← 艾菲索斯的米海尔

亚里士多德《动物运动》评注

§122.23-124.3

左右交替运动与心脏作为运动始基的论证

米海尔就《论动物的运动》702b12进行注解,阐明亚里士多德根据身体左右对称性与交替运动论证心脏才是运动绝对始基的论证。他将“同时”解释为“交替地”,并借助军营中将军的比喻、亚历山大的论述以及解剖学观察来疏解文义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20

" Ἐπεὶ δ’ ὁμοίως ἔχει ἀπὸ τῶν ἀριστερῶν καὶ τῶν δεξιῶν, καὶ ἅμα τὰ ἐναντία κινεῖται." Τὸ ἅμα ἀντὶ τοῦ παρὰ μέρος εἴληπται·1 οὐ γὰρ ἀεὶ ἐν τῇ κατὰ τόπον μεταβολῇ τὸ μὲν ἀριστερὸν ἠρεμεῖ, τὸ δὲ δεξιὸν κινεῖται, ἢ ἔμπαλιν ἀεὶ τὸ δεξιὸν ἠρεμεῖ καὶ κινεῖται τὸ ἀριστερόν, ἀλλὰ παρὰ μέρος ἕως ἂν ἠρεμήσωμεν. ἐπεὶ οὖν, φησίν, ὁμοίως ἔχει ἀπὸ τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν, τουτέστιν ἐπεὶ ὁμοίως ἔχει ἡ καρδία καὶ πρὸς τὰ δεξιὰ καὶ πρὸς τὰ ἀριστερά (ἐν αὐτῇ γὰρ παύομεν τὰ ἀριστερὰ καὶ δεξιὰ μέρη κινούμενα· ἄχρι γὰρ αὐτῆς ἡ τῶν δεξιῶν καὶ ἀριστερῶν κίνησις ἀπέρχεται), καὶ all0 δεξιῶν καὶ ἀριστερῶν κινήσεις τελευτῶσιν ὡς ἐπ’ ἀρχήν, ἀπὸ τούτου εὔλογον γίνεσθαι καὶ τὴν ἀρχὴν τῆς ἐπὶ τὸ ἔξω κινήσεως. οὕτω γὰρ γίνεται καὶ ἐν τῷ στρατοπέδῳ· ἐφ’ ὃν γὰρ αἱ τῶν ἔξωθεν προσαγγελίαι γίνονται, οὗτος δ’ ἐστὶν ὁ στρατηγός, ἀπὸ τούτου καὶ αἱ πρὸς τὰ ἔξω κινήσεις τὴν ἀρχὴν λαμβάνουσι. γίνονται δὲ πρὸς τὴν καρδίαν αἱ ἐκτὸς κινήσεις, ὡς ἐν τῷ Περὶ τοῦ ποῦ τακτέον τὸ ἡγεμονικὸν τῷ Ἀφροδισιεῖ Ἀλεξάνδρῳ δέδεικται, τὰ σποράδην πολλαχοῦ Ἀριστοτέλει περὶ τούτων λεχθέντα ἐκεῖσε συλλεξαμένῳ, καὶ πρὸς τούτοις ἕτερα ἀναγκαιότατα οἰκεῖα προσεπιθέντι. ἀπὸ ταύτης ἄρα τῆς καρδίας καὶ ἡ ὁρμὴ καὶ ὄρεξις, αἵτινές εἰσιν ἀρχαὶ τῆς κατὰ τόπον κινήσεως. διὸ καὶ τὰ πρὸς τὴν κίνησιν ὄργανα τὰ νεῦρα ἀπὸ τῆς καρδίας, ὡς ἐκ τῶν ἀνατομῶν δείκνυται, τὴν ἀρχὴν ἔχει. ἀφ’ οὗ γὰρ τὴν ἀρχὴν ἔχει τὰ πρὸς τὴν κίνησιν ὄργανα, ἐν τούτῳ ἀναγκαῖον εἶναι καὶ τὸ διδὸν αὐτοῖς τὴν τοῦ κινεῖν καὶ κινεῖσθαι δύναμιν. κινοῦνται μὲν γὰρ τὰ νεῦρα ὑπὸ τῆς ψυχῆς, κινοῦσι δὲ τὰ κῶλα. ἐπεὶ οὖν, ὡς εἴρηται, ὁμοίως ἔχει καὶ ἅμα καὶ παρὰ μέρος τὰ δεξιὰ καὶ ἀριστερά, ταῦτα γὰρ εἶπεν ἐναντία (οὐ γὰρ ἅμα κινεῖται τὸ δεξιὸν καὶ ἀριστερόν, ἀλλὰ παρὰ μέρος), ἀεὶ δ’ ἀμφοτέρων τῶν δεξιῶν καὶ ἀριστερῶν κώλων ἡ ἀρχὴ τῆς κινήσεως ἀνωτέρω καὶ οὐκ ἐν ταῖς καμπαῖς, ἀνάγκη ἐν τῷ μέσῳ τοῦ θώρακος, τουτέστιν ἐν τῇ καρδίᾳ εἶναι τὴν τῆς κινήσεως ἀρχήν. ἔσχατον γὰρ καὶ πέρας καὶ οἱονεὶ κέντρον τῶν ἄκρων τῶν δεξιῶν καὶ ἀριστερῶν τὸ μέσον ἐστίν. ἔτι δὲ καὶ καθ’ ὅσον ἐν μέσῳ οὖσα ἡ καρδία ὁμοίως ἔχοι ἂν πρὸς τὰ ἄνω καὶ κάτω καὶ ὁμοίως ἂν αὐτοῖς ἀμφοτέροις χορηγοίη τὴν κίνησιν, καὶ οὐ τοῖς μὲν μᾶλλον τοῖς δ’ ἧττον, καὶ διὰ τοῦτο ἐν ταύτῃ εἴη ἂν τὸ κινοῦν. τὰς ἀπὸ τῆς ῥάχεως δὲ λέγοι ἂν τὰ κῶλα, χεῖρας καὶ πόδας· τούτων γὰρ καὶ πάντων τῶν ὀστῶν ἡ ῥάχις ἀρχή, ὡς ἐν τῷ Περὶ ζῴων μορίων καὶ ἐν ἄλλοις πλείοσιν εἴρηται. ὅτι δὲ ἐν ᾧ ἡ αἴσθησις ἐν τούτῳ ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ δύναμις, δέδεικται ἐν τῷ Περὶ τοῦ ποῦ τακτέον τὸ ἡγεμονικόν. ἐχόμενα δὲ τοῦ τόπου τοῦ περὶ τὴν ἀρχὴν λέγει τὰ νεῦρα. ἡ μὲν οὖν ξύμπασα διάνοια αὕτη. τὸ δὲ τῆς λέξεως τῆς ὥστε μὴ τῷ ἠρεμεῖν τὸ δεξιὸν κινεῖσθαι τὸ ἀριστερόν, μηδ’ αὖ τῷ τοῦτο ἐκεῖνο2 τοιοῦτόν ἐστιν· ‘οὐκ ἔστιν ἡ κίνησις τοῦ δεξιοῦ οὐδὲ κινεῖται τὸ δεξιὸν τῷ ἀεὶ ἠρεμεῖν τὸ ἀριστερόν, οὐδ’ αὖ πάλιν ἐκεῖνο τὸ ἀριστερὸν κινεῖται [ἐν] τῷ τοῦτο τὸ δεξιὸν ἠρεμεῖν, ἀλλ’ ἐπίσης ἀμφότερα πεφύκασι καὶ ἠρεμεῖν καὶ κινεῖσθαι’.

“而由于从左侧和从右侧的关系同样如此,且相反之物同时被运动。” “同时”是用来代替“交替地”;因为在处所变化中,并不是左侧始终静止而右侧运动,或者反过来右侧始终静止而左侧运动,而是交替进行,直到我们静止下来。因此他说,既然从右侧和从左侧的关系同样如此,也就是说,既然心脏对于右侧和对于左侧的关系同样如此(因为我们使运动着的左右部位在心脏中静止下来;左右的运动正是到达心脏为止),而且左右的运动终止[于它],如终止于始基那样,那么向外的运动的始基也合乎情理地产生于此。因为在军营中也是这样发生的:向其呈报外部消息的人——而这就是将军——向外的行动也是由他获得始基的。外部的运动是朝向心脏发生的,正如阿芙洛狄西亚的亚历山大在《论主导部分应置于何处》中所表明的那样,他在那里收集了亚里士多德在许多地方零散谈及的关于这些问题的内容,并且在这些之外又附加了其他极其必要且切合的论点。因此,正是从这个心脏产生了冲动与欲望,而这些正是处所运动的始基。因此,作为运动器官的神经也从心脏获得始基,正如从解剖中所表明的那样。因为运动器官从何处获得始基,赋予它们运动与被运动之能力者也必然就在何处。因为神经为灵魂所运动,并运动肢体。因此,正如所言,既然右侧与左侧的关系同样如此,既同时又交替如此——因为他把这些称为相反者(因为右侧与左侧并非同时运动,而是交替运动)——而且左右两肢的运动始基始终更靠上而不在关节之中,那么运动的始基必然在胸膛的中部,也就是在心脏之中。因为中部是左右两端部位的末端、界限以及可以说中心。此外,就心脏居于中部而言,它对于上方和下方具有同样的关系,并且将同样地向两者提供运动,而不会多给予一者而少给予另一者,因而运动者也将由于这一点而在这当中。而他说“来自脊柱的部分”,指的应当是肢体,即手和足;因为这些以及所有骨骼的始基都是脊柱,这在《论动物的各部分》以及其他多部著作中已有论述。至于感觉所在之处,冲动能力与欲望能力也在其中,这在《论主导部分应置于何处》中已被证明。而他说“与始基周围的处所相连之物”,指的则是神经。整个大意就是如此。而“因此左侧并不因右侧静止而被运动,那一部分也不因这一部分[静止而被运动]”这句话的意思是这样的:“并非因左侧始终静止才有右侧的运动、右侧才被运动,那一部分左侧也不反过来因这一部分右侧静止而被运动,相反,两者生来同样既能静止也能运动。”

语法注2 条
  1. 1.20Τὸ ἅμα ἀντὶ τοῦ παρὰ μέρος εἴληπται

    关于引文(lemma)中副词 ἅμα(“同时”)的解释。此处使用完成时被动态 εἴληπται,指出它是用以指代 παρὰ μέρος(“交替地”),说明在位移运动中并非严格的字面同时,而是相互对应的交替运动。

  2. 1.20ὥστε μὴ τῷ ἠρεμεῖν τὸ δεξιὸν κινεῖσθαι τὸ ἀριστερόν, μηδ’ αὖ τῷ τοῦτο ἐκεῖνο

    由表示结果的 ὥστε 带不定词(κινεῖσθαι)的句式,结合表示原因或手段的带冠词与格不定词(τῷ ἠρεμεῖν)。后半句 μηδ’ αὖ τῷ τοῦτο ἐκεῖνο 中省略了 ἠρεμεῖν 和 κινεῖσθαι,需对称性地补充理解为:“那一部分[左侧被运动]也不因这一部分[右侧静止]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:122.23-124.3