- 底本
- Michael, In libros de animalium motione commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 103-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:124.4-125.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔就亚里士多德702b25的表述进行注疏,运用水盆、肘关节以及背卧发力的比喻,解释了作为身体中枢的心脏与普纽玛如何在潜能上是一而在运动时于现实上化为二的机制。
" Τὸ δὲ μέσον τοῦ σώματος μέρος δυνάμει μὲν ἕν, ἐνεργείᾳ δὲ ἀνάγκη γίνεσθαι πλείω." Μέσον τοῦ σώματος λέγει τὴν καρδίαν καὶ τὸ ἐν αὐτῇ πνεῦμα. φησὶ δὲ ὅτι τὸ τῶν ζῴων μέσον δυνάμει μὲν ἕν, ἐνεργείᾳ δὲ δύο. ἐπειδὴ γὰρ ἀπ’ αὐτοῦ αἱ κινήσεις, ἀνάγκη ἐκτεινομένου τοῦ ἐν τῷ δεξιῷ μέρει τῆς καρδίας πνεύματος, καὶ συνεκτείνοντος ἑαυτῷ τὸ ἀπὸ τῆς καρδίας νεῦρον ἢ νεῦρα, συνεκτείνεσθαι καὶ τὸ τῆς καρδίας μέρος καὶ κινεῖσθαι. ἀπὸ γὰρ αὐτῆς ὡς ἀπ’ ἀρχῆς τὰ νεῦρα τὴν ἀρχὴν ἔχει ὥσπερ καὶ αἱ φλέβες· ὥστε ὅταν τείνηται ὑπὸ τῆς τοῦ πνεύματος ἐκτάσεως τὸ νεῦρον, ἀνάγκη συντείνεσθαι τὸ τῆς καρδίας μέρος, ἐν ᾧ τὸ τεινόμενον νεῦρον ἐρρίζωται. ἐπεὶ δ’ ἠρεμούντων τῶν ἀριστερῶν κινεῖται τὰ δεξιά, ὥσπερ πάλιν τῶν δεξιῶν τὰ ἀριστερά, ἀνάγκη κινουμένων τῶν δεξιῶν καὶ ἠρεμούντων τῶν ἀριστερῶν ἠρεμεῖν καὶ τὸ ἀριστερὸν μέρος τῆς καρδίας καὶ τὸ ἐν τούτῳ πνεῦμα. οὐδὲν γὰρ κωλύει, καίπερ συνεχοῦς ὄντος ὅλου τοῦ ἐν τῇ καρδίᾳ πνεύματος, τὸ μὲν αὐτοῦ ἠρεμεῖν τὸ δὲ κινεῖσθαι· καὶ γὰρ καὶ τοῦ ἐν ταῖς σκάφαις ὕδατος ὁρῶμεν τὸ μὲν κινούμενον, ὅπερ ἐκίνησεν ἡ χείρ, τὸ δ’ ἠρεμοῦν. ἠρεμοῦντος οὖν τοῦ ἀριστεροῦ μέρους τῆς καρδίας καὶ τοῦ ἐν αὐτῇ πνεύματος δῆλον ὅτι καὶ τὸ ἐν τούτῳ τῷ μέρει νεῦρον ἢ νεῦρα ἠρεμεῖ. εἰ δὲ τοῦτο, δῆλον ὅτι ἠρεμούντων τῶν δεξιῶν μερῶν τοῦ πνεύματος καὶ τῆς καρδίας κινεῖται τὰ ἀριστερά, καὶ ἠρεμούντων τῶν ἀριστερῶν κινεῖται τὰ δεξιά, ἀπερειδόμενα τὰ μὲν δεξιά, ὅτε κινεῖται, εἰς τὰ ἀριστερὰ ἠρεμοῦντα, καὶ ταῦτα εἰς τὰ δεξιά, ἐοικότα1 ὡς αὐτὸς ἐρεῖ προϊὼν τοῖς τὰ νῶτα ἀπερείδουσι καὶ κινοῦσι τὰ σκέλη. ὡς γὰρ ὁ βραχίων ἀπερειδόμενος ὡς πρὸς ἠρεμοῦν τὸ ὠλέκρανον2 κινεῖται, οὕτως ἀνάγκη καὶ τὸ ἀριστερὸν τῆς καρδίας καὶ τοῦ πνεύματος ἀπερείδεσθαι πρὸς τὸ δεξιὸν ὡς πρὸς ἠρεμοῦν, καὶ τοῦτο πάλιν πρὸς τὸ ἀριστερόν, κινεῖσθαι δὲ ἀμφότερα ὑπὸ τῆς ψυχῆς, ἀκινήτου οὔσης καθ’ ἑαυτήν. τὰ γὰρ εἴδη καὶ αἱ ἕξεις ἀκίνητα καθ’ αὑτά· τοιοῦτον δὲ καὶ ἡ ψυχὴ δέδεικται οὖσα. κινουμένων δὲ τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν κινεῖται καὶ τὰ ἐν τούτοις νεῦρα καὶ διὰ τῶν νεύρων τὰ κῶλα. ὥστε ἓν ὂν τὸ πνεῦμα δυνάμει ἐν ταῖς κινήσεσιν ἐνεργείᾳ γίνεται δύο, ὁμοίως καὶ ἡ καρδία· ὡς γὰρ τὸ πνεῦμα, καὶ ἡ καρδία, καὶ ὡς αὕτη, καὶ τὸ πνεῦμα. ἐπειδὴ γὰρ τὸ μὲν κινεῖται τῆς καρδίας καὶ τοῦ πνεύματος τὸ δὲ ἠρεμεῖ, δῆλον ὡς δύο εἰσὶν ἐνεργείᾳ· ἓν δὲ ἐνεργείᾳ γίνεται ἐν ταῖς ἠρεμίαις. ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα εἰρήσθω, ἐπὶ δὲ τὴν λέξιν λοιπόν ἐστι τραπῆναι. εἰπὼν ὅτι ἐνεργείᾳ δύο γίνεται, συντόμως τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν καὶ γὰρ ἅμα τὰ κῶλα κινεῖται ἀπὸ τῆς ἀρχῆς· πάλιν τὸ ἅμα ἀντὶ τοῦ παρὰ μέρος. περὶ ὧν ἀκριβέστερον ἐν τῷ Περὶ ζῴων πορείας εἴρηται. ἐπεὶ οὖν τὸ μὲν ἠρεμεῖ τῶν κώλων, τὸ δὲ κινεῖται, ἀνάγκη καὶ τοῦ πνεύματος καὶ τῆς καρδίας τὸ μὲν κινεῖσθαι, τὸ δὲ ἠρεμεῖν.
“而身体的中部在潜能上是一,但在现实上必然成为多。” 所谓身体的中部,他指称的是心脏及其内部的普纽玛。他说,动物的中部在潜能上是一,但在现实上是二。因为,既然运动发源自它,那么在心脏右侧部分的普纽玛被伸展并与其自身一同伸展来自心脏的一根或多根神经时,心脏的部分也必然一同被伸展并被运动。因为如同血管一样,神经也是从心脏出发、如同从始基出发一样获得始基的;所以,每当神经因普纽玛的伸展而被拉紧时,被拉紧的神经扎根于其中的心脏部分也必然一同被拉紧。而由于在左侧静止时右侧被运动,反之在右侧[静止]时左侧被运动,那么在右侧被运动而左侧静止时,心脏的左侧部分及其内部的普纽玛也必然静止。因为没有任何东西阻止——尽管心脏内的整个普纽玛是连续的——它的一部分静止而另一部分被运动;事实上,盆中的水我们也看到,手所运动的一部分在被运动,而另一部分在静止。因此,当心脏的左侧部分及其内部的普纽玛静止时,显然这一部分内部的一根或多根神经也静止。而如果是这样,显然在普纽玛和心脏的右侧部分静止时左侧被运动,在左侧部分静止时右侧被运动,右侧在被运动时支撑于静止的左侧之上,而左侧反过来也支撑于右侧之上,正如他自己在后文中所要说的那样,类似于那些支撑背部而运动双腿的人。因为正如手臂靠着作为静止者的鹰嘴突得到支撑而被运动那样,心脏和普纽玛的左侧部分也必然靠着作为静止者的右侧得到支撑,而这一右侧反过来也靠着左侧得到支撑,并且两者都为自身不动的灵魂所运动。因为形式和状态自身是不动的;而灵魂也已被证明是如此之物。而在右侧和左侧被运动时,其内部的神经也被运动,并通过神经而使肢体被运动。因此,普纽玛在潜能上是一,在运动中在现实上成为二,心脏同样如此;因为普纽玛怎样,心脏也就怎样,而心脏怎样,普纽玛也就怎样。因为既然心脏和普纽玛的一部分被运动而另一部分静止,显然它们在现实上是二;但在静止状态下,在现实上则成为一。关于这些就谈这么多,剩下的则是转向字句。在说了在现实上成为二之后,他简明地附加上了造成这一情况的原因,说道:“因为肢体从始基同时被运动”;这里“同时”再次是用来代替“交替地”。关于这些问题,在《论动物的行进》中有更精确的论述。因此,既然肢体中一者静止而另一者被运动,普纽玛和心脏中也必然是一部分被运动而另一部分静止。
- 1.21ἐοικότα
中性复数主格分词,与前句的主语即中性复数短语 τὰ μὲν δεξιά 和 καὶ ταῦτα(右侧与左侧)在性数格上一致,作主语补足成分,后接与格短语 τοῖς τὰ νῶτα ἀπερείδουσι καὶ κινοῦσι τὰ σκέλη(背部支撑并运动双腿者)作为支配对象。
- 1.21ὡς πρὸς ἠρεμοῦν τὸ ὠλέκρανον
介词短语 πρὸς τὸ ὠλέκρανον 带有充当定语的分词 ἠρεμοῦν,前面加上 ὡς 表示视作静止之物(“视作静止的鹰嘴突”/“犹如靠着处于静止的鹰嘴突”)。后文的 ὡς πρὸς ἠρεμοῦν 是对该结构的承前省略复述。
