- 底本
- Michael, In librum de animalium incessu commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 135-170. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:138.4-139.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔就亚里士多德《动物行进》705a3的语句进行注解,解释了跳跃与步行这两种空间位移方式的差别,指出运动必须依赖有反抗力的底层基质,并阐明跳跃同样依赖身体各部分在关节处的相互支撑。
" Τῶν δὴ ζῴων ὅσα μεταβάλλει κατὰ τόπον." Ἐκτίθεται τοὺς τρόπους, καθ’ οὓς ἡ κατὰ τόπον γίνεται μεταβολή, καί φησιν ὅτι ὅσα μὲν ἅλλεται, ταῦτα ἀθρόῳ καὶ ἅμα ὅλῳ τῷ σώματι μεταβάλλει, ἄλλα δ’ οὐχ οὕτως, ἀλλὰ μορίοις· προωθεῖ γὰρ τὸν ἔμπροσθεν πόδα, εἶτα τοῦτον ἀπερείσας ἐν τῷ ἐδάφει οὕτως ἕλκει τὸν λοιπόν, ἃ δὴ καὶ πορεύεσθαι λέγεται. ἄμφω δὲ καὶ τὰ ἁλλόμενα καὶ τὰ πορευόμενα κινεῖται πρὸς τὸ ὑποκείμενον· ὑπόκειται δὲ τοῖς μὲν πεζοῖς πρὸς τὴν πορείαν ἢ τὴν ἅλσιν ἡ γῆ ἢ ξύλον ἢ πέτρα ἢ ἄλλο τι γεῶδες καὶ στερεόν, τοῖς δὲ ἐνύδροις ὕδωρ καὶ τοῖς πτηνοῖς ἀήρ. διόπερ ἐάν τε ὑποφέρηται τὸ ὑποκείμενον καὶ ἐκφεύγῃ, ὃ συμβαίνει ἐπί τινων, ψάμμου, κέγχρου, καρύων καὶ ἄλλων πολλῶν, ἂν δὴ τοῦτο ὑποφέρηται καὶ θᾶττον ἐκφεύγῃ ἢ ὥστε ἀπερεῖσαι1 τοὺς πόδας τὸ ποιούμενον ἐπ’ αὐτοῦ τὴν κίνησιν, ἄν τε ὅλως μηδεμίαν ἔχῃ ἀντέρεισιν, ὃ συμβαίνει τοῖς πεζοῖς ἐπὶ τοῦ ὕδατος (οὐδὲν γὰρ αὐτῶν ἀπερεῖσαι τοὺς πόδας δύναται, ὥστε πορείαν ποιήσασθαι ἐν τῷ ὕδατι, οὐδὲ εἰς ἅλω πλήρη κέγχρου χωρὶς ἀχύρου οὔσης ἡ βάδισις ῥᾳδία γίνεται, ἀλλὰ πάνυ δύσκολος καὶ χαλεπή, οὔτε μὴν εἰς ἑτέραν ἅλω πλήρη καρύων, διὰ τὸ τὴν κέγχρον καὶ τὰ κάρυα θᾶττον ἐκφεύγειν ἢ ὥστε ἀπέρεισιν ἐν αὐτοῖς τῶν βαδιζόντων γενέσθαι) ἂν δή, ὡς εἴρηται, ὑποφέρηται τὸ ὑποκείμενον, ὃ γίνεται ἐπὶ τῆς ἅλω τῆς πλήρους καρύων ἢ κέγχρου, ἢ μηδεμίαν ἔχῃ ἀπέρεισιν, ὃ συμβαίνει τοῖς πεζοῖς ἐπὶ τοῦ ὕδατος, οὐδὲν οὔτε τῶν ἁλλομένων οὔτε τῶν πορευομένων ἐπί τινος τούτων δύναται κινηθῆναι. εἰπὼν δὲ ὅτι ἐν ἀμφοτέραις ταῖς μεταβολαῖς ἀεὶ τὸ κινούμενον μεταβάλλει ἀποστηριζόμενον ἐπήγαγε καὶ γὰρ τὸ ἁλλόμενον καὶ πρὸς αὐτὸ ἀπερειδόμενον τὸ ἄνω,2 τουτέστι καὶ γὰρ τὸ ἁλλόμενον οὐ μόνον πρὸς τὸ ὑποκείμενον τοῖς ποσί (γενέσθω γὰρ τὸ λεγόμενον σαφὲς ἐπὶ τῶν πεζῶν καὶ ἐχόντων πόδας) οὐ μόνον οὖν τὸ ἁλλόμενον πρὸς τὸ ὑποκείμενον τοῖς ποσὶ τοὺς πόδας ἀπερειδόμενον τὴν ἅλσιν ποιεῖται, ἀλλὰ καὶ πρὸς αὐτὸ τὸ ἄνω, λέγων ἄνω τὰ ἀνώτερα μέρη. ἀπερείδεται γὰρ ὁ βραχίων πρὸς τὸν πῆχυν, ἀνώτερος ὢν τοῦ πήχεως, καὶ ὁ πῆχυς πρὸς τὸν καρπόν. αἱ δὲ ἀπερείσεις γίνονται πρὸς ταῖς καμπαῖς, τοῦ μὲν βραχίονος πρὸς τῷ ἀγκῶνι, ὃς δὴ ἀγκὼν καὶ ὠλέκρανον λέγεται· ἐν τῷ ἀγκῶνι οὖν τῆς κάμψεως τοῦ βραχίονος γινομένης, ἐν τούτῳ καὶ ἡ ἀπέρεισις αὐτοῦ.
“凡依空间变化位置的动物中。” 他阐明了依空间发生变化的方式,并说凡是跳跃的,都是全身整体同时发生变化,而其他动物则不是这样,而是通过部分[发生变化];因为它们向前推进前足,然后将此足支撑在地面上,如此拉引其余的足,这些动物也正被称为步行。跳跃者和步行者二者都是相对于底层基质而运动的;对于陆生动物而言,用于步行或跳跃的基础是泥土、木头、岩石或某种其他土质而坚固的东西,对于水生动物而言是水,对于飞禽而言是空气。因此,无论底层基质下陷并滑走(这发生于某些物质上,如沙子、粟米、坚果以及许多其他东西),即如果它下陷并滑走得太快,以至于在其上运动的动物来不及支撑双足;还是底层基质全然没有任何反抗力(这发生在陆生动物于水面之上的情况,因为它们中没有一种能够支撑双足以便在水中步行,而在堆满没有谷壳的粟米的脱谷场上步行也不容易,而是极其困难艰辛,在堆满坚果的另一个脱谷场上同样如此,因为粟米和坚果滑走得太快,以至于步行者无法在其上获得支撑)——因此,如前所述,如果底层基质下陷(这发生在堆满坚果或粟米的脱谷场上),或者完全没有支撑点(这发生在水面上的陆生动物身上),那么无论跳跃者还是步行者,都不能在这些基质中的任何一种上面运动。在说了在两种变化中,运动者总是通过自我支撑来进行变化之后,他补充道:“因为即便是跳跃者,也是靠着自身上方的部分支撑自身[而跳跃的]”,也就是说,跳跃者不仅相对于足下的底层基质(让所说的话在有足的陆生动物身上变得明了)——因此,跳跃者不仅是将足支撑在足下的底层基质上进行跳跃,而且也是相对于自身上方的部分进行支撑,他用“上方”指的是较为靠上的部分。因为上臂相对于前臂支撑自身(它位于前臂之上),而前臂则相对于腕部支撑自身。而这些支撑发生在关节处,上臂的支撑发生在肘部,这肘部确实也被称为鹰嘴;既然上臂的弯曲发生在肘部,那么它的支撑也发生在此处。
- 1.2θᾶττον ἐκφεύγῃ ἢ ὥστε ἀπερεῖσαι
比较级(θᾶττον)+ ἢ ὥστε +不定式(ἀπερεῖσαι)结构,表示不成比例的程度或结果:“快得以至于……无法支撑”。不定式的逻辑主语是 τὸ ποιούμενον。
- 1.2καὶ γὰρ τὸ ἁλλόμενον καὶ πρὸς αὐτὸ ἀπερειδόμενον τὸ ἄνω
引用并解释亚里士多德的原句。语法上省略了限定动词(如 ἅλλεται),分词 ἀπερειδόμενον 表示方式。注解者随后用 οὐ μόνον... ἀλλὰ καί 结构解明其义,即不仅是以足踏地支撑,也是相对于身体上部自身而支撑。
