← 艾菲索斯的米海尔

亚里士多德《动物运动》评注

§128.17-129.20

违背意愿与非出于意愿的运动之分

米海尔援引《尼各马可伦理学》,阐明亚里士多德关于“违背意愿的运动”与“非出于意愿的运动”之区分,对比不随意反应(恐惧与欲望)、出于意识赞同的随意行为以及睡眠等非自愿状态,并对原文的句法结构和标点断句进行了分析说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28

" Κινεῖται δέ τινας καὶ ἀκουσίους ἔνια τῶν μορίων, τὰς δὲ πλείστας οὐχ ἑκουσίους." Τὸ οὐχ ἑκούσιον μεταξύ ἐστιν ἀκουσίου καὶ ἑκουσίου, ὡς ἐπεσημήνατο καὶ ἐν τοῖς Ἠθικοῖς τοῖς ἐπιγραφομένοις Νικομαχείοις. ὅταν μὲν γὰρ ἐξαίφνης ἐπιστῇ γυνὴ τὸ εἶδος παγκάλη ἢ πολέμιος μηδὲν ἡμῶν περὶ τούτων ἀναλογιζομένων, καὶ ἐπὶ τῇ ἐπιστάσει αὐτῶν κινηθῇ διὰ μὲν τὴν γυναῖκα τὸ αἰδοῖον, διὰ δὲ τὸν πολέμιον ἡ καρδία, ἡ τοιαύτη τούτων κίνησις ἀκούσιος· ὅταν δὲ ἀναπλάσηται τῇ διανοίᾳ γυναῖκα καὶ περιεργάσηται τὸ εἶδος αὐτῆς ἕκαστόν τε τῶν μερῶν καὶ μελῶν, καὶ καλὴν εἶναι φήσῃ ἡδεῖάν τε πρὸς ὁμιλίαν, καὶ ἐκ τῆς τοιαύτης γε τῆς διανοίας καὶ περιεργασίας καὶ τῆς ἐπακολουθησάσης αὐτῇ συγκαταθέσεως κινηθῇ τὸ αἰδοῖον, πάλιν τὴν τοιαύτην τοῦ αἰδοίου κίνησίν φαμεν ἑκούσιον. οὐχ ἑκούσια δὲ ὕπνος, ἐγρήγορσις, τὰ ὅμοια. ᾗ μὲν γὰρ οὐ συγκατέθετο ὁ νοῦς ὅτι ὑπνωτέον, ἔοικε τῷ ἀκουσίῳ, ἡ δὲ ὅλως ἐν ἡμῖν ἡ ἀρχὴ τοῦ ὕπνου, ἔοικε τῷ ἑκουσίῳ.1 πῶς γὰρ ἂν ἑκούσιον εἴποι τις τὸν ὕπνον, οὗ οὐκ ἔστιν ἡ φαντασία ἢ ἡ διάνοια αἰτία; ἀλλὰ μὴν οὐδ’ ἀκούσιον· ἐν ἡμῖν γὰρ ἡ αἰτία τοῦ ὕπνου, ὡς μεμαθήκαμεν ἐν τῷ πρὸ τούτου βιβλίῳ ἐν οἷς διελέγετο πῶς ὁ ὕπνος γίνεται. οὔτε οὖν ὁ νοῦς οὔθ’ ἡ φαντασία ἐστὶν αἰτία, ἀλλ’ ἐπεὶ ἀναγκαῖον ἀλλοιοῦσθαι τὰ ζῷα φυσικήν τινα ἀλλοίωσιν, διὰ τοῦτο συμβαίνει κινεῖσθαι ἅμα τῷ φανέντι· τοῦτο γὰρ οἶμαι προσυπακούειν καὶ ὡς ἔοικε πρὸς τούτῳ δεῖ καὶ στίζειν τελείαν εἰς τὸ φυσικήν τινα ἀλλοίωσιν (φαίνεται γὰρ ἐν τούτῳ ἡ ἀπόδοσις οὖσα τοῦ λόγου)2 ἀναγινώσκειν δὲ ὡς ἀπ’ ἄλλης ἀρχῆς τὸ ἀλλοιουμένων δὲ τῶν μορίων τὰ μὲν αὔξεσθαι τὰ δὲ φθίνειν οὕτως ‘οὐ μόνον δὲ κατ’ ἀλλοίωσιν ἀθρόαν τὸ αἰδοῖον καὶ ἡ καρδία κινοῦνται, ἀλλὰ καὶ αἱ αὐξήσεις καὶ αἱ φθίσεις τῶν μορίων ἀλλοιουμένων τῶν ζῴων συμβαίνουσι’. δύναταί τις μόρια σύμφυτα ἀκούειν ἐν τῇ καρδίᾳ τὸ πνεῦμα καὶ τὰ ὑπ’ αὐτοῦ κινούμενα νεῦρα· ᾧ σύμφωνον ἂν εἴη καὶ τὸ ἐπαχθὲν τὸ καὶ μεταβάλλειν τὰς πεφυκυίας ἔχεσθαι μεταβολὰς ἀλλήλων. παρὰ τὸν λόγον δὲ κινήσεις λέγει τὰς ἀκουσίους· καὶ γὰρ αὗται ἀλλοιουμένων τινῶν γίνονται, αἵτινες καὶ αὐταὶ γίνονται οὐ μόνον φανέντος τινὸς κατὰ τὴν αἴσθησιν, ἀλλὰ καὶ μὴ φανέντος τινός, ἡμῶν δ’ ἐξαίφνης φαντασθέντων τοῦ λόγου μὴ κελεύοντος πολλάκις κινεῖται τὸ αἰδοῖον· ἡ γὰρ φαντασία τὸ εἶδος τῆς γυναικὸς προφέρει.

“诸部分中的某些部分也进行某种违背意愿的运动,而所进行的大多数运动是非出于意愿的。” “非出于意愿”介于违背意愿与出于意愿之间,正如他在题为《尼各马可》的《伦理学》中也指出的那样。因为当我们对这些事情毫无推度之时,一位容貌绝美的女子或一个敌人突然出现,且随着他们的出现,由于女子的缘故隐秘部分被运动,而由于敌人的缘故心脏被运动,此时这些部分的此类运动便是违背意愿的;但当人在思想中构想一位女子,并仔细考察她的容貌以及每一个部分与肢体,称她美丽且宜于交媾,并且正是出于这种思想、细致考察以及随之而来的赞同,隐秘部分被运动时,我们反过来称隐秘部分的此类运动是出于意愿的。而非出于意愿的则是睡眠、清醒及类似之物。因为就理智未曾赞同应当睡眠而言,它类似于违背意愿;就睡眠的始基整个在我们内部而言,它又类似于出于意愿。因为人怎能把既非表象亦非思想作为原因的睡眠称为出于意愿呢?然而它绝非违背意愿;因为睡眠的原因在我们内部,正如我们在前一卷讨论睡眠如何发生的地方所学到的那样。因此,既不是理智也不是表象作为原因,而是既然动物必然承受某种自然的性质变化,由于这个缘故,随着显现之物同时发生运动;因为我认为必须在思想中补充这一点,并且看来除此之外还必须在“某种自然的性质变化”处加句号(因为言论的归结句看来就在此处),并且把“随着诸部分发生性质变化,一些增多而另一些减退”作为另一开端这样读:“不仅隐秘部分和心脏因突然的性质变化而运动,而且随着动物发生性质变化,诸部分的增多与减退也会发生”。人们也可以把心脏中生得的部分理解为普纽玛以及由它运动的筋腱;与此相符的还有附加上去的文句:“并且经历那些天生相继的转变”。他把反乎理性的运动称为违背意愿的运动;因为这些运动也是在某些事物发生性质变化时发生的,这些运动本身的发生不仅是在依感觉有某种事物显现之时,而且在没有任何事物显现之时,在我们未经理性命令而突然产生表象之时,隐秘部分也常常被运动;因为表象呈现了女子的容貌。

语法注2 条
  1. 1.28ᾗ μὲν γὰρ οὐ συγκατέθετο ὁ νοῦς ὅτι ὑπνωτέον, ἔοικε τῷ ἀκουσίῳ, ἡ δὲ ὅλως ἐν ἡμῖν ἡ ἀρχὴ τοῦ ὕπνου, ἔοικε τῷ ἑκουσίῳ.

    这是一个由 ᾗ μέν ... ᾗ δέ ... 构成的对称结构。传抄文本中的 ἡ δέ 应理解为关系副词 ᾗ δέ(“就……而言/在……方面”)的笔误或变体,与前面的 ᾗ μέν(“一方面就……而言”)相呼应,用以提出相对立的考量视角。

  2. 1.28στίζειν τελείαν εἰς τὸ φυσικήν τινα ἀλλοίωσιν (φαίνεται γὰρ ἐν τούτῳ ἡ ἀπόδοσις οὖσα τοῦ λόγου)

    注解者在此对亚里士多德原文(约703b14–16处)的标点断句提出指导。στίζειν τελείαν 是表示“加句号(句末点)”的语法术语。米海尔认为对应于从属从句(ἐπεί...)的归结主句(ἀπόδοσις)在 φυσικήν τινα ἀλλοίωσιν 处即已完整,因此指示应把接下来的 ἀλλοιουμένων δὲ τῶν μορίων... 视作“另起一端”(ἀπ’ ἄλλης ἀρχῆς)作为独立主句来读。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:128.17-129.20