← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§142.34-144.8

动物身体构造中的上下与前后关系

米海尔解释道,直立的人与鸟类等双足动物的“上”与“前”彼此分节且相互分离,而四足、多足和无足动物则将二者结合在同一部位,并通过身体与宇宙方位(天与侧面)的对应关系对此作了说明。他进一步论述了软体动物中前后重合的构造及植物的朝向,并阐明了上、前、右何以作为尊贵的始基分别支配生长、感觉和位置运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#2

φύσει γὰρ τὸ ἄνω ἡμῖν πρὸς τὸ τοῦ παντὸς ἄνω καὶ τὸ κάτω ὁμοίως πρὸς τὸ κάτω, διότι καὶ φύσει ὀρθὸς ὁ ἄνθρωπος. ταῦτα εἰπὼν λέγει, ὅσοις μὲν ἄλλο ἐστὶ τὸ ἄνω καὶ ἄλλο τὸ ἔμπροσθεν, καὶ διώρισται καὶ κεχώρισται ταῦτα ἀπ’ ἀλλήλων, ὡς ἐπ’ ἀνθρώπων καὶ ὀρνίθων (ἐπὶ τούτων γὰρ ἄλλο μὲν τὸ ἄνω, ἄλλο δὲ τὸ ἔμπροσθεν), ὅσοις οὖν κεχώρισται ταῦτα ἀπ’ ἀλλήλων, ταῦτα πάντα τὰ ζῷα δίποδά ἐστιν. ἐπεὶ δέ, ὡς δείξει, πάντα τὰ κινούμενα ἐλαχίστοις τέτρασι σημείοις κινεῖται, λέγει ὅτι τῶν τεσσάρων σημείων ἀντὶ τῶν λοιπῶν δύο οἱ μὲν ὄρνιθες τὰς πτέρυγας ὡς οἱ ἄνθρωποι τοὺς βραχίονας ἔχουσιν. ὅσα μὲν οὖν, ὡς εἴρηται, κεχωρισμένα ἔχουσιν ἀπ’ ἀλλήλων τὰ ἄνω καὶ τὰ ἔμπροσθεν, δίποδά ἐστιν· ὅσα δὲ οὐ κεχωρισμένα, ἀλλὰ τὰ αὐτὰ ἔχει καὶ πρόσθεν καὶ ἄνω * * τῶν γὰρ ἵππων1 καὶ βοῶν καὶ τῶν λοιπῶν τετραπόδων οἱ ἐμπρόσθιοι πόδες καὶ ἀντὶ ἄνω καὶ ἀντὶ πρόσθεν εἰσίν. ὃ γὰρ ἐπὶ ἀνθρώπου κάτω, ἔστι δὲ ἐπὶ τούτου κάτω οἱ πόδες, τοῦτο καὶ ἐπὶ τῶν τετραπόδων, καὶ ἔστιν αὐτοῖς τὸ κάτω οἱ ὄπισθεν πόδες· ὃ δὲ ἐπὶ ἀνθρώπου ἄνω, ἔστι δὲ αἱ χεῖρες διὰ τὸ πλησιάζειν τῷ αὐχένι, τοῦτο ἐπὶ τῶν τετραπόδων οἱ πρόσθιοι πόδες. τὸ αὐτὸ ἄρα καὶ ἄνω καὶ πρόσθεν ἐπὶ τῶν τετραπόδων, καὶ οὐ διώρισται ἀπ’ ἀλλήλων. ἄλλως τε τὸ μὲν τῶν ἀνθρώπων ἄνω οἷον ἡ κορυφὴ πρὸς τὸ τοῦ παντὸς ἄνω ἐστὶ τὸν οὐρανόν· τὸ γὰρ κατὰ κορυφὴν ἡμῶν λεγόμενον σημεῖον μέρος τοῦ οὐρανοῦ· τὸ δὲ πρόσθεν (λέγεται δὲ πρόσθεν ἐν ᾧ αἱ αἰσθήσεις) τοῦτο οὖν τὸ πρόσθεν εἰς τὰ τοῦ παντὸς πλάγια· ἢ γὰρ πρὸς ἀνατολὰς ἢ πρὸς δυσμὰς ἢ πρὸς νότον ἢ πρὸς βορρᾶν, ἢ ἔνθα ἂν τύχῃ ὁ ἄνθρωπος βλέπων. τοῦ δὲ ἵππου καὶ ἡ κορυφὴ καὶ αἱ αἰσθήσεις πρὸς τοῖς τοῦ παντός2 εἰσι πλαγίοις· δῆλον 〈οὖν〉 ὅτι ἐν τῷ αὐτῷ ἔχουσι τὸ ἄνω καὶ τὸ πρόσθεν. καὶ εἰσί, φησί, ταῦτα πάντα τὰ ἐπὶ τὸ αὐτὸ ἔχοντα τὸ ἄνω καὶ τὸ πρόσθεν τετράποδα καὶ πολύποδα καὶ ἄποδα. ὁρίζεται δὲ καὶ τὸν πόδα καὶ λέγει αὐτὸν ὠνομάσθαι ἀπὸ τοῦ πέδου. τὰ δὲ μαλάκια, φησίν, ἐπὶ τὸ αὐτὸ ἔχει τὸ πρόσθεν καὶ ὄπισθεν· συνήχθη γὰρ τὰ ὄπισθεν πρὸς τὰ ἔμπροσθεν, καὶ γέγονεν οἱονεὶ κύκλος, ὡς εἴρηται καὶ ἐν τοῖς Περὶ ζῴων μορίων. λέγει δὲ καὶ τὰ μὲν δίποδα ἔχειν τὸ ἄνω πρὸς τὸ τοῦ ὅλου ἄνω, τὰ δὲ πολύποδα καὶ ἄποδα πρὸς τὸ μέσον, ἤγουν πρὸς τὰ πλάγια τοῦ παντός, οἷον ἀνατολὴν ἢ δύσιν ἢ ἄρκτον ἢ ἄλλο τι τῶν τοιούτων. τὰ δὲ φυτὰ ἔχει τὸ ἄνω πρὸς τὴν γῆν, διότι εἰσὶν ἀκίνητα καὶ ὅτι ἡ τροφὴ ἐκ τῶν ἄνω εἴσεισιν, ἔστι δὲ αὐτοῖς ἡ τροφὴ ἐκ τῆς γῆς. τὰ δὲ τετράποδα ἔχει τὸ ἄνω πρὸς τὸ μέσον, διότι οὐκ ὀρθά ἐστιν, οἱ δ’ ἄνθρωποι πρὸς τὸ ἄνω, διότι ὀρθοί. ἀλλὰ μὴν καὶ αἱ ἀρχαί, ὡς ἐν τῷ Περὶ οὐρανοῦ εἴρηται, εὐλόγως εἰσὶν ἀπὸ τῶν ἄνω καὶ πρόσθεν καὶ δεξιῶν, διότι ἡ ἀρχὴ τίμιον, καὶ τὸ ἄνω καὶ πρόσθεν καὶ δεξιὸν τίμιον, ὥστε ὡς μὲν ἀρχαὶ τίμια τὸ δεξιὸν καὶ ἄνω καὶ πρόσθεν, καὶ ὡς τίμια ἀρχαί.3 ἀρχὴ δὲ τὸ μὲν ἄνω αὐξήσεως, τὸ δὲ δεξιὸν τῆς κατὰ τόπον μεταβολῆς, τὸ δὲ πρόσθεν τῶν αἰσθήσεων.

因为就本性而言,我们的“上”对应于宇宙的“上”,而“下”同样对应于“下”,这也因为人在本性上是直立的。说了这些之后,他说,凡是其“上”是一回事而“前”是另一回事,且二者彼此区分并相互分离的生物,正如在人与鸟类中那样(因为在这些生物中,“上”是一回事,而“前”是另一回事)——因此,凡是二者彼此分离的生物,所有这些动物都是双足的。而且,正如他将要指出的,凡运动者都至少依靠四个点进行运动,他说在这四个点中,鸟类拥有翼以代替其余两点,正如人拥有手臂一样。因此,正如所说,凡是将“上”与“前”彼此分离的生物都是双足的;而凡是不将它们分离,而是将同一事物既作为前又作为上的生物[……]。因为马、牛以及其余四足动物的前足,既代替上又代替前。因为在人身上居于下者——在人身上居于下的是足——在四足动物身上也是如此,对它们而言居于下的是后足;而在人身上居于上者——由于靠近颈部,在人身上居于上的是手——在四足动物身上则是前足。因此,在四足动物身上,上与前是同一的,并且彼此没有区分开来。此外,人的“上”,例如头顶,朝向宇宙的“上”即天——因为被称为在我们头顶的点乃是天的一部分;而“前”(感觉器官所在之处被称为前),这“前”则是朝向宇宙的侧面;因为它是朝向东方、西方、南方或北方,或者朝向人碰巧目视之处。但在马身上,头顶和感觉器官都朝向宇宙的侧面;因此显然,它们是将“上”与“前”置于同一处的。他说,所有这些将“上”与“前”置于同一处的生物,都是四足动物、多足动物和无足动物。他还对“足”下了定义,并说它是从“地面”得名的。他说,软体动物是将“前”与“后”置于同一处;因为后部的部分已经聚向了前部的部分,并且形成了一个如同圆圈般的形态,正如在《论动物的部分》中也已经说过的那样。他又说,双足动物是将“上”朝向宇宙整体的“上”,而多足动物和无足动物则是朝向中间,即朝向宇宙的侧面,例如东方、西方、北方或诸如此类的其他方向。植物则是将“上”朝向大地,因为它们是不能移动的,并且因为养料是从上部进入的,而对它们而言养料来自大地。四足动物由于不是直立的,故将“上”朝向中间,而人由于是直立的,故将“上”朝向“上”。再者,正如在《论天》中所说,始基合乎情理地来自上、前与右,因为始基是尊贵的,而上、前与右也是尊贵的,因此右、上与前作为始基是尊贵的,且作为尊贵之物是始基。而上是生长的始基,右是空间位置变化的始基,前则是感觉的始基。

语法注3 条
  1. 1.4ὅσα δὲ οὐ κεχωρισμένα, ἀλλὰ τὰ αὐτὰ ἔχει καὶ πρόσθεν καὶ ἄνω * * τῶν γὰρ ἵππων

    与对照分句 ὅσα μὲν οὖν... δίποδά ἐστιν 相对的 ὅσα δὲ... 分句的主句(主动词与谓语,例如“这些是四足动物”等)出现脱落(底本中以星号标示缺文)。后续的原因分句 τῶν γὰρ ἵππων... 直接以四足动物为论述对象,因此在句法上须预设主句的缺失。

  2. 1.4πρὸς τὸ μέσον, ἤγουν πρὸς τὰ πλάγια τοῦ παντός

    在宇宙论语境中,τὸ μέσον 通常指“中心(地球)”,但此处同位解释短语 ἤγουν πρὸς τὰ πλάγια τοῦ παντός(“即朝向宇宙的侧面”)表明注解者将其界定为相对于上与下的“中间水平方向/侧方(即各方位)”。

  3. 1.4ὥστε ὡς μὲν ἀρχαὶ τίμια τὸ δεξιὸν καὶ ἄνω καὶ πρόσθεν, καὶ ὡς τίμια ἀρχαί

    在由 ὥστε 引导的结果从句中,包含一个相互对应的资格述语结构:前半句 ὡς μὲν ἀρχαὶ τίμια 表示“作为始基是尊贵的”,后半句 καὶ ὡς τίμια ἀρχαί 表示“作为尊贵之物是始基”,复合主语 τὸ δεξιὸν καὶ ἄνω καὶ πρόσθεν 置于前半句中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:142.34-144.8