← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§141.20-142.34

动物的前后区分与作为运动始基的左右

米海尔阐明了亚里士多德关于动物因感觉而具有“前”与“后”,并因自身空间运动而具有作为运动始基的“右”与“左”的论述。他探讨了有肢体动物与蛇类、甲壳动物在左右分节清晰度上的差异,并论及人类身上左右两侧最显著的分离与分工。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#1

" Ὅσα δὲ μὴ μόνον ζῇ ἀλλὰ καὶ ζῷά ἐστι, τούτοις ὑπάρχει καὶ τὸ ἔμπροσθεν καὶ ὄπισθεν." Καὶ τίνα τὰ ἔμπροσθεν καὶ τὰ ὄπισθεν, ἐπάγει. πάντα γὰρ τὰ ζῷα αἴσθησιν ἔχει· ἐφ’ ᾧ δ’ ἐστὶν ἡ αἴσθησις καὶ ὅθεν ἑκάστοις τὸ αἰσθάνεσθαι, τοῦτ’ ἔστι τὸ ἔμπροσθεν, τὰ δ’ ἀντικείμενα τούτοις1 ὄπισθεν. ὅσα δὲ πρὸς τῷ αἰσθάνεσθαι καὶ τὴν κατὰ τόπον μεταβολὴν αὐτὰ δι’ ἑαυτῶν ποιεῖται, ἐν τούτοις πρὸς ταῖς λεχθείσαις διαστάσεσι διώρισται τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἔργῳ μέν, οὐ μὴν καὶ τῇ θέσει· οὐ γὰρ κεῖται τὸ μὲν αὐτῶν ἄνω, τὸ δὲ κάτω. ἔργον δὲ τοῦ μὲν δεξιοῦ τὸ ἄρχεσθαι ἀπ’ αὐτοῦ τὴν κίνησιν. ὅθεν γὰρ τοῦ σώματος ἡ τῆς κατὰ τόπον μεταβολῆς ἀρχὴ φύσει ὑπάρχει, τοῦτ’ ἔστι τὸ δεξιὸν ἑκάστου, τὸ δ’ ἀντικείμενον καὶ τούτῳ ἀκολουθοῦν ἀριστερόν. ἀλλ’ ὅτι μὲν πάντα, ὅσα τὴν κατὰ τόπον ποιεῖται μεταβολήν, ἔχει τὸ δεξιὸν καὶ ἀριστερόν, καὶ ὅτι ἀρχὴ τῆς τοιαύτης μεταβολῆς τὸ δεξιόν, καὶ εἴρηται καὶ ἔτι δειχθήσεται καὶ ἐνταῦθα καὶ ἐν τοῖς Περὶ ζῴων κινήσεως. ὅτι μὲν οὖν ταῦτα ἔχει τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, εἴρηται· διήρθρωται δὲ τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον. ὅσα μὲν γὰρ ὀργανικοῖς μέρεσι χρώμενα, οἷον ποσί, πτέρυξιν ἤ τισιν ἄλλοις, κατὰ τόπον ποιεῖται μεταβολήν, ἐν τούτοις μᾶλλον διήρθρωται καὶ γνώριμόν ἐστι μᾶλλον τὸ λεχθέν, λέγων λεχθὲν τὸ δεξιὸν καὶ τὸ ἀριστερόν· ὅσα δ’ ὀργανικὰ μὲν οὐκ ἔχει μέρη, αὐτῷ δὲ τῷ σώματι διαλήψεις καὶ οἷον διαρθρώσεις ὀργανικῶν μερῶν ποιούμενα προέρχεται (αἱ γὰρ καμπαί, δι’ ὧν οἱ ὄφεις τὴν κατὰ τόπον, ὡς ἐρεῖ προϊών, ποιοῦνται μεταβολήν, τὴν τῶν ὀργανικῶν μερῶν χρείαν ἀποπληροῦσι), τὰ μὲν δὴ μὴ ἔχοντα ὀργανικὰ μέρη, ὑπάρχει μὲν καὶ ἐν τούτοις τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, οὐ μὴν διασεσάφηταί γε καὶ διάδηλα ὁμοίως τυγχάνουσι τοῖς ἔχουσι τὰ ὀργανικὰ μέρη. εἰπὼν δὲ ὅτι τὸ δεξιόν ἐστιν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, πιστοῦται τοῦτο καὶ ἀπὸ τοῦ τὰ φορτία ἐν τοῖς ἀριστεροῖς φέρειν, ἵν’ ᾖ τὰ δεξιὰ ἀπολελυμένα τὰ μέλλοντα τῆς κινήσεως ἄρχεσθαι, καὶ ἀπὸ τοῦ ῥᾷον ἀσκωλιάζειν ἐν τοῖς ἀριστεροῖς. ὁ γὰρ τὸν ἀριστερὸν πόδα χωλεύων ῥᾷον βαδίζει τοῦ τὸν δεξιὸν χωλεύοντος·2 διὰ γὰρ τὸ ἄρχειν τῆς κινήσεως τὰ δεξιά, ἐπὰν πάθῃ, πάμπαν κακῶς τὸ οἰκεῖον ἐκπληροῖ ἔργον, τὰ δ’ ἀριστερὰ διὰ τὸ πεφυκέναι ἀκολουθεῖν τοῖς δεξιοῖς οὐ πάνυ κακῶς, ἀλλὰ μετρίως κακῶς τὸ ἑαυτῶν ἀποπληροῦσιν ἔργον. πιστοῦται δὲ τὸ εἶναι τὴν τῆς κινήσεως ἀρχὴν ἀπὸ τῶν δεξιῶν καὶ ἀπὸ τοῦ προβάλλειν καὶ προτιθέναι τοὺς ἀριστεροὺς πόδας κατὰ τὸν καιρὸν τοῦ δρόμου, ὡς ἀρξαμένων τῆς κινήσεως τῶν δεξιῶν. ταῦτα εἰπὼν λέγει ὅτι τὰ δεξιὰ πᾶσι ταὐτά ἐστιν. οὐ γὰρ ἄλλοις μέν εἰσι τὰ δεξιὰ ὅθεν ἄρχονται τῆς κινήσεως, ἄλλοις δ’ ἄλλοθεν, ἀλλ’ ἐπὶ πάντων τὸ τῆς κινήσεως ἄρχον καὶ λέγεται καὶ ἔστι δεξιόν. ἐπεὶ δὲ τὰ στρομβώδη, ἤγουν τὰ στρογγύλα τῶν ὀστρακοδέρμων ἀπὸ παντὸς μέρους ἑαυτῶν τὴν ἀρχὴν τῆς κινήσεως ποιεῖται, πλὴν τῆς ἑλίκης (οὔτε γὰρ ἀπ’ αὐτῆς οὔτ’ ἐπὶ ταύτην κινεῖται, ἀλλ’ ἀπὸ τῶν καταντικρὺ τῆς ἑλίκης καὶ ἐπὶ ταῦτα τὴν κίνησιν ποιεῖται), ἐπεὶ οὖν ἀπὸ παντὸς μέρους κινεῖται πλὴν τῆς ἑλίκης, ἡ δὲ ἑλίκη πρὸς τὸ ὅλον ὄστρακον οὐδέν ἐστι, ῥητέον δεξιὰ πάντα τὰ τῶν στρομβοειδῶν καὶ στρογγύλων μέρη. ταῦτα εἰπὼν λέγει ὅτι μάλιστα τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος ἔχει τὰ ἀριστερὰ ἀπολελυμένα, τουτέστι διηρθρωμένα καὶ μεγάλην ἔχοντα πρὸς τὰ δεξιὰ διαφοράν, διὰ τὸ κατὰ φύσιν ἔχειν μάλιστα τῶν ζῴων.

“而凡不仅活着而且也是动物的,对于这些,前与后也同样属于它们。” 而且他接着指出了什么是前与后。因为一切动物都具有感觉;而在何处有感觉,以及对各个动物而言感觉从何处产生,这就是“前”,与此相对立的部分就是“后”。而凡是在具有感觉之外,还能够依靠自身而进行空间位置变化的生物,在这些生物中,除了上述的维度之外,右与左在功能上被区分开来,然而绝非在位置上被区分;因为它们绝不是一个居于上、另一个居于下。而右侧的功能乃是运动从它开始。因为空间位置变化的始基自然地属于身体的哪一部位,该部位就是各自的“右”,而与其对立并跟随它的则是“左”。但是,凡是进行空间位置变化的生物都具有右与左,并且这种变化的始基是右侧,这一点不仅已经说过,而且在此处以及在《论动物的运动》中还将进一步被证明。因此,这些生物具有右与左已经被述及;但在某些生物中它们被区分得更充分,在另一些中则较不充分。因为凡是使用器官性部分(例如足、翼或某些其他部分)进行空间位置变化的生物,在它们之中,上述事物被区分得更充分也更易于辨识——他所说的上述事物是指右与左;而凡是不具有器官性部分,却用身体本身为自己造出器官性部分的划分和如同关节般的活动而前行的生物(因为蛇借以进行空间位置变化的弯曲,正如他在后文中将要说的,满足了器官性部分的需求),那些不具有器官性部分的生物,在它们之中右与左固然也存在,然而却并不像在那些具有器官性部分的生物中那样同样明朗和显著。而在说明了右侧是运动始基之所在后,他也从人们在左侧承载重物——以便即将开始运动的右侧处于解脱状态——以及在左足上单足跳更容易这两点上证实了这一点。因为左足跛行者比右足跛行者行走得更容易;因为由于右侧是发起运动者,一旦它受损,就会极差地履行自身固有的功能,而左侧由于本性上是追随右侧的,故履行自身功能时并不是极差,而是中度程度的差。运动始基源自右侧这一点,也从疾跑之时迈出并向前伸出左足得到证实,这是因为右侧已经发起了运动。说了这些之后,他说右侧对于一切生物而言都是同一的。因为并不是对某些生物而言它们由此开始运动的部位是右,而对另一些生物而言则是从别处,而是在一切生物中,发起运动者都被称为右且实为右。而既然螺形、即圆形的甲壳动物是从自身的每一个部分发起运动,除了螺顶之外(因为它们既不从它发起运动,也不朝向它运动,而是从正对螺顶的部分发起运动并朝向它们运动),既然除了螺顶之外它们从各个部分发起运动,而螺顶相对于整个外壳微不足道,那么必须说螺形和圆形甲壳动物的所有部分都是右侧。说了这些之后,他说在其他动物中,人最具有被解脱开来的左侧,即充分分节并且与右侧具有巨大差异的左侧,这是因为人在动物中最为顺应自然。

语法注2 条
  1. 1.4τὰ μὲν δὴ μὴ ἔχοντα ὀργανικὰ μέρη, ὑπάρχει μὲν καὶ ἐν τούτοις

    中性复数分词短语 τὰ μὲν δὴ μὴ ἔχοντα ὀργανικὰ μέρη 在句首作为悬空主格(nominativus pendens)提出,作为话题提示,在随后的主句中由介词短语 ἐν τούτοις 在语法上加以承接。这是因为此前由 ὅσα δ’ ὀργανικὰ μὲν οὐκ ἔχει μέρη 引出的句子被插入的长解释句打断,故在此以主格短语重新提起话题以引出主动词 ὑπάρχει。

  2. 1.4τοῦ τὸν δεξιὸν χωλεύοντος

    由比较级副词 ῥᾷον 所支配的比较属格结构。分词 χωλεύοντος 支配带有限定或关系意义的宾格 τὸν δεξιὸν [sc. πόδα](对格),整体意为“比右足跛行者[更容易]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:141.20-142.34