- 底本
- Michael, In libros de animalium motione commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 103-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:120.21-122.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了《动物运动论》第8章702a21–702a28,通过手臂、肘部以及手握木杖的比喻,阐明动物的第一运动者所在的始基不可能像关节那样既是一物的起点又是另一物的终点,而必须是独立自存的始基(即心脏)。
" Τὸ δὲ κινοῦν πρῶτον τὸ ζῷον ἀνάγκη εἶναι ἔν τινι ἀρχῇ." Ὅτι μὲν οὖν τὸ κινοῦν πρῶτον τὸ ζῷον ἀνάγκη εἶναι ἔν τινι ἀρχῇ, πάντες ὁμολογοῦσιν. ἐπειδὴ δὲ καὶ αἱ καμπαὶ ἀρχαί, ὡς πολλάκις εἴρηται, δείκνυσιν ὅτι ἀδύνατον ἔν τινι τῶν καμπῶν εἶναι, ἀλλ’ ἐν τοιαύτῃ ἀρχῇ ἀναγκαῖον εἶναι τὸ πρῶτον κινοῦν τὸ ζῷον, ἥτις οὐκ ἔστιν ἄλλου μὲν ἀρχὴ ἄλλου δὲ τέλος, ἀλλ’ οὖσα αὐτὴ καθ’ αὑτήν· τοῦτο δ’ ἐστὶν ἡ καρδία. ἐν τῷ Περὶ τοῦ ποῦ τακτέον τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος, ὅτι τὸ κινοῦν πρῶτον τὸ ζῷον (τοῦτο δ’ ἐστὶν ἡ ὀρεκτική τε καὶ ὁρμητικὴ δύναμις τῆς ψυχῆς, ὡς πολλάκις εἴρηται) δέδεικται οὖν ὅτι1 ἐν τῇ καρδίᾳ ἐστίν· αὕτη γὰρ καὶ ἀρχὴ τῶν ζῴων, ὡς ἐκ τοῦ λόγου καὶ τῶν ἀνατομῶν δείκνυται. δείκνυσι δὲ ὅτι οὐκ ἔστιν ἐν ταῖς καμπαῖς, ἐπὶ τοῦ βραχίονος τὴν δεῖξιν ποιούμενος· ὃ γὰρ ἂν ἐπὶ τούτου δειχθῇ, τοῦτο κατὰ πάντων ἁρμόσει. ὅτι μὲν οὖν, φησίν, ἐστὶν ἡ καμπὴ τοῦ μὲν ἀρχὴ τοῦ δὲ τελευτή, εἴρηται· ὡς γὰρ τὸ νῦν τέλος μέν ἐστι τοῦ παρεληλυθότος, ἀρχὴ δὲ τοῦ μέλλοντος, οὕτω καὶ ὁ καρπὸς ἀρχὴ μὲν τῆς χειρός, τελευτὴ δὲ τοῦ βραχίονος. καὶ χρῆται μὲν ὡς ἑνὶ ἅπαντι τῷ κώλῳ τῷ ἀπὸ τοῦ ὤμου ἄχρι τῆς χειρός (χεὶρ δέ ἐστι τὸ ὑπὸ τῶν δακτύλων καὶ τοῦ θέναρος συνεστηκός· εἴρηται δὲ ἐν ταῖς Περὶ ζῴων ἱστορίαις) χρῆται οὖν ἅπαντι τῷ κώλῳ ὡς ἑνὶ διὰ τὴν συνέχειαν τῶν σαρκῶν καὶ νεύρων, χρῆται δ’ αὐτῷ καὶ ὡς δυσὶ διὰ τὸ κινουμένης τῆς χειρὸς ἠρεμεῖν τὸν καρπόν (τοῦτο γὰρ δέδεικται πρότερον) ὁμοίως δὲ καὶ τοῦ βραχίονος κινουμένου ἠρεμεῖν τὸ ὠλέκρανον. τὸ δὲ ὅταν γὰρ κινῆται ἐντεῦθεν ταὐτόν ἐστι τῷ ὅταν γὰρ κινῆται ἐκ τοῦδε τοῦ τόπου εἰς τόνδε. ὅτι δὲ ἐν τῇ κινήσει οὐ μόνον πρὸς ἠρεμοῦν ἐκτός τι δεῖ ἀπερείδεσθαι, ἀλλὰ καὶ πρός τι τῶν ἐν ἡμῖν, εἴρηκεν ἀρχόμενος τοῦ λόγου.
“而第一运动动物者必然在某种始基之中。” 第一运动动物者必然在某种始基之中,对此众人皆表赞同。然而,正如屡次谈到的那样,既然关节也是始基,他就表明:它不可能在关节中的任何一个之中,而是第一运动动物者必然在这样一种始基之中,这种始基不是一物的始基又是另一物的终点,而是自身自在地存在;而这就是心脏。[在《论灵魂的主导部分应置于何处》中],第一运动动物者(正如屡次谈到的那样,这就是灵魂的欲望能力与冲动能力)——因此已经表明它在心脏之中;因为正如从论理与解剖中所表明的,心脏也就是动物的始基。他以手臂为例进行证明,以表明它不在关节之中;因为凡是在此例中所证明的,都将适用于所有情况。因此他说,关节是一物的始基又是另一物的终点,这一点已被言明;因为正如“现在”是过去的终点又是未来的起点,手腕同样也是手的始基,却是前臂的终点。他把从肩到手的整个肢体作为单一者来运用(手是由手指和手掌组成的部分;这在《动物志》中已有论述);因此,由于肌肉和腱的连续性,他把整个肢体作为单一者来运用,但由于手在运动时手腕处于静止(因为这一点此前已被证明),同样在前臂运动时肘处于静止,他也把它作为两个部分来运用。而“因为每当从这里运动时”与“因为每当从这个处所向那个处所运动时”是相同的。而在运动中不仅必须依靠外部某个静止之物,而且必须依靠我们内部的某个事物,这一点他在论述开端时就已言明。
"Τῆς δ’ ἐν τῷ ὠλεκράνῳ κάμψεως τὸ μὲν κινεῖται τὸ ἐν αὐτῷ τῷ ὅλῳ κινουμένῳ." Ὃ λέγει τοιοῦτόν ἐστι· τὸ μέρος, τουτέστιν ἡ χείρ, συγκινεῖται τῷ ὅλῳ βραχίονι. ἔστι γὰρ ἡ χεὶρ ἐν τῷ βραχίονι ὡς μέρος πρὸς ὅλον· τὸ μέρος οὖν τὸ ἐν τῷ ὅλῳ συγκινεῖται τῷ ὅλῳ. ἐν τῇ κάμψει γὰρ τοῦ βραχίονος, κινουμένου τοῦ βραχίονος ὅλου, συγκινεῖται καὶ ἡ χείρ. εἰπὼν δὲ τὸ μὲν κινεῖται, καὶ δέον2 ἐπενεγκεῖν ‘τὸ δ’ οὐ κινεῖται’, ἀντὶ τούτου ἐπήγαγεν ἀνάγκη δ’ εἶναί τι ἀκίνητον· δέδεικται δὲ τοῦτο πολλάκις. ταῦτα προλαβὼν δείκνυσιν ὅτι οὐκ ἔστι τὸ πρῶτον κινοῦν ἔν τινι τῶν καμπῶν, λέγων ‘ὥστε εἰ ἦν ὁ βραχίων ζῷον, ἦν ἂν ἐν τῷ ὠλεκράνῳ ἡ ψυχή. ἐπεὶ δὲ ὡς ἔχει ὁ βραχίων πρὸς τὸ ὠλέκρανον, ἐνδέχεται τι ἄλλο τῶν ἀψύχων, οἷον ἡ ῥάβδος, ἔχειν πρὸς τὴν χεῖρα (ἔστι γὰρ καὶ ἡ ῥάβδος τέλος μὲν τῆς ἐχούσης αὐτὴν χειρός, ἀρχὴ δὲ ἑαυτῆς· τὸ γὰρ τῆς ῥάβδου τέλος, οὗπερ ἡ χεὶρ ἅπτεται, τέλος μέν ἐστι τῆς χειρός, ἀρχὴ δὲ τῆς ῥάβδου) ἐπεὶ οὖν ἐνδέχεται3 τι ἄλλο τῶν ἀψύχων ἔχειν πρὸς τὴν χεῖρα, ὡς ὁ βραχίων πρὸς τὸ ὠλέκρανον, μὴ ἔστι δὲ ἡ ψυχὴ μεταξὺ χειρὸς καὶ ῥάβδου, οὐδ’ ἂν ἐν τῷ καρπῷ εἴη οὔτε ἐν τῷ ὠλεκράνῳ οὔτε ἐν τῷ ὤμῳ οὔτε ἐν ἄλλῳ, οὗ τὸ μέν ἐστιν ἀρχὴ τὸ δὲ τέλος. διὰ τί γὰρ ἂν ἐν ταύτῃ τῇ καμπῇ εἴη, καὶ οὐκ ἐν ταύτῃ, ὁμοίως ἐν πάσαις ταῖς καμπαῖς θεωρουμένων καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους;’ ἡ μὲν οὖν διάνοια οἶμαι αὕτη. ἔσχατον δὲ κινούμενον λέγει τὴν χεῖρα, ἑτέραν δὲ ἀρχὴν τὴν ῥάβδον. ἀνάγκη οὖν, φησίν, ἐν μηδεμιᾷ εἶναι ἀρχῇ, ἥ ἐστιν ἄλλου τελευτή, μηδὲ εἴ τι ἐστὶν ἕτερον ἐκείνου ἐξωτέρω, λέγων ἐξωτέρω τὰ ἐφεξῆς. ἔστι δὲ τοῦ μὲν καρποῦ ἐφεξῆς βραχίων, καὶ τούτου ἄλλο, κἀκείνου ἕτερον. οὐκ ἔστιν οὖν ἐν τῇ τοιαύτῃ ἀρχῇ ἡ ψυχή, ἥτις ἐστὶν ἐφεξῆς ἄλλης. τὸ δὲ ἔτι γὰρ τοῦ ὠλεκράνου μένοντος κινεῖται ἅπαν τὸ κάτω συνεχὲς ἴσον ἔστι τῷ ‘ὥσπερ γὰρ τοῦ ὠλεκράνου μένοντος κινεῖται ὁ βραχίων (οὗτος γάρ ἐστι συνεχὴς τῷ ὠλεκράνῳ) οὕτω καὶ τοῦ ὠλεκράνου μένοντος κινηθήσεται τὸ ἀνώτερον αὐτοῦ, τοῦτο δ’ ἐστὶ τὸ μεταξὺ αὐτοῦ τοῦ ὠλεκράνου καὶ τοῦ ὤμου· εἰ δὲ τοῦτο, οὔτε ὁ βραχίων ἔσται ἀρχὴ οὔτε τὸ ὠλέκρανον οὔτ’ ἄλλο οὐδὲν τῶν τοιούτων.
“在肘部的屈折中,一部分作为在运动着的全体自身之中的东西而被运动。” 他所说的是这样的意思:部分,即手,与整个前臂一同被运动。因为手作为部分相对于全体而在前臂之中;因而在全体之中的部分与全体一同被运动。因为在前臂的屈折中,当整个前臂运动时,手也一同被运动。他在说了“一部分被运动”之后,本应当接着说“另一部分不被运动”,却代之以接着说“必然有某种不动之物存在”;而这一点已屡次被证明。在预先设定了这些之后,他便表明第一运动者不在任何关节之中,他说:“因此,如果前臂是一个动物,灵魂就将在肘部。但是,既然正如前臂对肘部的关系那样,无灵魂之物中的某种其他东西(例如木杖)也可以对手具有这种关系(因为木杖对于握着它的手而言也是终点,而对于自身而言则是始基;因为木杖为手所触碰的那一端是手的终点,却是木杖的始基);因此,既然无灵魂之物中的某种其他东西也可以对手具有如同前臂对肘部那样的关系,而灵魂并不在手与木杖之间,那么灵魂既不会在手腕中,也不会在肘部中,不会在肩部中,也不会在任何一者是始基而另一者是终点的其他部位中。因为既然在所有的关节中都同样可以观察到始基与终点,凭什么灵魂在这个关节中而不在那个关节中呢?”我认为其主旨便是如此。他所说的“最后被运动者”指的是手,而“另一个始基”指的是木杖。因此他说,[灵魂]必然不在任何作为另一物的终点的始基之中,也不在比那更靠外的某种其他事物之中,他所说的“更靠外”指的是相继连续的事物。而相继于手腕的是前臂,相继于前臂的是另一物,相继于那一物的又是另一物。因此,灵魂不在相继于另一物的这种始基之中。而“因为在肘部依然保持不动时,其下方整个连续的部分被运动”等同于:“因为正如在肘部保持不动时前臂被运动(因为前臂与肘部是连续的),同样在肘部保持不动时,位于它上方之物也将被运动,而这就是位于肘部本身与肩部之间的部分;如果这样,那么前臂不是始基,肘部不是始基,诸如此类的任何其他东西也不是始基。”
- 1.18δέδεικται οὖν ὅτι
连词 οὖν 与主句动词 δέδεικται 一同构成复起结构(resumptive),在论著名称引出的前置词短语及主题主语 τὸ κινοῦν πρῶτον τὸ ζῷον 和随后的长插入语(τοῦτο δ’ ἐστὶν ἡ ὀρεκτική...)之后,重新接续句子的主干骨架。
- 1.19δέον
这是无人称动词 δεῖ 的中性单数分词构成的对格绝对结构(accusative absolute),表达让步或对照性的伴随情况(“本应当补充……的时候”)。它与前面的分词短语 εἰπὼν δὲ τὸ μὲν κινεῖται 呼应,用以说明亚里士多德在此并未按照预期接续对仗的从句(τὸ δ’ οὐ κινεῖται),而是替换为另一个命题(ἀνάγκη δ’ εἶναί τι ἀκίνητον)的句法过程。
- 1.19ἐπεὶ οὖν ἐνδέχεται
连词 ἐπεὶ οὖν 起复起(resumptive)作用,紧承此前由 ἐπεὶ δὲ ὡς ἔχει... 开始、后因关于木杖与手的长插入解释(ἔστι γὰρ καὶ ἡ ῥάβδος...)而中断的原因从句,重新接引条件框架,从而引向主句归结支(οὐδ’ ἂν ἐν τῷ καρπῷ εἴη...)。
