- 底本
- Michael, In libros de animalium motione commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 103-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:125.14-126.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔借助亚里士多德的示意字母(Α、Β、Γ与Ε)阐明心脏与普纽玛的运动部分和静止部分的分立,论证了灵魂为何必须是不可动摇的形式而非点或身体,并由此引出在被运动的始基之外必然存在第一不动推动者。
" Λέγω δὲ οἷον ἐπὶ τῆς ΑΒΓ τὸ Β κινεῖται, κινεῖ δὲ τὸ Α." Εἰπὼν ὅτι ἐνεργείᾳ γίνεται δύο δυνάμει ὄντα ἕν, δείκνυσι τοῦτο καὶ ἐπὶ καταγραφῆς, ὡς ἔθος αὐτῷ, ἅμα πρὸς τούτῳ δεικνύων ὅτι ἀνάγκη εἶναί τι ἀκίνητον, εἰ μέλλει κινήσεσθαι τὸ ζῷον. νενοήσθω δὴ Α ὅλη ἡ καρδία καὶ ὅλον τὸ ἐν αὐτῇ πνεῦμα,1 Β δὲ τὸ ἐν τῷ δεξιῷ μέρει τῆς καρδίας νεῦρον ἢ νεῦρα, καὶ Γ ὁμοίως τὸ ἐν τῷ ἀριστερῷ μέρει αὐτῆς νεῦρον ἢ νεῦρα. κινεῖται οὖν τὸ Β τὸ νεῦρον, κινεῖ δὲ τὸ Α τὸ μέρος τοῦ πνεύματος καὶ τὸ μέρος τῆς καρδίας κινούμενα ὑπὸ τῆς ψυχῆς. ἀλλ’ ἐπεί, ὡς δέδεικται, ἀνάγκη εἶναί τι ἠρεμοῦν, εἰ μέλλει γενέσθαι κίνησις, ἀνάγκη τὸ λοιπὸν μέρος τοῦ Α ἤτοι τῆς καρδίας καὶ τοῦ πνεύματος ἠρεμεῖν. ἓν ἄρα δυνάμει ὄντα τὰ ΑΕ ἐνεργείᾳ δύο ἔσται. ἐκάλεσε δὲ τὸ ἠρεμοῦν μέρος τοῦ πνεύματος καὶ τῆς καρδίας Ε, ἵνα τῇ διαφορᾷ τοῦ στοιχείου δηλώσῃ καὶ τὸ διαφέρον τοῦ πνεύματος καὶ τῆς καρδίας. διαφέρει γάρ, ὡς πολλάκις εἴρηται, τὸ ἠρεμοῦν τῆς καρδίας μέρος καὶ τοῦ πνεύματος πρὸς τὸ μὴ ἠρεμοῦν· ᾗ γὰρ τὰ μὲν κινεῖται τὰ δὲ ἠρεμεῖ, διαφέρουσιν. ἓν ἄρα δυνάμει ὄντα τὰ ΑΕ τουτέστιν ἓν ἄρα δυνάμει οὖσα ὅλη ἡ καρδία καὶ ὅλον τὸ πνεῦμα δύο εἰσὶν ἐνεργείᾳ. καὶ ἐπεὶ τὸ μὲν αὐτῆς ἠρεμεῖ τὸ δὲ κινεῖται, ἀνάγκη μὴ στιγμὴν εἶναι. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἀνάγκη μὴ τοῦτο εἶναι τὴν ψυχήν. εἰ γὰρ τῶν κινουμένων τὸ μὲν αὐτῶν κινεῖται τὸ δὲ ἠρεμεῖ, ἡ δὲ ψυχὴ ἀμερὴς καὶ ἀσώματος, τῶν δ’ ἀμερῶν οὐ τὸ μὲν κινήσεται τὸ δὲ ἠρεμήσει (οὕτω γὰρ οὐκ ἂν ἦν ἀμερῆ) οὐκ ἂν εἴη οὔτε ἡ καρδία οὔτε αὐτὸ τὸ πνεῦμα ἡ ψυχή, ἀλλ’ ἄλλο τι εἶδος οὖσα τούτων καὶ ἀκίνητος.2 εἰ γὰρ κινεῖται, πάλιν τὰ αὐτὰ ἐροῦμεν ὅτι ἀνάγκη τὸ μὲν αὐτῆς κινεῖσθαι τὸ δὲ ἠρεμεῖν· οὕτω δὲ πάλιν σῶμα ἂν εἴη καὶ οὐκ ἀσώματον, καὶ οὐκ εἶδος, ἀλλ’ ὑποκείμενον καὶ ὕλη.
“我是说,例如在ΑΒΓ上,Β被运动,而Α引起运动。” 在说了潜能上为一的事物在现实上成为二之后,他也按照他的习惯通过示意图来表明这一点,同时除此之外还表明,若动物将要被运动,就必然存在某种不动之物。那么,就让Α被设想为整个心脏及其内部的整个普纽玛,Β为心脏右侧部分的一根或多根神经,同样Γ为心脏左侧部分的一根或多根神经。因此神经Β被运动,而为灵魂所运动的普纽玛部分与心脏部分Α则引起运动。但是既然如前所示,若将发生运动,就必然存在某种静止之物,那么Α的剩余部分、即心脏和普纽玛的[剩余部分]就必然静止。因此,潜能上为一的ΑΕ在现实上将是二。他把普纽玛和心脏的静止部分称为Ε,以便通过字母的差异也表明普纽玛与心脏的差异。因为正如常说的那样,心脏和普纽玛的静止部分与不静止的部分是不同的;因为就一者被运动而另一者静止而言,它们是不同的。因此,潜能上为一的ΑΕ——也就是潜能上为一的整个心脏和整个普纽玛——在现实上是二。并且既然它的一部分静止而另一部分被运动,它就必然不是一个点。而这等同于“这必然不是灵魂”。因为如果被运动之物中其一部分被运动而另一部分静止,而灵魂是无部分的和非身体性的,但在无部分之物中不会是一部分将被运动而另一部分将静止(因为这样它们就不会是无部分的),那么无论是心脏还是普纽玛自身都不会是灵魂,相反,[灵魂]作为这些事物的形式,乃是某种别的东西且是不动的。因为如果[灵魂]被运动,我们将再次说出同样的话,即它的一部分必然被运动而另一部分静止;而这样它就又会是身体而非非身体性的,并且不是形式,而是基质和质料。
"Ἀλλὰ μὴν ἐνδέχεται τὸ Γ τῷ Β ἅμα κινεῖσθαι." Τὸ Γ ἐν θατέρῳ τῆς καρδίας μέρει νεῦρον ἔθεμεν. τὸ δὲ ἅμα πάλιν ἀντὶ τοῦ παρὰ μέρος· ἐνδέχεται γὰρ μετὰ τὸ κινηθῆναι τὸ δεξιὸν κινηθῆναι τὸ ἀριστερόν. ὥστε καὶ τὸ μέρος τῆς καρδίας, ἐν ᾧ ἐρρίζωται τὸ ἀριστερὸν νεῦρον, κινηθήσεται.
“然而确实,Γ也有可能与Β同时被运动。” 我们把心脏另一部分中的神经设定为Γ。而“同时”再次是用来代替“交替地”;因为在右侧被运动之后,左侧有可能被运动。因此,左侧神经扎根于其中的心脏部分也将被运动。
"Ὥστ’ ἀνάγκη ἀμφοτέρας τὰς ἀρχὰς τὰς ἐν τῷ Α κινουμένας κινεῖν." Ἀρχὰς λέγων τὰ δεξιὰ καὶ ἀριστερὰ μέρη τῆς καρδίας καὶ τοῦ πνεύματος. ἦν δ’ ἄν καταλληλότερον, εἰ οὕτως εἶχεν ἡ γραφὴ3 ‘ὥστε ἀνάγκη ἀμφότερα τὰ μέρη τοῦ Α κινούμενα κινεῖν’. οὐ γὰρ τὸ πνεῦμα μόνον κινεῖται, ἀλλὰ καὶ ἡ καρδία. δεῖ τι ἄρα εἶναι παρὰ ταύτας τὰς ἀρχὰς ἕτερόν τι, ὅπερ κινήσει μὴ κινούμενον. ὡς γὰρ οἱ ἀπερείδοντες τὰ νῶτα καὶ κινοῦντες τὰ σκέλη ἄλλο τι ἔχουσιν ἐν αὑτοῖς τὸ κινοῦν τὰ σκέλη, οὕτω κἀνταῦθα εἶναι δεῖ τι ἄλλο παρὰ τὸ κινοῦν κινούμενον καὶ αὐτό. ἀναλογεῖ δὲ τοῖς μὲν νώτοις τὸ δεξιὸν καὶ ἀριστερὸν τῆς καρδίας καὶ τοῦ πνεύματος, τοῖς δὲ σκέλεσι τὰ ΒΓ νεῦρα.
“因此必然是,Α内部的两个始基都在被运动中引起运动。” 他把心脏和普纽玛的右侧与左侧部分称为始基。然而,如果文句作“因此必然是Α的两个部分都在被运动中引起运动”,将会更加贴切。因为不仅普纽玛被运动,心脏也被运动。因此,在这些始基之外,必然存在着某种不同的别的东西,它将在不被运动的情况下引起运动。因为正如那些支撑背部而运动双腿的人在他们自身内部拥有运动双腿的别的东西一样,在这里,除了自身也被运动着而引起运动的东西之外,也必然存在某种别的东西。而与背部相当的是心脏和普纽玛的右侧与左侧,与双腿相当的则是神经Β与Γ。
- 1.22νενοήσθω δὴ Α ὅλη ἡ καρδία καὶ ὅλον τὸ ἐν αὐτῇ πνεῦμα
第三人称完成时被动态祈使语气(νενοήσθω)引入数学或辩证推导中的设定(“设/假定……为……”)。Α为主格补足语,主语为 ὅλη ἡ καρδία 及其并列项。
- 1.22ἀλλ’ ἄλλο τι εἶδος οὖσα τούτων καὶ ἀκίνητος
接续在主句谓语 οὐκ ἂν εἴη... ἡ ψυχή(“灵魂不可能是……”)后的表语性分词短语。分词 οὖσα(阴性主格单数)与主语 ἡ ψυχή 一致,表述灵魂作为这些事物的形式且是不动的,因而是某种别的东西。
- 1.24ἦν δ’ ἄν καταλληλότερον, εἰ οὕτως εἶχεν ἡ γραφὴ
含有未完成过去直陈式加 ἄν(归结分句 ἦν ἄν)与条件分句未完成过去式(εἰ εἶχεν)的与事实相反的虚拟条件句。这是注解家评判亚里士多德传抄文本(γραφή)用词并提出更贴切替代措辞的标准句式。
