- 底本
- Michael, In librum de animalium incessu commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 135-170. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:139.3-140.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔通过四肢各关节的支撑、五项全能运动员持重跳跃以及赛跑者摆臂的例子,论证了依空间的位移运动必然要求至少两个相互关节连接的要素——施动(施压)者与受动(受压)者。
ὁ δὲ πῆχυς ἀπερείδεται ὅπου ὁ καρπὸς κάμπτει, ὁ δὲ καρπὸς ὅπου οἱ δάκτυλοι. ἀεὶ οὖν τὰ ἀνώτερα πρὸς τὰ κάτω τὴν ἀντέρεισιν ποιεῖται καὶ ὅλως τὰ πιεζόμενα πρὸς τὰ πιέζοντα, λέγων πιέζον τὸ ἀνώτερον καὶ ὑπερκείμενον, πιεζόμενον δὲ τὸ κάτω καὶ ὑποκείμενον.1 ὡς γὰρ οἱ πόδες βαδιζόντων ἡμῶν πιέζουσί τε καὶ θλίβουσιν ἐν ταῖς ἀπερείσεσι τὴν γῆν, οὕτω καὶ ὁ βραχίων τὸν πῆχυν ἐν τῇ ἅλσει καὶ ὁ πῆχυς τὸν καρπὸν καὶ ἡ ὀσφὺς τὸν μηρὸν καὶ οὗτος τὴν κνήμην. ὅτι δὲ πᾶσα κίνησις κατὰ ἀπέρεισιν γίνεται, σημεῖον τὸ καὶ τοὺς πεντάθλους μᾶλλον ἅλλεσθαι κατέχοντας τοὺς ἁλτῆρας, λέγων ἁλτῆρας τὰ ξύλινα σφαιρία, ἃ κατέχουσιν ἐν ταῖς χερσίν, ἡνίκα ἅλλονται· γίνεται γὰρ κἀν τοῖς τοιούτοις σφαιρίοις ἀντέρεισίς τις. καὶ οἱ θέοντες δὲ παρασείοντες τὰς χεῖρας θᾶττον θέουσιν· ἐν γὰρ τῇ διατάσει γίνεταί τις ἀντέρεισις τῶν χειρῶν πρὸς τοὺς καρπούς. καὶ ἐπεὶ πᾶσα ἡ κατὰ τόπον μεταβολὴ κατὰ ἀπέρεισιν γίνεται, τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἐκ πιέζοντος καὶ πιεζομένου, τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἐκ θλίβοντος καὶ θλιβομένου, ἀνάγκη τὸ κινούμενον ἐλαχίστοις δυσὶ χρώμενον2 κινεῖσθαι, τουτέστιν ἀνάγκη τὸ κινούμενον ἐκ πιέζοντος καὶ πιεζομένου ἢ θλίβοντος καὶ θλιβομένου ποιεῖσθαι τὴν κατὰ τόπον μεταβολήν. ὅτι δ’ ἐκ θλίβοντος καὶ θλιβομένου γίνεται, δῆλον. ὅταν γὰρ ὁ Σωκράτης προωθήσῃ τὸν ἀριστερὸν φέρε εἰπεῖν πόδα καὶ ἀπερείσας αὐτὸν πρὸς τὴν γῆν ἕλκῃ τὸν δεξιόν, ὁ ἀριστερὸς πούς, ὃς καὶ μένει, ἀνέχει τε καὶ φέρει πρὸς τῷ δεξιῷ ποδὶ καὶ τὸ λοιπὸν ἅπαν σῶμα· τότε δὲ ἡνίκα φέρει τὸ λοιπὸν ἅπαν σῶμα, πιέζεταί τε καὶ θλίβεται ὑπ’ αὐτοῦ διὰ τὸ φέρειν. ὁ δὲ δεξιός, ὃς καὶ αἴρεται, τείνεται τουτέστι προπέμπεται καὶ προωθεῖται ὑπὸ τοῦ ἀριστεροῦ τοῦ φέροντος τὸ φορτίον· ἐπὰν δὲ προπεμφθῇ, οὗτος μὲν γίνεται ὁ μένων καὶ φέρων τὸ λοιπὸν σῶμα, θλιβόμενός τε καὶ προπέμπων τὸν ἀριστερόν, ὁ δ’ ἀριστερὸς γίνεται ὁ αἰρόμενός τε καὶ προπεμπόμενος. διόπερ οὐδὲν ἀμελές (λέγων ἀμελὲς τὸ μὴ ἔχον ὀργανικὰ πρὸς τὴν κίνησιν μέρη) διόπερ οὐδὲν μὴ ἔχον ὀργανικὰ πρὸς τὴν κίνησιν μέρη3 δύναται κινηθῆναι οὕτως ὡς κινεῖται τὰ ἀπερειδόμενα διὰ τῶν ὀργανικῶν μερῶν· οὐ γὰρ ἔχουσι τὰ ἀμελῆ διάληψιν (λέγων διάληψιν τὴν διάρθρωσιν τῶν ὀργανικῶν μορίων) οὐκ ἔχουσιν οὖν διάληψιν, ἵνα τὸ μὲν ποιῆσαι καὶ οἱονεὶ θλῖψαι δύνηται, τὸ δὲ παθεῖν καὶ θλιβῆναι. τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐ γὰρ ἔχει τήν τε τοῦ πεισομένου καὶ τὴν τοῦ ποιήσοντος ἐν αὐτῷ διάληψιν.
前臂在腕部弯曲处支撑自身,腕部则在手指处[支撑自身]。因此,上方部分总是相对于下方部分进行抗拒支撑,一般而言受压者相对于施压者[进行抗拒支撑],他称施压者为上方且居于其上的东西,称受压者为下方且处于底层的东西。因为正如我们步行时双足在支撑中压迫并挤压地面一样,在跳跃中上臂压迫前臂、前臂压迫腕部、腰部压迫大腿、大腿压迫小腿也是如此。而一切运动都依照支撑而发生,其证据在于五项全能运动员握着跳跃重物时跳得更远,他称跳跃重物为他们在跳跃时握在手中的木质小球;因为在这类小球中也会产生某种抗拒支撑。赛跑者摆动双手也会跑得更快;因为在伸展中双手相对于手腕产生某种抗拒支撑。既然依空间的一切变化都依照支撑而发生,而这等同于由施压者与受压者构成,这又等同于由挤压者与被挤压者构成,那么运动者必然凭借使用至少两个要素来进行运动,也就是说,运动者必然是由施压者与受压者、或者挤压者与被挤压者来造成依空间的变化。而[运动]由挤压者与被挤压者构成,这是显而易见的。因为假设苏格拉底向前推进左足,将它支撑在地面上,然后拉引右足,那么留下的左足除了右足之外还支撑并承受整个其余的身体;当它承受整个其余身体的时候,由于承受之故,它被身体压迫并挤压。而抬起的右足则被伸展,也就是被承受负荷的左足向前输送并向前推进;一旦被向前输送,这只右足就变成了留下来并承受其余身体的足,它自身被挤压并将左足向前输送,而左足则变成了被抬起并向前输送的足。因此,任何无肢动物(他称无肢动物为不具有运动的器官性部分的动物)——因此任何不具有运动的器官性部分的动物,都不能像那些通过器官性部分支撑自身的动物那样运动;因为无肢动物没有节段区分(他称节段区分为器官性部分的关节连接),所以它们没有节段区分,以便使一部分能够施动并可以说是进行挤压,而另一部分能够受动并被挤压。因为表明这一点的正是这句话:“因为它自身内部并不具有将要受动者与将要施动者的区分。”
- 1.2λέγων πιέζον τὸ ἀνώτερον καὶ ὑπερκείμενον, πιεζόμενον δὲ τὸ κάτω καὶ ὑποκείμενον
由分词 λέγων 支配的双重宾格(述语宾格)结构,其中 πιέζον 为被解释的术语,τὸ ἀνώτερον καὶ ὑπερκείμενον 是其述语定义(随后的 πιεζόμενον 亦同)。米海尔在此明确定义亚里士多德的术语,将主动分词 πιέζον 赋予上方的肢体,而将被动分词 πιεζόμενον 赋予下方的底层部分。
- 1.2ἐλαχίστοις δυσὶ χρώμενον
由分词 χρώμενον 支配的与格(工具/伴随与格)。最高级形容词 ἐλαχίστοις 修饰数词 δυσί,表述位移运动的最小必要条件(“借助至少两个要素”)。紧随其后由 τουτέστιν 引出的同位解释句在结构上阐明,这两个要素即“施压者”与“受压者”。
- 1.2διόπερ οὐδὲν μὴ ἔχον ὀργανικὰ πρὸς τὴν κίνησιν μέρη
否定不定代词 οὐδέν 受到带有条件性否定词 μή 的现在分词 ἔχον 修饰的限定结构(“没有任何不具有运动的器官性部分者”)。由于前半句 διόπερ οὐδὲν ἀμελές 被插入的括号性术语解释打断,作者再次以 διόπερ 引出重述(resumptio)以恢复主句结构。
