρχή. ἓξ οὖν οὐσῶν διαστάσεων, τριῶν δὲ συζυγιῶν, εἰ δειχθείη ὅτι κατὰ μίαν συζυγίαν οὔκ εἰσιν ὀργανικὰ μέρη, δῆλον ὅτι οὐδὲ ἀρχὴ κινήσεως, εἰ δὲ μὴ ἀρχή, οὐδὲ κίνησις. ὥστε λείπεται κατὰ τὰς δύο συζυγίας εἶναι κίνησιν, ἐπεὶ ἀνάγκη καὶ ἀρχὴν ἐν αὐταῖς εἶναι κινητικήν. αἱ δὲ δύο συζυγίαι εἰς τέσσαρα διαιροῦνται σημεῖα· ἐν τέτρασιν ἄρα σημείοις ἡ τῶν ἐναίμων κίνησις. ἀλλὰ ταῦτα μὲν ἡμῖν προειρήσθω· αὐτὸς δέ φησιν ὅτι κατὰ τὰ ἔμπροσθεν καὶ ὄπισθεν διάληψις, τουτέστι διάρθρωσις ὀργανικῶν μερῶν, δι’ ὧν ἡ κατὰ τόπον μεταβολὴ γίνεται, οὐκ ἔστι. καὶ ἐπὶ μὲν τῶν ἀνθρώπων δῆλον· ὁ γὰρ δεξιὸς ποὺς κινητικόν ἐστι σημεῖον τοῦ δεξιοῦ, καὶ ὁ ἀριστερὸς τοῦ ἀριστεροῦ ὁμοίως. ἐπεὶ δ’ οὐ μόνον ἐστὶ δεξιὸν κάτω καὶ ἀριστερὸν κάτω, ἀλλὰ καὶ δεξιὸν ἄνω καὶ ἀριστερὸν ἄνω, ἡ μὲν δεξιὰ χεὶρ ἢ καὶ ἡ ὠμοπλάτη κινητικόν ἐστι σημεῖον τοῦ ἄνω δεξιοῦ, ἡ δὲ ἀριστερὰ τοῦ ἄνω ἀριστεροῦ, ὁ δὲ δεξιὸς ποὺς τοῦ κάτω δεξιοῦ καὶ ὁ ἀριστερὸς τοῦ κάτω ἀριστεροῦ. ὥστε ἐπὶ μὲν ἀνθρώπου δῆλον ὅτι τῶν ἄνω καὶ κάτω καὶ δεξιῶν καὶ ἀριστερῶν εἰσι κινητικὰ σημεῖα, τῶν δ’ ἔμπροσθεν καὶ ὄπισθεν οὐκ ἔστι· καίτοι κινεῖται μὲν ὁ ἄνθρωπος ἐπὶ τὸ ἔμπροσθεν (ἐφ’ ὃ γὰρ αἱ αἰσθήσεις), ἀλλὰ τὴν τοιαύτην κίνησιν διὰ τῶν σημείων τοῦ δεξιοῦ καὶ ἀριστεροῦ καὶ τῶν ἄνω καὶ κάτω κινεῖται. ὅλως δὲ ὅτι καὶ ὁ ἄνθρωπος τέτρασι σημείοις κινεῖται ὡς τὰ τετράποδα, δείξει προϊών. ἀλλὰ δὴ καὶ ἐπὶ τῶν τετραπόδων οἱ πρόσθιοι λεγόμενοι πόδες οὔκ εἰσι σημεῖα τῶν ἔμπροσθεν, ἀλλὰ τῶν ἄνω καὶ κάτω, εἴπερ ἀναλογοῦσι χερσίν, ὡς ἐν τῷ Περὶ ζῴων μορίων εἴρηται. ἀλλὰ ταῦτα μὲν ἡμῖν εἴρηται ὑπὲρ τοῦ ἐνδείξασθαι ὅτι οἱ δοκοῦντες εἶναι πρόσθιοι πόδες δοκοῦσι μὲν οὔκ εἰσι δὲ κατ’ ἀλήθειαν σημεῖα τῶν ἔμπροσθεν. αὐτὸς δὲ δείκνυσιν ὅτι διάληψις καὶ διάρθρωσις ὀργανικῶν μερῶν τοῦ ἔμπροσθεν οὐκ ἔστιν ἐκ τοῦ μηδὲ τοῦ ὄπισθεν εἶναι, τοῦτο δὲ πάλιν ἐκ τοῦ μηδὲ κίνησιν φυσικὴν ὑπάρχειν εἰς τὸ ὄπισθεν. εἰ γὰρ ἦν ὄργανα κινητικὰ τοῦ ὄπισθεν, οὐδὲν δὲ φυσικὸν ὄπισθεν κινεῖται, μάτην ἦσαν ἄν.1 ὥστ’ ἐπεὶ τῶν ὄπισθεν οὐκ ἔστιν ὄργανα, ἐπεὶ μηδὲ κίνησις, οὐδὲ τῶν ἔμπροσθεν· τῶν δὲ λοιπῶν δύο συζυγιῶν εἰσι. καὶ διὰ τοῦτο τῶν ζῴων ὅσα ὀργανικοῖς χρώμενα μέρεσι πορεύεται, τῇ μὲν κατὰ τὸ πρόσθεν διαφορᾷ οὐκ ἔχει ὀργανικὰ μέρη, ταῖς δὲ λοιπαῖς δύο, προτέρᾳ δὲ καὶ κατὰ πρῶτον τῇ φύσει λόγον τῇ διοριζούσῃ διαφορᾷ τὸ δεξιὸν καὶ ἀριστερόν,2 ἐπεὶ ἡ κατὰ τὸ δεξιὸν καὶ ἀριστερὸν διαφορὰ πρώτη ἐνορᾶται τοῖς δοκοῦσι τέτρασι σημείοις κινεῖσθαι.

“因此,就前与后而言并不存在这样的区分。” 关于有血动物依靠四个点运动的论证即由此开始。并且正如所说,由于在器质性部分相连结的界限上存在某种灵魂性的能力(因为如果不存在,它们就会是没有灵魂、没有感觉且完全不动的),显而易见,凡没有器质性部分之处,也就没有共同之物;而如果没有共同之物,也就没有运动的始基。因此,既然存在六个维度与三个配对,如果能够表明沿着其中一个配对不存在器质性部分,那么显而易见,也就没有运动的始基,而如果没有始基,也就没有运动。所以剩下的结论就是在其余两个配对中存在运动,因为在它们之中也必然存在运动的始基。而这两个配对被划分为四个点;因此,有血动物的运动是在四个点之中进行的。然而这些由我们先行述及;他自己则说,就前与后而言,不存在器质性部分的区分,即借以产生位置变化的关节分化。而且在人类身上这是显然的;因为右脚是右部的运动点,左脚同样是左部的运动点。并且,既然不仅有下方的右和下方的左,而且有上方的右和上方的左,那么右手乃至肩胛骨便是上方右部的运动点,左手则是上方左部的运动点,右脚是下方右部的运动点,而左脚是下方左部的运动点。因此在人身上显而易见,存在着上与下以及右与左的运动点,但并不存在前与后的运动点;尽管人确实向前运动(因为朝向感觉器官所在的方向),但这种运动人是通过右与左以及上与下的点来进行运动的。而且总的说来,正如四足动物一样,人也依靠四个点运动,他在下文将会表明这一点。不仅如此,在四足动物身上,所谓的前足也不是前方的点,而是上与下的点,如果它们确实相当于手的话,正如在《动物部分论》中所述。但这些由我们述及,是为了指出那些看似前足的部分虽然看似如此,但依真理而言并不是前方的点。而他自己则通过也不存在后方的器质性部分,来证明不存在前方的器质性部分的区分与关节分化;而这一点又通过甚至不存在向后方的自然运动来证明。因为如果存在运动后方的器官,却没有自然物向后运动,那么它们就会是徒劳的。因此,既然没有后方的器官(因为也没有后方的运动),也就没有前方的器官;但其余两个配对的器官是存在的。正因如此,凡使用器质性部分行进的动物,在前方的差异上不具有器质性部分,而是在其余两个差异上[具有器质性部分],并且首先并在本性的第一原则上在规定右与左的差异上[具有器质性部分],因为就右与左而言的差异最先在看似依靠四个点运动的事物中被观察到。

语法注2 条
  1. 1.6εἰ γὰρ ἦν ὄργανα κινητικὰ τοῦ ὄπισθεν, οὐδὲν δὲ φυσικὸν ὄπισθεν κινεῖται, μάτην ἦσαν ἄν.

    这是一个反事实条件句结构,由 εἰ 引导的过去时直说语气 ἦν 与结论句中的未完成过去时加 ἄν(ἦσαν ἄν)构成(“因为如果存在后方的器官,它们就会是徒劳的”);其间并列插入了一个现在时直说语气从句 οὐδὲν δὲ φυσικὸν ὄπισθεν κινεῖται(“但没有任何自然物向后运动”),用以陈述既成事实作为依据。

  2. 1.6ταῖς δὲ λοιπαῖς δύο, προτέρᾳ δὲ καὶ κατὰ πρῶτον τῇ φύσει λόγον τῇ διοριζούσῃ διαφορᾷ τὸ δεξιὸν καὶ ἀριστερόν

    承接前一分句 τῇ μὲν κατὰ τὸ πρόσθεν διαφορᾷ οὐκ ἔχει ὀργανικὰ μέρη,此处承前省略了谓语和宾语 ἔχει ὀργανικὰ μέρη。与格 ταῖς λοιπαῖς δύο 是表示关系或范围的与格(“在其余两个[差异]上”),其后的 τῇ διοριζούσῃ διαφορᾷ 则以同位语方式进一步具体指明首要的一项(即规定右与左的差异)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:145.32-146.36