- 底本
- Michael, In librum de animalium incessu commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 135-170. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:135.2-136.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔概述了亚里士多德《论动物行进》的宗旨及所提出的诸问题,并通过将人体弯折成圆的模型来解释“人朝凸外周弯腿而鸟朝凹处弯腿”这一晦涩说法。
Τῆς προκειμένης πραγματείας τῆς Περὶ ζῴων πορείας ἐπιγραφομένης τὸν σκοπὸν τίς ποτέ ἐστι1 καὶ περὶ τίνων ἐνταῦθα δεῖ διαλαβεῖν, αὐτὸς εὐθὺς ἀρχόμενος τοῦ βιβλίου ἀνακηρύττει λέγων περὶ δὲ τῶν χρησίμων μορίων τοῖς ζῴοις πρὸς τὴν κατὰ τόπον κίνησιν ἐπισκεπτέον διὰ τίνα αἰτίαν ἕκαστον αὐτῶν τοιοῦτόν ἐστιν καὶ τίνος ἕνεκεν ὑπάρχει αὐτοῖς, ἔτι δὲ περὶ τῶν διαφορῶν τῶν πρὸς ἄλληλα τοῖς τοῦ αὐτοῦ καὶ ἑνὸς ζῴου μορίοις, καὶ πρὸς τὰ τῶν ἄλλων τῶν τῷ γένει, ἤτοι τῷ εἴδει διαφόρων. διαφέρει μὲν γὰρ πρὸς ἄλληλα τὰ μόρια τοῦ αὐτοῦ καὶ ἑνὸς τῷ ἀριθμῷ ζῴου, οἷον τοῦδε τοῦ ἵππου τῷ τὰ μὲν ἐμπρόσθια2 σκέλη κάμπτειν πρὸς τὰ ὀπίσθια, τὰ δὲ ὀπίσθια πρὸς τὰ ἐμπρόσθια· τῶν δὲ διαφόρων τῷ εἴδει διαφέρουσι τὰ μόρια, ὅτι ἃ ἐπ’ ἀνθρώπου χεῖρες, τοῦτο ἐπ’ ὄρνιθος πτέρυγες, ἐπὶ δὲ τῶν τετραπόδων τὰ ἐμπρόσθια σκέλη. καί εἰσιν αἱ χεῖρες καὶ αἱ πτέρυγες καὶ τὰ πρόσθια τῶν τετραπόδων σκέλη τῷ μὲν ἀνάλογον τὰ αὐτά, τῷ δ’ εἴδει ἕτερα. ἀλλὰ πῶς μὲν καὶ ποῦ τὴν κάμψιν τῶν σκελῶν ποιεῖται ἕκαστον τῶν ζῴων, μετ’ ὀλίγον ἐροῦμεν, ἐπὰν καὶ αὐτὸς περὶ τούτων λέγῃ. ταῦτα δὲ εἰπὼν λέγει ὅτι ληπτέον καὶ κεφαλαιωδῶς θετέον πάντα τὰ προβλήματα, περὶ ὅσων μέλλει τὴν ἐπίσκεψιν ποιήσασθαι. φησὶ δὲ ὅτι τούτων ἓν μέν ἐστιν ἐν πόσοις ἐλαχίστοις σημείοις τὰ ζῷα κινεῖται· δείξει δὲ ὅτι τὰ ἔναιμα τέτρασιν ἐλαχίστοις, τὰ δ’ ἄναιμα πλείοσιν. σαφῆ δὲ τὰ ἑξῆς. τὸ δὲ ὁ μὲν γὰρ ἄνθρωπος περὶ τὴν περιφέρειαν κάμπτει τὸ σκέλος, ὁ δὲ ὄρνις ἐπὶ τὸ κοῖλον,3 ἀσαφὲς ὄντως ὂν καὶ αἰνίγματι ἐοικὸς οὕτως ἂν οἶμαι σαφὲς γένοιτο. νενοήσθω ἄνθρωπός τις ἐξ εὐθυωρίας καμφθεὶς εἰς κύκλον,4 ὥστε ἅπτεσθαι τῆς οἰκείας κεφαλῆς μετὰ τῶν δακτύλων τῶν οἰκείων ποδῶν, καὶ εἶναι τοῦ ἐκ τῆς κάμψεως αὐτοῦ ἀποτελεσθέντος κύκλου τὴν μὲν κυρτὴν περιφέρειαν τὸ ἰνίον, τὴν ῥάχιν πᾶσαν, τὰς γαστροκνημίας καὶ αὐτὰς τὰς πτέρνας, τὴν δὲ κοίλην τὸ βρέγμα, τὰ στέρνα, τὰ ἐμπροσθοκνήμια ἄχρι τῶν δακτύλων τῶν ἑαυτοῦ ποδῶν. τοῦτ’ οὖν νενοήσθω καὶ ἐπὶ τῶν ὀρνίθων. εἰ δὴ ὁ ἄνθρωπος ὁ ἐξ εὐθείας εἰς κύκλον καμφθεὶς κάμψει τοὺς οἰκείους πόδας ὡς πεφύκασι κάμπτεσθαι, δῆλον ὅτι πρὸς τῇ ὀσφύϊ καὶ τῇ ῥάχει καμφθήσονται. πρὸς γὰρ τῇ ὀσφύϊ καὶ τῇ ῥάχει κάμπτονται κατὰ φύσιν ἡμῶν καμπτόντων αὐτούς, ὥστε εἰ ὕπτιοι πεσόντες ἐπὶ πολὺ κάμψομεν αὐτούς, ἅπτονται αἱ πτέρναι τῆς ὀσφύος· ὥστε πρὸς αὐτῇ καὶ τῇ ῥάχει ἡ κατὰ φύσιν κάμψις γίνεται τῶν ποδῶν.
关于题为《论动物行进》的当前著作之意图究竟为何,以及此处应当讨论哪些问题,他自己在本书开端便立刻宣布说:关于动物就位置运动而言有用的诸部分,应当考察其中的每一部分是因何种原因而为如此,以及是为了什么而属于它们;此外还应当考察同一且为一的动物的诸部分相互之间的差异,以及相对于在属上或在种上不同的其他动物之部分的差异。因为在同一且在数量上为一的动物中,例如在这匹马中,诸部分之所以相互不同,在于其前肢朝向后肢弯曲,而后肢朝向前肢弯曲;而在种上不同的动物中,诸部分之所以不同,是因为在人身上是手的东西,在鸟身上是翼,在四足动物身上则是前肢。手、翼和四足动物的前肢在比例上是同一的,但在种上则是不同的。然而,动物中的每一种如何以及在何处进行腿部的弯曲,我们将在稍后他自己也谈到这些时再述。在说了这些之后,他说应当掌握并概括地提出他打算进行考察的全部问题。他说,在这些问题中,其一便是动物在最少几个点上运动;他将表明,有血动物最少在四个点上运动,而无血动物则在更多点上运动。接下来的内容是清楚的。但是,“人朝向外周弯曲腿,而鸟则朝向凹处弯曲”这一说法实在不清楚而且宛如谜语,我认为通过如下方式就会变得清楚。设想某个人从直立状态被弯折成一个圆,以至于用自己双脚的脚趾触碰到自己的头部,并且由他的弯曲所形成的圆,其凸的外周是后脑、整个脊椎、小腿肚以及脚后跟本身,而凹处则是头顶、胸部、小腿胫前部直至自己双脚的脚趾。那么,对于鸟类也如此设想。如果从直线状态被弯成圆的人,按照双脚天生适合弯曲的方式来弯曲自己的脚,显然它们将朝向腰部和脊椎弯曲。因为当我们弯曲它们时,它们是按照自然朝向腰部和脊椎弯曲的,以至于如果我们仰卧而大幅度弯曲它们,脚后跟就会触及腰部;所以按照自然,脚的弯曲是朝向腰部和脊椎发生的。
- 1.0Τῆς προκειμένης πραγματείας τῆς Περὶ ζῴων πορείας ἐπιγραφομένης τὸν σκοπὸν τίς ποτέ ἐστι
句首的属格短语(Τῆς προκειμένης πραγματείας...)修饰宾格 τὸν σκοπόν,而宾格 τὸν σκοπόν 是间接疑问从句 τίς ποτέ ἐστι 之主语被提前至主句的前置结构(prolepsis),作主句动词 ἀνακηρύττει 的直接宾语。
- 1.0τῷ τὰ μὲν ἐμπρόσθια σκέλη κάμπτειν πρὸς τὰ ὀπίσθια, τὰ δὲ ὀπίσθια πρὸς τὰ ἐμπρόσθια
带定冠词中性单数与格的动词不定式短语(τῷ... κάμπτειν)表示原因或方式(“通过弯曲……”),从属于前文的动词 διαφέρει。宾格短语 τὰ μὲν ἐμπρόσθια σκέλη 和 τὰ δὲ ὀπίσθια 分别作为不定式 κάμπτειν 的直接宾语。
- 1.0τὸ δὲ ὁ μὲν γὰρ ἄνθρωπος περὶ τὴν περιφέρειαν κάμπτει τὸ σκέλος, ὁ δὲ ὄρνις ἐπὶ τὸ κοῖλον
句首的中性单数定冠词 τὸ 将紧随其后引用的亚里士多德原句(ὁ μὲν γὰρ ἄνθρωπος...)名词化,作为分词 ὄν 的主格主语以及主句(σαφὲς γένοιτο)的主语。
- 1.0νενοήσθω ἄνθρωπός τις ἐξ εὐθυωρίας καμφθεὶς εἰς κύκλον
第三人称单数完成时被动态祈使语气 νενοήσθω(“设想……/令……被假定”)引导数学论证式的假定结构,以 ἄνθρωπός τις 为主语;后文 ὥστε 引出两个表示结果的不定式(ἅπτεσθαι 与 εἶναι)。
