- 底本
- Michael, In librum de animalium incessu commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 135-170. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:140.6-141.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《动物行进》705a26,从功能(口与根的营养摄取)以及相对于全宇宙的位置这两个角度探讨生物六个维度中的“上与下”,阐明人类、四足动物与植物之间的差异。
" Ἐπεὶ δ’ εἰσὶν αἱ διαστάσεις τὸν ἀριθμὸν ἕξ." Διὰ τούτων διορίζεται ποῖα τῶν ζώντων ἔχει τὰς ἓξ διαστάσεις, οἷον τὸ ἄνω καὶ κάτω, τὸ ἔμπροσθεν καὶ ὄπισθεν, τὸ δεξιὸν καὶ ἀριστερόν, καὶ ποῖα τὰς τέσσαρας, καὶ ποῖα μόνας τὰς δύο, καί φησιν ὅτι ἐπεὶ ἕξ εἰσὶν αἱ πᾶσαι διαστάσεις, τὸ μὲν ἄνω καὶ κάτω πάντα ἔχει τὰ ζῶντα. ἔστι γὰρ καὶ ἐν τοῖς φυτοῖς τὸ ἄνω καὶ κάτω· ἐπεὶ γὰρ ἄνω μὲν λέγομεν τὸ στόμα, δι’ οὗ εἴσεισιν ἡ τροφή, κάτω δὲ δι’ οὗ ἡ τῆς τροφῆς ἐξέρχεται περίττωσις, οὐδὲν δὲ τῶν ζώντων δύναται ζῆν ἄνευ τοῦ τρέφεσθαι, ἀνάγκη πάντα τὰ ζῶντα ἔχειν τὸ ἄνω καὶ κάτω. διείληπται δὲ τὸ ἄνω καὶ κάτω ἐπὶ τῶν ἀνθρώπων καὶ πάντων ὅσα ὀρθοπεριπατητικά ἐστιν, οὐ μόνον τῷ ἔργῳ, ἀλλὰ καὶ τῇ θέσει τῇ γε πρὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. τῷ μὲν οὖν ἔργῳ ἄνω λέγεται τὸ στόμα διὰ τὴν εἰρημένην αἰτίαν· εἴρηται γὰρ ὅτι ἄνω λέγεται ἐκεῖνο τὸ μόριον, δι’ οὗ εἴσεισιν ἡ τροφή, εἴσεισι δὲ διὰ τοῦ στόματος. ἔχει οὖν τὴν ἄνω χώραν τὸ τῶν ἀνθρώπων στόμα οὐ μόνον διὰ τὸ ἔργον αὐτοῦ, ἀλλὰ καὶ τῇ θέσει· κεῖται γὰρ πρὸς τὸ τοῦ παντὸς ἄνω. πρὸς γὰρ τὸν οὐρανὸν ἡ ξύμπασα κεφαλή, ἐν ᾗ τὸ στόμα ἐστὶ καὶ τὰ ὦτα καὶ οἱ ὀφθαλμοί, νεύει. τὸ μὲν οὖν τῶν ἀνθρώπων ἄνω, ἤτοι τὸ στόμα καὶ ἡ πᾶσα κεφαλὴ καὶ τῷ ἔργῳ καὶ τῇ θέσει λέγεται ἄνω, τῶν δὲ τετραπόδων τῷ μὲν ἔργῳ λέγεται ἄνω, τῇ θέσει δ’ οὐδαμῶς· πρὸς γὰρ τὰ τοῦ παντὸς πλάγια ἡ κεφαλὴ τούτων καὶ τὸ στόμα τὴν θέσιν ἔχει. εἰ μὲν γὰρ φέρε εἰπεῖν ἢ κινεῖται ἀπὸ τῶν νοτίων πρὸς τὰ βόρεια ἢ καὶ ἵσταται βλέπων πρὸς αὐτὰ ὁ ἵππος ἢ βοῦς, πρὸς τὸ βόρειον ἔχει τὴν θέσιν ἡ κεφαλὴ αὐτοῦ καὶ τὸ στόμα καὶ ἔτι μᾶλλον τὸ ἀναλογοῦν μέρος κορυφῇ· εἰ δὲ πρὸς τὸ ἀνατολικὸν κινεῖται, πρὸς αὐτὸ καὶ τὴν θέσιν ἔχει τὸ ἀναλογοῦν τῇ κορυφῇ μέρος καὶ ἡ λοιπὴ πᾶσα κεφαλή· ὁμοίως δὲ κἂν εἰ πρὸς τὸ δυσμικὸν ἢ τὸ νότιον κινῆται ἢ ὁρᾷ. ὥστε κἀν τούτοις διὰ τὸ ἔργον λέγεται τὸ στόμα αὐτῶν καὶ ἡ σὺν αὐτῷ νοουμένη κεφαλὴ ἄνω, τῇ θέσει δ’ οὔ. καὶ ἐπὶ τῶν φυτῶν ὁμοίως τῷ μὲν ἔργῳ (ὃ γὰρ ἐργάζεται ἐπὶ τῶν ζῴων τὸ στόμα, τοῦτο ἐπὶ τῶν φυτῶν αἱ ῥίζαι) τῷ μὲν δὴ ἔργῳ λέγεται ἄνω, τῇ θέσει δ’ οὐκ ἔστι· μάλιστα γὰρ πρὸς τὸ τοῦ παντὸς κάτω τὴν θέσιν ἔχουσιν· ἐν γὰρ τῇ γῇ τυγχάνουσιν ἐρριζωμέναι. διὸ καὶ αὐτὸς ἐπήγαγεν καίτοι δόξειέ γ’ ἂν ἐν τοῖς φυτοῖς οἰκεῖον εἶναι τὸ κάτω μᾶλλον, εἰπὼν τὸ οἰκεῖον ἀντὶ τοῦ εἰπεῖν κρεῖττον καὶ κυριώτατον καὶ ἀρχήν.1 ἐπεὶ γὰρ τὸ ἄνω κρεῖττον καὶ κυριώτατον τῶν κάτω καὶ πρὸς τούτῳ καὶ τῶν ἄλλων διαστάσεων ἀρχή (μὴ γὰρ ὄντος τοῦ ἄνω οὐδὲ τὸ κάτω ἔσται, εἰ δὲ μὴ τοῦτο, οὐδὲ τὸ δεξιὸν καὶ ἀριστερὸν καὶ τὰ λοιπὰ δύο) ἐπεὶ οὖν τὸ ἄνω κρεῖττον τῶν κάτω, κρίνεται δὲ τὸ ἄνω τῇ θέσει καὶ τῷ ἔργῳ ἤπερ τῷ ἔργῳ μόνῳ,2 τὰ δὲ φυτὰ τὸ ἄνω ἤτοι τὰς ῥίζας ἔχουσι πρὸς τὸ τοῦ παντὸς κάτω τὴν γῆν, ἔμπαλιν δὲ τὸ κάτω ἤτοι τοὺς κλάδους πρὸς τὸ τοῦ παντὸς ἄνω ἤτοι τὸν οὐρανόν, εἴ τις μὴ τῇ θέσει βούλεται τὸ ἄνω ἀφορίζειν ἀλλὰ τῷ ἔργῳ, τῷ τοιούτῳ δόξειεν ἂν ἐν τοῖς φυτοῖς τὸ κάτω εἶναι μᾶλλον τὸ κρεῖττον καὶ οἰκεῖον. οὐκ ἔστι δὲ τὸ κάτω τὸ τῶν ῥιζῶν πλῆθος, ἀλλὰ μᾶλλον τὸ ἄνω, ἔμπαλιν δὲ οἱ κλάδοι τὸ κάτω, εἰ καὶ τῇ θέσει ἄνω εἰσίν. ἔχουσιν οὖν τὰ ζῷα καὶ φυτὰ τὸ ἄνω καὶ κάτω τῷ μὲν ἔργῳ ὁμοίως καὶ ἀδιαφόρως, τῇ θέσει δὲ τῇ πρὸς τὸ πᾶν οὐχ ὁμοίως. ἔτι δὲ τὰ μὲν ζῶντα πάντα ἔχουσι τὸ ἄνω καὶ κάτω.
“既然维度在数目上有六个。” 通过这些话,他界定了在有生命之物中,哪些具有六个维度,即上与下、前与后、右与左,哪些具有四个,哪些仅具有两个;并且他说,既然所有的维度共有六个,那么一切有生命之物都具有上与下。因为在植物中也存在上与下。因为既然我们把食物进入的口称为“上”,而把食物的排泄物排出的部位称为“下”,且有生命之物没有一个能不摄取营养而存活,那么一切有生命之物就必然具有上与下。在人以及一切直立行走的生物中,上与下不仅在功能上,而且至少在相对于天地而言的位置上也是被区分开的。因此,在功能上,口由于前述原因被称为“上”;因为已经说过,食物进入的那个部分被称为上,而食物正是通过口进入的。所以,人类的口不仅通过其功能,而且通过其位置也占据着上方的位置;因为它是朝向全宇宙的上方安置的。因为包含口、耳、眼的整个头部,都是朝向天空倾斜的。因此,人类的上,即口和整个头部,在功能和位置上都被称为上,而四足动物的口和头部在功能上被称为上,但在位置上绝非如此;因为它们的头部和口是朝向全宇宙的侧面安置的。因为假设马或牛要么从南向北运动,要么站立着朝向北方看,它的头部和口,而且相当于头顶的部分更是朝向北方安置的;而如果它向东运动,那么相当于头顶的部分和其余的整个头部也都朝向东方安置;如果它向西或向南运动或观看,也是同样如此。因此在这些动物中,由于功能之故,它们的口以及连同口一起被考虑的头部也被称为上,但在位置上则不是。在植物中也是同样,在功能上(因为动物中口所发挥的作用,在植物中由根来发挥),在功能上固然被称为上,但在位置上却不是;因为它们的位置尤其朝向全宇宙的下方,因为它们恰好扎根于大地之中。因此他自己也接着说:“尽管在植物中,下方似乎更具本性,”他说“具本性”是代替说“更优越、最主导且为始基”。因为既然上方优于下方且对下方具有最主导的作用,并且在此之外也是其他维度的始基(因为若没有上方,也不会有下方;而若没有下方,也不会有右与左以及其余两个维度)——既然上方优于下方,且上方是根据位置与功能而判定、而不仅凭功能判定,而植物具有的上(即根)是朝向全宇宙的下方(大地),相反,其下(即枝条)是朝向全宇宙的上方(天空),那么如果有人不想根据位置而是想根据功能来限定上方,对于这样的人来说,在植物中下方似乎更优越、更具本性。但根的聚结并不是下方,毋宁说是上方;相反,枝条则是下方,即使在位置上它们居于上方。因此,动物与植物在功能上同样且无分别地具有上与下,但在相对于全宇宙的位置上却并非同样。此外,一切有生命之物都具有上与下。
- 1.3εἰπὼν τὸ οἰκεῖον ἀντὶ τοῦ εἰπεῖν κρεῖττον καὶ κυριώτατον καὶ ἀρχήν
分词 εἰπών 的逻辑主语为主句动词 ἐπήγαγεν 的主语,即亚里士多德(αὐτός)。介词短语 ἀντὶ τοῦ εἰπεῖν... 支配带冠词中性单数属格 τοῦ 的不定式,表示替代与释义关系:“用……代替说……”。
- 1.3κρίνεται δὲ τὸ ἄνω τῇ θέσει καὶ τῷ ἔργῳ ἤπερ τῷ ἔργῳ μόνῳ
连词 ἤπερ(“与其……不如说……”或“宁可……而不……”)连接了两个与格短语 τῇ θέσει καὶ τῷ ἔργῳ(“依据位置和功能”)与 τῷ ἔργῳ μόνῳ(“仅凭功能”)的比较。该结构对比了界定“上”这一维度时是结合位置与功能来判定,还是单凭功能来判定。
