← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§136.10-138.3

肢体弯曲方向的总结与自然无枉为原则

米海尔通过几何圆周比喻总结了人、鸟与四足动物肢体弯曲方向(朝向凸外周或凹处)的区别,随后注解704b12的引文,阐释“自然不做徒劳之事”这一根本原则,并对该处经文的断句与词类切分(δή后的标点与δι’ ὅπερ)进行了语文学辨析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#2

τὸ δὲ πρὸς τὴν ῥάχιν κάμπτειν ταὐτόν ἐστι τῷ πρὸς τὴν κυρτὴν περιφέρειαν τοῦ κύκλου κάμπτειν· τοῦτο γὰρ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ ὁ μὲν γὰρ ἄνθρωπος περὶ τὴν περιφέρειαν κάμπτει τὸ σκέλος. καὶ δεῖ ἐν τῇ τοιαύτῃ λέξει προσυπακούειν τὸ τὴν κυρτήν, ἵν’ ᾖ τὸ πλῆρες ‘ὁ μὲν γὰρ ἄνθρωπος κάμπτει τὸ σκέλος περὶ τὴν κυρτὴν περιφέρειαν τοῦ ὑπὸ τῆς τοῦ σώματος αὐτοῦ κάμψεως γεγονότος κύκλου. ἐπὶ δὲ τοῦ ὄρνιθος, ἐπεὶ τὴν τῶν σκελῶν κάμψιν οὗτος κατὰ φύσιν περὶ τὸ στῆθος ποιεῖται, καὶ οὐ περὶ τὴν ῥάχιν, δῆλον ὅτι περὶ τὴν κοίλην περιφέρειαν τοῦ ἐξ αὐτοῦ γεγονότος κύκλου τὴν τῶν σκελῶν κάμψιν ποιεῖται. τὸ γὰρ περὶ τὸ στῆθος ταὐτόν ἐστι τῷ περὶ τὴν κοίλην περιφέρειαν τοῦ κύκλου κάμπτειν· τοῦτο γὰρ πάλιν ἐδήλωσε διὰ τοῦ ὁ δ’ ὄρνις ἐπὶ τὸ κοῖλον. πάλιν ἁπτέσθω ἡ χεὶρ τῆς κεφαλῆς καὶ πεποιήσθω κύκλον κυρτὴν μὲν ἔχοντα περιφέρειαν τὸν ἀγκῶνα, καὶ πᾶν τὸ ἐκτὸς τῆς χειρὸς ἄχρι τῶν ὀνύχων, κοίλην δὲ πᾶν τὸ ἐντός· δῆλον δὴ ἐκ τῶν εἰρημένων ὅτι τὴν κατὰ φύσιν κάμψιν περὶ τὴν κοίλην τοῦ κύκλου ποιεῖται περιφέρειαν. ἁπτέσθω δὴ καὶ ἐπὶ τῶν τετραπόδων τῆς κεφαλῆς ὁ ἐμπρόσθιος πούς, καὶ γινέσθω κύκλος ἔχων τὸ μὲν πρόσθιον μέρος τοῦ ποδός, ὅπερ ἐπὶ ἀνθρώπου μόνου λέγεται ἐμπροσθοκνήμιον, κοίλην περιφέρειαν, τὸ δ’ ὀπίσθιον, ὅπερ πάλιν ἐπὶ ἀνθρώπου μόνου λέγεται γαστροκνήμιον, κυρτὴν περιφέρειαν· καὶ φανερὸν ἐκ τῶν εἰρημένων ὅτι οἱ πρόσθεν πόδες ἐπὶ τὴν κυρτὴν περιφέρειαν τὴν κατὰ φύσιν κάμψιν ποιοῦνται. πάλιν ἁπτέσθω ὁ ὄπισθεν ποὺς τῆς κεφαλῆς καὶ γινέσθω κύκλος ἔχων κυρτὴν μὲν περιφέρειαν τὴν ῥάχιν, κοίλην δὲ τὸ στῆθος καὶ τὰ ἑξῆς· δῆλον οὖν ὅτι τὴν κατὰ φύσιν κάμψιν ἐπὶ τὸ κοῖλον ποιεῖται. φανερὸν ἄρα ὅτι ἐναντίως ὁ ἄνθρωπος καὶ ὁ ὄρνις τὴν τῶν σκελῶν κάμψιν ποιοῦνται· ὁ μὲν γὰρ ἄνθρωπος ἐπὶ τὴν κυρτὴν περιφέρειαν, ὁ δ’ ὄρνις ἐπὶ τὴν κοίλην. ἐναντίως δὲ καὶ ὁ ἄνθρωπος τὰ σκέλη καὶ τὰς χεῖρας κάμπτει· τὰ μὲν γὰρ σκέλη περὶ τὴν κυρτήν, τὰς δὲ χεῖρας περὶ τὴν κοίλην. καὶ μὲν δὴ τὰ τετράποδα τὰ μὲν πρόσθια σκέλη περὶ τὴν κυρτήν, τὰ δὲ ὀπίσθια περὶ τὴν κοίλην. τὰ δὲ τετράποδα, φησίν, ὅσα μὴ ζῳοτοκεῖ, οἷον σαῦραι καὶ τὰ ὅμοια, εἰς τὰ πλάγια τὴν τῶν σκελῶν κάμψιν ποιεῖται, καὶ οὐχ ὡς τὰ τετράποδα καὶ ζῳοτόκα.

而朝向脊椎弯曲,与朝向圆的凸外周弯曲是同一回事;因为他自己也通过“人朝向外周弯曲腿”这一表述表明了这一点。在这样的词句中应当补足理解“凸的”,以便完整的意思成为:“人朝向由其身体弯曲所形成的圆的凸外周弯曲腿”。而在鸟的情况下,既然它按照自然是朝向胸部而非朝向脊椎进行腿的弯曲,显然它是在由自身形成的圆的凹外周一侧进行腿的弯曲。因为朝向胸部弯曲,与朝向圆的凹外周弯曲是同一回事;这又是他通过“而鸟朝向凹处”所表明的。再次,设想手触及头部,并形成一个圆,其凸外周为肘部以及直到指甲的手的外侧全部,而凹处则为内侧全部;那么根据所说的话显然可知,它朝向圆的凹外周进行合乎自然的弯曲。在四足动物的情况下,也设想前足触及头部,并形成一个圆,其凹外周为足的前部——这唯独在人身上被称为胫前部——而凸外周为后部——这同样唯独在人身上被称为小腿肚;根据所说的话显然可知,前足朝向凸外周进行合乎自然的弯曲。再次,设想后足触及头部,并形成一个圆,其凸外周为脊椎,而凹处为胸部及相连部分;由此显然可知,它朝向凹处进行合乎自然的弯曲。因此显然,人与鸟以相反的方式进行腿部的弯曲;因为人朝向凸外周,而鸟朝向凹处。人弯曲腿与手臂也是以相反的方式;因为腿朝向凸处弯曲,而手臂朝向凹处弯曲。四足动物确实也是将前腿朝向凸处,而将后腿朝向凹处弯曲。然而他说,凡非胎生的四足动物,如蜥蜴和类似之物,是向两侧弯曲腿部,而不是像胎生四足动物那样。

§1.1

"Ἀρχὴ δὲ τῆς σκέψεως προθεμένοις1 ὡς εἰώθαμεν χρῆσθαι πολλάκις." Ἐκθέμενος τὰ πράγματα πάντα ὧν τὰς αἰτίας μέλλει ζητῆσαι, καὶ εἰπὼν ὅτι μὲν οὖν οὕτω ταῦτα γίνεται, δῆλον ἐκ τῆς ἱστορίας τῆς φυσικῆς, διὰ τί δὲ οὕτως ἔχουσι, τὰς αἰτίας νῦν ζητητέον’, φησὶν ὅτι ἀρχὴ δὲ καὶ ἀξίωμα καὶ κοινὴ ἡμῖν ἔννοια ἔστω τῆς σκέψεως, ἐπειδὴ περὶ τούτων προεθέμεθα λέγειν, ἔστω οὖν ἡμῖν ἀρχή, ἣν πολλάκις εἰώθαμεν λαμβάνειν πρὸς τὴν μέθοδον τὴν φυσικήν· αὕτη δὲ ἡ ἀρχή ἐστιν ὅτι οὐδὲν μάτην ἡ φύσις ποιεῖ. τὸ γὰρ λαβόντες τὰ τοῦτον ἔχοντα τὸν τρόπον ἐν ἅπασι τοῖς τῆς φύσεως ἔργοις ἴσον ἐστὶ τῷ ‘ἐν ἅπασι τοῖς φυσικοῖς ἔργοις τὰ ἑαυτῆς ἡ φύσις ἔργα δημιουργεῖ τοῦτον τὸν τρόπον, ἤγουν τὸν ἐνδεχόμενον’. ἀεὶ γὰρ ἀπὸ τῶν ἐνδεχομένων περὶ ἕκαστον γένος ζῴου, τουτέστιν εἶδος ἢ ὑποκείμενον, τὸ ἄριστον καὶ τὸ ἁρμόζον τῇ ὑποκειμένῃ οὐσίᾳ καὶ τῷ εἴδει ποιεῖ. ὅτι δὲ τὸ ὑπὸ τῆς λέξεως τῆς ‘τὸ λαβεῖν τὰ τοῦτον ἔχοντα τὸν τρόπον’ δηλωτικόν ἐστι τοῦ ‘οὐδὲν ἡ φύσις μάτην ποιεῖ, ἀλλ’ ἀεὶ πολλῶν ἐνδεχομένων ἑκάστῳ τῶν ζῴων ὑπάρξειν τὸ ἄριστον προκρίνει’, ἐδήλωσε καὶ αὐτὸς εἰπὼν τούτων δὲ ἓν μέν ἐστιν ὅτι ἡ φύσις οὐθὲν μάτην ποιεῖ. εἰπὼν δὲ ὅτι ἀεὶ ἐκ τῶν ἐνδεχομένων τὸ ἄριστον καὶ τὸ βέλτιον ποιεῖ, ἐπήγαγεν δι’ ὅπερ βέλτιον δή, οὕτω καὶ ἔχει κατὰ φύσιν. ὑποστικτέον δὲ εἰς τὸ δή,2 καὶ οὕτως ἐπακτέον τὸ οὕτω καὶ ἔχει κατὰ φύσιν. ἀλλὰ καὶ τὸ δι’ ὅπερ οὐκ ἔστιν ἐπίρρημα, ἀλλὰ δύο μέρη λόγου.3 καὶ ἔστι τὸ λεγόμενον τοιοῦτον ‘καὶ ἔχει τὰ πράγματα κατὰ φύσιν διὰ τὸ βέλτιον, ὅπερ ἡ φύσις ἐκλέγεται’. τὰ δ’ ἑξῆς σαφῆ. ὅτι δὲ πᾶσα κίνησις ὑπὸ τὴν ἕλξιν ἐστὶ καὶ τὴν ὦσιν, καὶ τί ἐστιν ἡ ἕλξις καὶ ὦσις, δέδεικται καὶ εἴρηται ἐν τῷ Η τῆς Φυσικῆς ἀκροάσεως.

“而对于提出[论题]的人而言,正如我们常常习惯运用的那样,作为探求的本原。”在列举了打算探求其原因的全部事实,并说了“这些事情如此发生固然由自然观察可知,但因何故如此,其原因现在应当探求”之后,他说:既然我们打算论述这些,就让我们探求的本原、公理与共同观念成立吧,那么就让我们常常习惯为自然研究方法所采纳的本原成立吧;而这一本原就是“自然不做徒劳之事”。因为“在自然的一切作品中采取具有这种方式的事物”这句话,等同于“在一切自然作品中,自然以这种方式,即以可能的方式创造自己的作品”。因为就动物的每个属——即种或底层基质——而言,自然总是从可能的事物中,做出对于底层的实体和种而言最善且最相称的东西。而“采取具有这种方式的事物”这一词句所表明的意思是“自然不做徒劳之事,而是在动物各自身上可能具备的诸多事物中总是挑选最善者”,这一点他自己也通过说“而在这些之中,其一便是自然不做徒劳之事”表明了。在说了自然总是从可能的事物中做出最善和较善者之后,他补充道:“正是为此而确实更善,按自然亦是如此”。但在“确实(δή)”之后应当点逗号,然后这样引出“按自然亦是如此”。而且“为此(δι’ ὅπερ)”不是一个副词,而是两个词类。所说的意思是这样的:“事物为了那较善者而按照自然存在,而这较善者正是自然所挑选的”。接下来的内容是清楚的。至于一切运动都在拉与推之下,以及什么是拉与推,已经在《物理学》第七卷中被证明并论述过了。

语法注3 条
  1. 1.1προθεμένοις

    引文开头的与格分词 προθεμένοις 缺乏明确的支配动词,注解者米海尔将其解释为与格受益者/所属,并补充了省略的谓语 ἔστω ἡμῖν ἀρχή...(“让我们……确立本原”),以此梳理句式。

  2. 1.1ὑποστικτέον δὲ εἰς τὸ δή

    关于亚里士多德原文 δι’ ὅπερ βέλτιον δή, οὕτω καὶ ἔχει κατὰ φύσιν 的标点指示。动形容词 ὑποστικτέον 意为“应当点逗号”,指示在 δή 处断句,使前半句(δι’ ὅπερ βέλτιον δή)与后半主句(οὕτω καὶ ἔχει κατὰ φύσιν)在句法上清晰分开。

  3. 1.1τὸ δι’ ὅπερ οὐκ ἔστιν ἐπίρρημα, ἀλλὰ δύο μέρη λόγου

    米海尔在此澄清 δι’ ὅπερ 并非单字连词性副词(即 διόπερ,“因此”),而是由介词 διά 与中性关系代词 ὅπερ 组成的“两个词类”(δύο μέρη λόγου),其先行词指向后文的 τὸ βέλτιον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:136.10-138.3