- 底本
- Michael, In libros de animalium motione commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 103-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:126.26-128.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔考察了欲望被称为“在被运动中引起运动”的句法与概念解释(指出补充省略或比喻义的可能性),并阐明了媒介位置运动的生得普纽玛兼具轻重并在空间上居于中位,最后解释了亚里士多德将居于心脏的灵魂比作治理良好的城邦中国王的论证。
" Κατὰ μὲν οὖν τὸν λόγον τὸν λέγοντα τὴν αἰτίαν τῆς κινήσεώς ἐστιν ἡ ὄρεξις τὸ μέσον, ὃ κινεῖ κινούμενον." Τὸ λεγόμενόν ἐστιν ὅτι κατὰ τὸν λόγον τὸν λέγοντα καὶ δεικνύντα τὸ αἴτιον τῆς κινήσεως φαίνεται ὅτι ἡ ὄρεξίς ἐστιν, ἥτις ἀκίνητος οὖσα, ἐπεὶ καὶ πᾶσα ἡ ψυχὴ ἀκίνητος, ἧς αὕτη μέρος ἢ δύναμις οὖσα τυγχάνει, ἥτις δὴ ἀκίνητος οὖσα κινεῖ τὸ κινούμενον καὶ κινοῦν. τοῦτο γὰρ δεῖ προσυπακούειν·1 τὸ γὰρ πνεῦμα καὶ ἡ καρδία κινούμενα κινοῦσι. δύναταί τις τοῦ ὃ κινεῖ κινούμενον καὶ ἐπὶ τῆς ὀρέξεως ἀκούειν. εἰ γὰρ καὶ μὴ κινεῖται ἡ ὄρεξις (τὰ γὰρ εἴδη ἀκίνητα) ἀλλ’ οὖν διεγείρεται ὑπὸ τῶν ὀρεκτῶν, ἵν’ ᾖ τὸ κινούμενον ἀντὶ τοῦ ‘διεγειρόμενον καὶ ἐπιτήδειον γινόμενον πρὸς τὸ κινῆσαι τὸ ζῷον’. ἢ τὸ λεγόμενόν ἐστι διὰ τοῦ ὃ κινεῖ κινούμενον ‘κατὰ τὸν τοιοῦτον λόγον δόξειεν ἂν τὸ κινοῦν καὶ κινούμενον ὅτι ἡ ὄρεξίς ἐστιν· οὐκ ἔστι δὲ αὕτη, ἀλλὰ δεῖ εἶναι σῶμά τι, ὃ κινεῖ κινούμενον καὶ αὐτό’.
“因此,根据说明运动原因的言论,欲望是居间者,它在被运动中引起运动。” 所说的是:根据陈述并指出运动原因的言论,看来是欲望[引起运动],它自身是不动的——因为作为它的一部分或能力的整个灵魂也是不动的——正是这不动者引起了那被运动且引起运动之物的运动。因为人们必须在思想中补充这一点:普纽玛和心脏乃是在被运动中引起运动的。人们也可以把“在被运动中引起运动”理解为指欲望。因为即使欲望不被运动(因为形式是不动的),但它终究被所欲之物激发,从而“被运动”代替了“被激发并变得适合于运动动物”。或者,通过“在被运动中引起运动”所说的是:“根据这样的言论,引起运动且被运动者似乎是欲望;然而并不是它,而是必然存在着某种物体,它自身在被运动中引起运动。”
"Τὸ μὲν οὖν κινούμενον, μὴ πεφυκὸς δὲ κινεῖν δύναται πάσχειν κατὰ ἀλλοτρίαν δύναμιν." Πανάληθες καὶ τοῦτο· πᾶν γὰρ ὃ κινεῖται μόνον, οὐ πέφυκε δὲ κινεῖν, πάσχει κατὰ τὴν τοῦ κινοῦντος δύναμιν καὶ ἄγεται ὡς ἂν ἐκεῖνο ἄγῃ. τοιοῦτον δέ τί ἐστι καὶ πᾶν σῶμα ζῴου· κατὰ γὰρ τὴν ψυχὴν καὶ αὐτὸ κινεῖται, ὥσπερ ὁ ὀρχηστὴς κατὰ τὴν ὄρχησιν. σαφῆ δὲ τὰ ἑξῆς. περὶ δὲ τῆς τοῦ πνεύματος σωτηρίας οἰκεῖον ἦν εἰπεῖν ἐν τοῖς Περὶ τροφῆς. λέγει δ’ ἔχειν τὸ τοιοῦτον πνεῦμα πρὸς τὴν ψυχὴν ὥσπερ τὸ κινοῦν καὶ κινούμενον μέρος ἐν ταῖς καμπαῖς πρὸς τὸ ἀκίνητον. ὥσπερ δὲ οὐ τὰ μέρη ἀεὶ τὰ αὐτά ἐστιν, ἀλλ’ ἐν κινήσει (ἐν ἐπιρροῇ γὰρ καὶ ἀπορροῇ), οὕτως καὶ τὸ σύμφυτον πνεῦμα.
“因此,那被运动、但天生不能引起运动者,能够承受来自异己力量的作用。” 这也是完全真实的;因为凡是仅被运动、但天生不能引起运动的一切事物,都按照动者的力量承受作用,并照着那动者引导的方式被引导。动物的整个身体也是这样的事物;因为它自身也按照灵魂被运动,正如舞者按照舞蹈被运动一样。接下来的文句是明晰的。关于普纽玛的持存,本应当在《论营养》中讨论。他说,这样的普纽玛与灵魂的关系,犹如关节中引起运动且被运动的部分与不动的部分的关系。正如这些部分并非始终相同而是处于运动之中(因为它们处于流入与流出之中),生得的普纽玛也是如此。
"Δεῖ δὲ τὸ μέλλον κινεῖν μὴ ἀλλοιώσει τοιοῦτον εἶναι." Ὑποστικτέον εἰς τὸ ἀλλοιώσει, εἶθ’ οὕτως ἐπακτέον τὸ τοιοῦτον.2 ἔστι δὲ δηλωτικὸν τὸ τοιοῦτον τοῦ ἔχειν βάρος καὶ κουφότητα· τὸ γὰρ ἐν ἡμῖν θερμὸν καὶ βαρὺ καὶ κοῦφόν ἐστιν ὥσπερ ὁ ἀήρ. εἴη δ’ ἂν τὸ λεγόμενον ‘δεῖ τὸ μέλλον κινεῖν τὴν κατὰ τόπον κίνησιν, ἀλλὰ μὴ τὴν κατ’ ἀλλοίωσιν βάρος ἔχειν καὶ κουφότητα. κινεῖ γὰρ τὸ πῦρ τὸ ὕδωρ καὶ ἄγει ἀπὸ τοῦ ψυχροῦ εἰς τὸ θερμόν, ἀλλ’ οὐ κατὰ τόπον αὕτη ἡ μεταβολή, ἀλλὰ κατ’ ἀλλοίωσιν· τὸ δ’ ἐν τῇ καρδίᾳ θερμὸν καὶ ἀλλοιοῖ ἡμᾶς καὶ τῆς κατὰ τόπον κινήσεως ἡμῖν ἐστιν αἴτιον. ἀλλ’ ὅμως ᾗ μὲν κοῦφον, ἀντέχει πρὸς τὰ βαρέα τὰ ὠθοῦντα καὶ ἀποβιαζόμενα αὐτὸ κάτω, καὶ οὐκ ἐξίσταται τῆς οἰκείας ἕδρας, ᾗ δὲ πάλιν βαρύ ἐστιν, ἀντέχει πρὸς τὰ βαρέα τὰ ἀνωθοῦντα καὶ ἀναρριπτοῦντα αὐτὸ ἄνω (ἀνάγκη γὰρ τὰ βαρέα πρὸς τὸ κάτω φερόμενα ἀνωθεῖν αὐτὸ ἄνω)· ὥστ’ ἐπεὶ καὶ βαρὺ καὶ κοῦφόν ἐστιν, οὔτ’ ἂν ἄνω εἴη (ἦν γὰρ ἂν κοῦφον μόνως), οὔτε κάτω (ἦν γὰρ ἂν βαρὺ μόνως) ἀλλὰ μέσον· ἐν ᾧ δὲ τοῦτο, ἐν τούτῳ καὶ ψυχή. ἐν τῷ μέσῳ ἄρα ἡ ψυχή’. ὅτι δὲ καὶ βαρὺ καὶ κοῦφόν ἐστι, δῆλον ἐντεῦθεν· συστέλλεται γὰρ καὶ ἐκτείνεται κατὰ φύσιν καὶ οὐ βίᾳ, τὸ δ’ ἐκτεινόμενον ἄνω καὶ κάτω κινεῖται, τὸ δὲ οὕτω κινούμενον βαρὺ καὶ κοῦφόν ἐστιν. τοιοῦτον δὲ τὸ πνεῦμα, ἐν ᾧ κινουμένῳ κινεῖ τὰ ζῷα ἡ ψυχή. ἀπεικάζει δὲ τὸ ζῷον πόλει εὐνομουμένῃ. ὥσπερ γὰρ ἐπὶ ταύτης οὐ δεῖ παρεῖναι ἐφ’ ἑκάστῃ πράξει τὸν βασιλέα, ἀλλ’ ἕκαστος τῶν ὑπ’ αὐτοῦ ταχθέντων πράττει τὸ οἰκεῖον ἔργον διὰ τὸ ἔθος, αὐτοῦ τοῦ βασιλέως μένοντος εἰς τὰ ἀνάκτορα, οὕτω καὶ ἐν τοῖς ζῴοις διὰ τὴν κινοῦσαν φύσιν ἕκαστον τῶν μερῶν πράττει τὸ οἰκεῖον μενούσης τῆς ψυχῆς ἐν τῇ καρδίᾳ ὥσπερ τινὸς βασιλέως εἰς τὰ βασίλεια· ἀλλ’ ἐπὶ μὲν τῆς πόλεως πράττεται διὰ τὸ ἔθος (ὡς γὰρ ἔχουσιν ἔθος, οὕτω καὶ πράττουσι τάδε μετὰ τάδε), ἐν δὲ τοῖς ζῴοις διὰ τὴν φύσιν.
“而将要不通过性质变化引起运动者,必须是这样的。” 应当在“性质变化”处断句,然后这样连带出“这样的”。而“这样的”表明具有重与轻;因为我们内部的热像空气一样既重又轻。所说的意思是:“将要引起位置运动而非通过性质变化的运动者,必须具有重与轻。因为火运动水并将它从冷引向热,但这转变不是位置上的,而是通过性质变化的;然而心脏中的热既使我们发生性质变化,也是我们位置运动的原因。但尽管如此,就其轻而言,它抗拒那些推动并强行压制它向下的重物,不离开其固有之所;反过来就其重而言,它抗拒那些向上推击并抛掷它向上的重物(因为向下运动的重物必然将它向上推);因此,既然它既重又轻,它既不会在上方(因为那样它就只会是轻的),也不会在下方(因为那样它就只会是重的),而是在中间;而此物所在之处,灵魂也在其中。因此灵魂在中间”。而它既重又轻,从以下这一点来看是显而易见的:因为它是依自然而非强力收缩与扩张的,扩张之物向上和向下运动,而这样运动之物既重又轻。灵魂在其中通过其被运动而运动动物的普纽玛,就是这样的。他把动物比作治理良好的城邦。因为正如在城邦中国王不必亲临每一项事务,而是在国王本人留于宫殿的同时,由他任命的每一个人出于习俗履行其固有工作,同样在动物中,在灵魂如同王宫中的某位国王那样留于心脏中的同时,诸部分的每一者出于引起运动的自然本性履行其固有的功能;不过在城邦中是通过习俗施行的(因为人们正如拥有习俗那样,在这之后做那),而在动物中则是通过自然本性施行的。
- 1.25κινεῖ τὸ κινούμενον καὶ κινοῦν. τοῦτο γὰρ δεῖ προσυπακούειν
针对经文中的“在被运动中引起运动”(ὃ κινεῖ κινούμενον),为了解决本应不动的欲望(ὄρεξις)作为主语所带来的困难,米海尔提出在思想中补充(προσυπακούειν)κινεῖ的宾语“那被运动且引起运动之物”(τὸ κινούμενον καὶ κινοῦν,即心脏与普纽玛),读作“不动者运动那被运动且引起运动之物”。后文他亦给出了另一种解读,即将κινούμενον作为欲望自身的谓述,表示其被欲求对象所激发。
- 1.27Ὑποστικτέον εἰς τὸ ἀλλοιώσει, εἶθ’ οὕτως ἐπακτέον τὸ τοιοῦτον
关于句法结构的断句指导。米海尔指示在ἀλλοιώσει之后打上逗号(ὑποστιγμή),将前置限定分词短语“将要不通过性质变化引起运动者”(τὸ μέλλον κινεῖν μὴ ἀλλοιώσει)在此截断,进而将“是这样的”(τοιοῦτον εἶναι)作为主句动词δεῖ的补足表语相连。
