← 艾菲索斯的米海尔

亚里士多德《动物运动》评注

§129.21-131.5

心脏与隐秘部分的运动及相互联动图解

米海尔解释了心脏与隐秘部分宛如独立动物般运动的缘由,用字母符号(Α、Β、Γ)阐释了始基与身体各部分之间的相互联动,并说明质料的存在与否决定了非意愿运动的发生,以此终结全书讲义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29

" Μάλιστα δὲ τῶν μορίων ταῦτα ποιεῖ ἐπιδήλως." Ταῦτα λέγει τὸ αἰδοῖον καὶ τὴν καρδίαν. ἀπὸ πάντων, φησί, τῶν μορίων ταῦτα μόνα, ἥ τε καρδία καὶ τὸ αἰδοῖον, ποιοῦσιν ἐπίδηλον ἣν κινοῦνται κίνησιν. ταῦτα οὖν ἐπιδήλως κινοῦνται διὰ τὸ ὥσπερ ζῷον εἶναι ἑκάτερον αὐτῶν· ὥσπερ γὰρ τὰ ζῷα κινεῖται, οὕτω καὶ ταῦτα διὰ τὸ εἶναι αὐτὰ ὥσπερ ζῷα κεχωρισμένα καὶ καθ’ αὑτά. πῶς δὲ ἅλλεται ἡ καρδία καὶ σφύζει, αὐτὸς ἐρεῖ ἀκριβέστερον ἐπὶ τέλει τοῦ Περὶ γήρως καὶ νεότητος. εἰπὼν δὲ διὰ τὸ ὥσπερ ζῷον εἶναι ἑκάτερον αὐτῶν ἐπήγαγε τούτου δ’ αἴτιον, τουτέστι τοῦ δὲ εἶναι ὥσπερ ζῷα αἴτιον τὸ ἔχειν ὑγρότητα ζωτικήν· ἡ μὲν γὰρ καρδία διὰ τὸ ἔχειν τὴν ἀρχὴν τῶν αἰσθήσεων (τὸ δὲ ζῷον ἐν τῷ αἰσθάνεσθαι τὸ εἶναι ζῷον ἔχει·1 τῷ γὰρ ἔχειν αἴσθησιν διαφέρει τῶν μὴ ζῴων τὸ ζῷον), τὸ δὲ αἰδοῖον διὰ τὸ ὥσπερ ζῷον ἐξέρχεσθαι ἐξ αὐτοῦ τὸ σπέρμα, δυνάμει ὂν ζῷον· τὸ γὰρ σπέρμα δυνάμει ἐστὶ ζῷον, ὡς ἐν τῷ Περὶ γενέσεως ζῴων δείκνυται.

“在诸部分中,尤其这些部分显明地做到这点。” 所谓“这些部分”,他指的是隐秘部分和心脏。他说,在所有部分中,唯独这些部分,即心脏和隐秘部分,使它们所运动的运动变得显明。因此,这些部分显明地被运动,是因为它们之中的每一者都宛如一个动物;因为正如动物被运动一样,这些部分也同样由于它们宛如分离且独立的动物而被运动。至于心脏如何跳跃和搏动,他自己将在《论衰老与青年》篇末更精确地予以说明。而在说了“由于它们之中的每一者都宛如一个动物”之后,他又加上“而这的原因”,即它们宛如动物的原因,乃在于具有生命性的湿气。因为心脏[之所以如此],是由于拥有感觉的始基(而动物在感觉之中具有作为动物的存在;因为凭借拥有感觉,动物不同于非动物),而隐秘部分[之所以如此],是由于作为潜能上的动物的精液,宛如动物一样从中排出(因为精液是潜能上的动物,正如在《论动物生成》中所证明的那样)。

§1.30

"Αἱ δὲ κινήσεις τῇ τε ἀρχῇ ἀπὸ τῶν μορίων, καὶ τοῖς μορίοις ἀπὸ τῆς ἀρχῆς εὐλόγως συμβαίνουσι." Εἴρηται πρὸ ὀλίγου ὅτι τῶν νεύρων τεινομένων συντείνεται ἡ καρδία· ὥστε τὰ μὲν μόρια κινοῦνται ἀπὸ τῆς ἀρχῆς καὶ ἡ ἀρχὴ πάλιν ἀπὸ τῶν μορίων. καὶ ὡς ἔθος τίθεται ἐπὶ στοιχείων τὴν ἀρχὴν καὶ τὰ μόρια, ἔστω γὰρ ἀρχὴ’ λέγων ‘τὸ Α, μόρια δὲ τὰ ΒΓ’. ταῦτα λέγει ἐπιγεγραμμένα στοιχεῖα. καὶ Β ἔστω πάλιν τὰ δεξιά, Γ δὲ τὰ ἀριστερά. αἱ δὲ κινήσεις τῶν δεξιῶν καὶ ἀριστερῶν ἐπὶ τὴν ἀρχὴν τὴν καρδίαν ἀφικνοῦνται (συγκινεῖται γὰρ αὐτοῖς) καὶ ἀπὸ ταύτης δὲ γίνονται· ταύτης γὰρ καὶ τοῦ ἐν αὐτῇ πνεύματος κινουμένων κινεῖται τὰ δεξιὰ καὶ ἀριστερά. καὶ ἡ μὲν τοῦ Β ἀρχὴ ἐπὶ τὸ Β· ἡ γὰρ ἀρχὴ καὶ αἰτία τῆς τῶν δεξιῶν κινήσεως ἐπὶ τὰ δεξιὰ διαδίδοται, ὥσπερ ἡ τῶν ἀριστερῶν ἐπὶ τὰ ἀριστερά. οὔτε γὰρ ἡ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ ἀφικνεῖται ἢ διαδίδοται, οὔτε αὖ πάλιν ἡ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιά, ἀλλ’ ἑκάστη πρὸς τὸ οἰκεῖον μέρος ἀποτείνεται. ἡ δὲ τοῦ Γ πάλιν ἀρχὴ ἐπὶ τὸ Γ τὰ ἀριστερά, ἡ δ’ ἀμφοῖν ἐπ’ ἄμφω, τουτέστιν ἡ δὲ τοῦ Β καὶ Γ ἐπὶ τὸ Β καὶ Γ· ἡ γὰρ δεξιὰ καὶ ἀριστερὰ ἀρχὴ ἐπὶ τὰ δεξιὰ καὶ ἀριστερὰ περαιοῦνται. ἀπὸ δὲ τοῦ Β ἐπὶ τὸ Γ· λείπει τὸ οὐκέτι,2 ἵν’ ᾖ ‘ἀπὸ δὲ τοῦ Β ἐπὶ τὸ Γ οὐκέτι’. ἡ γὰρ τοῦ Β ἀρχή, ὥσπερ εἴρηται, ἐπὶ τὸ Γ οὐ διαδίδοται, οὐδ’ ἡ τοῦ Γ ἐπὶ τὸ Β. καὶ ἡ μὲν ἀπὸ τοῦ Β κίνησις ἐπὶ τὸ Α ὡς ἐπ’ ἀρχήν, ἡ δ’ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β ὡς ἀπ’ ἀρχῆς.

“而运动合理地既从诸部分发生到始基,又从始基发生到诸部分。” 不久前已经说过,当筋腱被张紧时,心脏一同被张紧;因此,诸部分一方面从始基被运动,而始基反过来也从诸部分被运动。并且按照惯例,他把始基和诸部分置于字母之上,说“假设始基为Α,诸部分为Β与Γ”。他称这些为题写的字母。再假设Β为右侧部分,Γ为左侧部分。右侧与左侧部分的运动到达作为始基的心脏(因为它与它们一同运动),且也是从它产生的;因为随着它以及存在于其中的普纽玛被运动,右侧与左侧部分被运动。Β的始基通向Β;因为右侧部分运动的始基和原因传播到右侧部分,正如左侧部分的始基和原因传播到左侧部分一样。因为右侧部分的始基既不达到也不传播到左侧部分,左侧部分的始基反过来也不传播到右侧部分,而是各自朝向固有的部分延展。而Γ的始基反过来通向作为左侧部分的Γ,两者之始基通向两者,即Β与Γ的始基通向Β与Γ;因为右侧与左侧的始基贯通到右侧与左侧部分。关于“而从Β到Γ”,缺少了“不再”,以便成其为“而从Β到Γ不再传播”。因为正如所说的那样,Β的始基并不传播到Γ,Γ的始基也不传播到Β。从Β而来的运动通向作为始基的Α,而从Α而来的运动则作为从始基而来的运动通向Β。

§1.31

"Ὅτι δὲ ὁτὲ μὲν ταῦτα νοησάντων γίνεται κίνησις ἡ παρὰ τὸν λόγον." Ἐπειδὴ πολλάκις νοήσαντες γυναῖκα ἢ ἐχθρόν, κινεῖται τὸ αἰδοῖον καὶ ἡ καρδία,3 πολλάκις δὲ νοήσαντες οὐ κινεῖται, αἴτιον, φησί, τοῦ ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ μὴ ἡ ὕλη. ἢ γὰρ οὐκ ἔστιν ὅλως ὕλη καὶ διὰ τοῦτο οὐ κινεῖται τὸ αἰδοῖον, ἢ ἔστι μέν, ἀλλ’ οὐ τοσαύτη καὶ τοιαύτη, ὥστε δύνασθαι κινῆσαι. ὧδε οὖν πεπλήρωται καὶ ἡ Περὶ ζῴων κινήσεως πραγματεία καὶ αἱ εἰς αὐτὴν σχολαί.

“而当人们思及这些事情时,有时反乎理性的运动发生……” 既然人们在思及女子或敌人时,隐秘部分和心脏常常被运动,而在思及之时却常常不被运动,他说,有时被运动而有时不被运动的原因乃是质料。因为或者完全没有质料,隐秘部分因此不被运动;或者虽然有质料,却在数量上和性质上不足以能够使之运动。于是,《论动物运动》这一论著及其讲义便在此终结了。

语法注3 条
  1. 1.29τὸ δὲ ζῷον ἐν τῷ αἰσθάνεσθαι τὸ εἶναι ζῷον ἔχει

    介词短语 ἐν τῷ αἰσθάνεσθαι 处于表语性位置,指明作为动词 ἔχει 之宾语的定冠词不定词短语 τὸ εἶναι ζῷον(“作为动物的存在/本质”)的立足点。主语为 τὸ δὲ ζῷον,整句意为“动物在感觉之中具有其作为动物的存在”。

  2. 1.30ἀπὸ δὲ τοῦ Β ἐπὶ τὸ Γ· λείπει τὸ οὐκέτι

    针对亚里士多德正文中缺乏谓词的省略表达 ἀπὸ δὲ τοῦ Β ἐπὶ τὸ Γ,注疏者米海尔判定此处在句法上省略了 οὐκέτι(“不再”),指示应补充此词以理解为“从Β到Γ不再传播”。

  3. 1.31Ἐπειδὴ πολλάκις νοήσαντες γυναῖκα ἢ ἐχθρόν, κινεῖται τὸ αἰδοῖον καὶ ἡ καρδία

    在 Ἐπειδὴ 引导的从句中,主格复数分词 νοήσαντες 缺乏对应的复数主谓结构,其后的主动词为单数 κινεῖται,主语转移为 τὸ αἰδοῖον καὶ ἡ καρδία。这属于破格句式(悬空分词),在语义上表示“当人们思及女子或敌人时,隐秘部分和心脏被运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:129.21-131.5