- 底本
- Michael, In librum de animalium incessu commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 135-170. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:144.9-145.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了亚里士多德《论动物行进》706b18以下的内容,指出为了论证有血动物依靠四个点运动,必须预先确立器质性部分的连续性、通过肌腱的连接以及源自心脏的灵魂运动能力这一前提。
" Ἐπεὶ δ’ ἀνάγκη παντὸς συνεχοῦς." Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι πάντα τὰ ἔναιμα τέτρασι σημείοις κινεῖται. πρότερον δὲ προδιορίζεται ὅτι ἐν ἑκάστῳ μέρει, δι’ οὗ ὡς ὑπὸ κόλλης συνεχίζονται τὰ ὀργανικὰ μέρη, δύναμίς τις ἔνεστι ψυχικὴ ὡς ἀρχὴ καὶ αἰτία αὐτοῖς οὖσα τοῦ κινεῖσθαι. αὗται δὲ πάλιν αἱ ψυχικαὶ δυνάμεις καὶ ἀρχαὶ ἀνάγονται ὑπὸ μίαν τινὰ ἀρχήν, λέγω δὴ τὴν ἐν τῇ καρδίᾳ ἀρχὴν καὶ ψυχήν, ἀφ’ ἧς ὡς ἀπὸ κοινῆς ἀρχῆς καὶ ῥίζης καὶ μητρὸς διαδίδονται πρὸς τοὺς τόπους, ὑφ’ ὧν συνάπτονται πρὸς τὰ ὀργανικὰ μόρια, ἵνα κινῶσιν αὐτὰ αἱ ψυχικαὶ δυνάμεις. ὅτι δ’ εἰσὶ μόριά τινα, ὑφ’ ὧν ἑνοῦται καὶ συνεχίζεται τὰ ὀργανικὰ μέρη, δῆλον ἐκ τῆς Περὶ τὰ ζῷα ἱστορίας καὶ τῶν ἀνατομῶν. αἱ γὰρ ὠμοπλάται καὶ οἱ μηροὶ πρός τινας κοινοὺς ὅρους συνάπτουσι, καὶ τὰ ἄλλα πάντα· καὶ αἱ μὲν ψυχικαὶ δυνάμεις αἱ κινητικαὶ τῶν ὀργανικῶν μερῶν ἐνιδρυμέναι εἰσὶν ἐν οἷς τὰ ὀργανικὰ μέρη ὡς πρός τινας κοινοὺς ὅρους συνάπτουσιν, ἡ δὲ ψυχή, πρὸς ἣν ὡς κοινὴν ἀρχὴν ἀνάγονται καὶ ῥίζαν, ἐν τῇ καρδίᾳ· ἐν ταύτῃ γὰρ ἐνίδρυται. καὶ ἔχει ὡς μὲν ἡ ψυχὴ πρὸς τὰς ἀπ’ αὐτῆς δυνάμεις, οὕτως ἡ καρδία πρὸς τὰ ἐν οἷς εἰσιν αὗται μόρια. τῶν νεύρων γὰρ ἀρχὴ ἡ καρδία κατ’ αὐτόν· διὰ τῶν νεύρων δὲ ἡ κίνησις. προδιορίζεται δὲ ταῦτα, ἐπεὶ συμβάλλεται αὐτῷ πρὸς τὸ δεῖξαι ὅτι τέτρασι σημείοις τὰ ἔναιμα κινεῖται. ταῦτα μὲν οὖν προειρήσθω χάριν σαφηνείας τῶν μελλόντων λέγεσθαι. λέγει δὴ ὅτι ἐπεὶ ἀναγκαῖόν ἐστι παντὸς συνεχοῦς πράγματος,1 ὅλου μὲν δυναμένου τοῦ συνεχοῦς κινεῖσθαι, ἐν δὲ τῷ κινεῖσθαι τὸ μὲν αὐτοῦ ἠρεμεῖν τὸ δὲ κινεῖσθαι (ἀεὶ γὰρ ἐφ’ ἡμῶν ὁ μὲν εἷς τῶν ποδῶν ἠρεμεῖ, θάτερος δὲ κινεῖται, εἶτα ἠρεμεῖ μὲν οὗτος, θάτερος δὲ προωθεῖται καὶ κινεῖται·) ἐπεὶ οὖν ἀνάγκη ἐπὶ τοῦ τοιούτου συνεχοῦς σώματος εἶναι τὸ κοινόν, καθ’ ὃ ὥσπερ ὑπό τινος κοινοῦ ὅρου συνεχίζονται ταῦτα τὰ μόρια, τουτέστι τὰ ὀργανικά, δι’ ὧν τὴν κίνησιν πάντα τὰ κινούμενα δι’ ὀργάνων τὴν κατὰ τόπον ποιεῖται μεταβολήν, καὶ πρὸς τούτῳ ἐπεὶ ἐνταῦθα ἀναγκαῖόν ἐστι, τουτέστιν ἐν τῷ κοινῷ, ὑφ’ οὗ συνεχίζονται τὰ ὀργανικὰ δι’ ὧν, ὡς εἴρηται, ἡ κίνησις γίνεται, εἶναι δύναμίν τινα ψυχικὴν καὶ ἀρχὴν τῆς ἑκάστου τῶν ὀργανικῶν μερῶν κινήσεως, ὁμοίως δὲ καὶ στάσεως (τὸ γὰρ αἴτιον τοῦ κινεῖσθαι τοῦτό ἐστι καὶ τοῦ ἵστασθαι), ἐπεὶ οὖν ἀνάγκη ὑπάρχειν τὸ κοινὸν καὶ ἐν τῷ κοινῷ εἶναι ἀρχὴν καὶ αἰτίαν τῆς τε κινήσεως καὶ στάσεως, φανερὸν ὅτι καθ’ ὅσας τῶν λεχθεισῶν ἀντιθέσεων, τῆς τε ἄνω καὶ κάτω καὶ ἔμπροσθεν καὶ ὄπισθεν καὶ δεξιοῦ καὶ ἀριστεροῦ, ἰδία ὑπάρχει κίνησις (ἄλλη γὰρ κίνησις ἡ τοῦ ἄνω καὶ κάτω καὶ ἄλλαι αἱ τῶν λοιπῶν δύο ἀντιθέσεων) φανερὸν οὖν ὅτι ταῦτα πάντα τὰ μέρη, ἐν οἷς θεωροῦνται αἱ λεχθεῖσαι ἀντιθέσεις, κοινὴν αἰτίαν καὶ ἀρχὴν τοῦ κινεῖσθαι ἔχει κατὰ τὴν τῶν εἰρημένων μερῶν σύμφυσιν, λέγων σύμφυσιν τὰ νεῦρα καθ’ ἃ συνεχίζονται. εἰπὼν δὲ ὅτι κατὰ τὴν τῶν εἰρημένων μερῶν σύμφυσιν, τίνα ἐστὶ τὰ εἰρημένα μέρη σαφηνίζων ἐπήγαγε λέγω δὲ τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια, οἶμαι, τοιαύτη· κατὰ δὲ τὴν λέξιν τὴν ᾗ ἄμφω κινεῖται τὰς ἐναντίας κινήσεις2 τὸ λεγόμενον ἴσον ἐστὶ τῷ ὅπου ἂν πεφύκῃ τὸ κινούμενον κινεῖσθαι, εἴτε ἐν ἀέρι εἴτε ἐν ὕδατι εἴτε ἐν γῇ, ἑστῶτος θατέρου κινουμένου δὲ θατέρου τὴν κίνησιν ποιεῖται. τῷ δὲ ᾗ ἄμφω κινεῖται πρόσκειται τὸ τὰς ἐναντίας κινήσεις πάνυ καλῶς· ὃ γὰρ δύναται ἄνω κινεῖσθαι, τοῦτο καὶ κάτω. ἀλλὰ καὶ ἀντὶ τοῦ εἰπεῖν πληθυντικῶς ‘ἐπεὶ δ’ ἀνάγκη εἶναι τὰ κοινά, καθ’ ἃ συνεχῆ ταῦτ’ ἐστὶν ἀλλήλοις’, ἑνικῶς αὐτὸ ἀπήγγειλεν εἰπὼν ‘ἐπεὶ δ’ ἀνάγκη εἶναι τὸ κοινόν, καθ’ ὃ συνεχῆ ταῦτ’ ἐστί’, καὶ διὰ τοῦτο ἀντὶ τοῦ εἰπεῖν ‘καὶ ἐνταῦθα ὑπάρχειν τὰς ἀρχὰς’ εἴρηκε ‘τὴν ἀρχὴν’ ἑνικῶς. ἢ προσυπακουστέον ‘τὸ ἐν ἑκάστῃ’, καὶ εἴη ἂν τοιοῦτον ‘ἐπεὶ δ’ ἀνάγκη ἐν ἑκάστῃ συζυγίᾳ τῶν ὀργανικῶν μερῶν εἶναί τι τὸ κοινόν’, καὶ τὰ ἑξῆς.
“既然对每一个连续事物而言都必然……” 所提出的论题是表明所有有血动物都依靠四个点进行运动。但在此之前他预先规定:在每一个部分中(器质性部分通过这一部分犹如被胶粘合一般保持连续),都存在着某种灵魂性的能力,作为它们运动的始基和原因。而这些灵魂性的能力与始基,又被归统于某一个单一始基之下,我指的是心脏中的始基与灵魂;诸灵魂性能力正是从它出发,犹如从共同的始基、根基与母体出发,被分送至那些借以与器质性部分相连结的部位,以便灵魂性能力推动它们。并且存在着某些部分,器质性部分借由它们而统一并保持连续,这从《动物志》和《解剖书》中是显而易见的。因为肩胛骨和大腿骨连接至某些共同的界限,其他一切部分亦是如此;而推动器质性部分的灵魂性能力,正是居于器质性部分犹如连接至某些共同界限所在的那些[部分]之中,至于它们作为共同始基和根基所归统的灵魂,则在心脏中;因为灵魂即居于其中。灵魂对于源自它的诸能力的关系,正如心脏对于这些能力所在的部分的关系。因为按照他的看法,心脏是肌腱的始基,而运动是通过肌腱进行的。他预先规定这些,是因为这有助于他表明有血动物依靠四个点运动。那么,为了将要叙述之事的明晰起见,这些便先说至此。 他说,既然对每一个连续事物而言都必然如此——尽管连续的整体能够运动,但在运动中其一部分静止而另一部分运动(因为在我们身上始终是一只脚静止而另一只脚运动,接着这只脚静止而另一只脚被向前推进并运动)——既然对于这样的连续身体而言,必然存在一个共同之物,正是依凭它,犹如依凭某个共同的界限,这些部分得以保持连续,即所有依靠器官运动的事物借以产生位置变化的那些器质性部分;此外,既然在那处,即在器质性部分借以保持连续的共同之物中(正如所说,运动正是借由它们产生的),必然存在某种灵魂性的能力以及每个器质性部分运动的始基,同样也是静止的始基(因为运动的原因与静止的原因是同一的);既然必然存在共同之物,并且在共同之物中必然存在运动与静止的始基和原因,那么显而易见,按照所叙述的对立关系——即上与下、前与后、右与左——中存在各自特有运动的种类(因为上与下的运动是一种,其余两种对立关系的运动是另一些),显而易见,所有这些见出上述对立关系的部分,按照上述部分的合生,都具有运动的共同原因和始基,他所说的合生是指它们借以保持连续的肌腱。而在说了“按照上述部分的合生”之后,为了澄清所说部分是什么,他接着说:“我指的是右边与左边”。我认为,所说内容的意旨大体如此。至于字面上的“在两方进行相反运动的方式上”,所说之话等同于:“无论运动者本性上适于在何处运动,无论在空气中、水中还是大地上,它都是在一者静止而另一者运动中进行运动的”。而在“两方运动的方式上”这一短语之后补充“进行相反的运动”,是极为恰当的;因为能够向上运动者,它也能向下运动。而且,他没有使用复数说“既然必然存在某些共同部分,依凭它们这些部分彼此连续”,而是用单数表述说“既然必然存在共同之物,依凭它这些部分得以连续”,正因如此,他没有说“并且在那处存在着诸始基”,而是用了单数的“始基”。或者必须补充理解为“在每一个[配对]中的”,其含义或许是:“既然在器质性部分的每一个配对中,都必然存在某种共同之物”,等等。
- 1.5ἐπεὶ ἀναγκαῖόν ἐστι παντὸς συνεχοῦς πράγματος
属格 παντὸς συνεχοῦς πράγματος 在无人称句 ἀναγκαῖόν ἐστι 中充当限制或涉及属格,统辖随后的不定词短语(ὅλου μὲν δυναμένου... τὸ μὲν αὐτοῦ ἠρεμεῖν τὸ δὲ κινεῖσθαι),意为“对于每一个连续事物而言,……是必然的”。米海尔随后用介词短语 ἐπεὶ οὖν ἀνάγκη ἐπὶ τοῦ τοιούτου συνεχοῦς σώματος 进行意译,亦印证了这一句法功能。
- 1.5ᾗ ἄμφω κινεῖται τὰς ἐναντίας κινήσεις
关系副词 ᾗ 在亚里士多德原文中本指“在……方面/方式上”,但注疏者在此将其引申并换言(ἴσον ἐστί)为空间或介质意义上的“无论运动者本性上适于在何处运动(ὅπου ἂν πεφύκῃ...)”。此外,与动词 κινεῖται 连用的 τὰς ἐναντίας κινήσεις 充当同族宾格(内含宾格),表示“进行相反的运动”。
