← 艾菲索斯的米海尔

亚里士多德《动物运动》评注

§117.18-118.16

自动装置与小车比喻下的运动传导

米海尔解释了亚里士多德用以说明动物运动的自动装置(机械木偶)和四轮小车两个比喻,阐明了掣子的连锁动作与肌腱传导、大小车轮的转动差异与关节处静止中心之间的类比关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14#1

" Ὥσπερ δὲ τὰ αὐτόματα κινεῖται μικρᾶς κινήσεως γινομένης, λυομένων τῶν στρεβλῶν." Αὐτόματα λέγει τὰ ὑπὸ τῶν θαυματοποιῶν ἐν τοῖς γάμοις καὶ ἐν ἄλλοις τισὶ γινόμενα. λύσαντες γὰρ οὗτοι τὴν ἀρχὴν τῶν στρεβλῶν, εὐθὺς κρούσασα τὴν ἐφεξῆς λύει αὐτήν,1 καὶ αὕτη τὴν ἐφεξῆς, ἕως ἂν εἰς τὰ ξύλινα εἴδωλα φθάσασα ἡ κίνησις κινήσῃ αὐτά, ὥστε δοκεῖν τοῖς μὴ εἰδόσι τὴν τῶν στρεβλῶν κατασκευὴν ὑφ’ αὑτῶν κινεῖσθαι. οὕτω καὶ τοῦ ἐν τῇ καρδίᾳ πνεύματος κινηθέντος ὑπὸ τῆς ὀρέξεως, κινεῖ τὰ ἐχόμενα νεῦρα, καὶ ἐκεῖνα πάλιν τὰ ἐχόμενα, ἕως ἄν εἰς τὰ ὀργανικὰ μέρη χεῖρας καὶ πόδας φθάσασα ἡ κίνησις κινήσῃ τὸ ζῷον. ὅτι δὲ ἐν τοῖς ἁμαξίοις τοῖς τετρατρόχοις (ἐπὶ τούτων γὰρ τὸν λόγον ποιεῖται) ὁ ἐλάττων ὥσπερ κέντρον ἠρεμοῦν γίνεται, ἀνάλογος ὢν τῷ ἠρεμοῦντι ὠλεκράνῳ, δῆλον τοῖς ἀκριβῶς προσέχουσιν. ἐπειδὴ γὰρ μέγας ἐστίν, μᾶλλον δὲ μεγάλοι οἱ ὄπισθεν, οἱ δὲ ἔμπροσθεν οἱ πρὸς τοῖς βουσὶν ὄντες μικροί, ἀνάγκη ἵστασθαι τοὺς ἐλάττονας ἐν τῇ περιφορᾷ, ἵνα κινηθῶσιν οἱ μείζονες. ἐπεὶ γὰρ ἐν τῷ αὐτῷ καὶ ἴσῳ χρόνῳ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθίστανται οἵ τε ἐλάττονες καὶ οἱ μείζονες, δῆλον ὅτι ἡ τοῦ μείζονος κίνησις μείζων ἐστὶ καὶ ταχυτέρα, ἡ δὲ τοῦ ἐλάττονος βραδυτέρα. τὸ δὲ βραδύτερον τῇ τοῦ ἐναντίου μίξει ἐστὶ βραδύτερον, ἐναντία δὲ ἡ ἠρεμία τῇ κινήσει· ὥστε ἠρεμεῖ ὁ ἐλάττων βραδύτερον κινούμενος, εἰ καὶ λανθάνει ἡμᾶς μὴ βουλομένους διαπονεῖν περὶ τὸ τὰ τοιαῦτα βλέπειν. φέρε γὰρ λόγου χάριν (τὴν γὰρ ἀκρίβειαν ἐν τούτοις οὐ ζητητέον· σαφηνείας γὰρ μόνον τῶν λεγομένων, ἀλλ’ οὐχ ὁμοιότητος ἕνεκα τὸ ὑπόδειγμα παράγεται) φέρε οὖν λόγου χάριν εἰπεῖν ὅτι ὥσπερ ὁ πόλος πρὸς τὸν ἰσημερινὸν ἢ καὶ ἁπλῶς πρὸς ἅπαντας τοὺς ὑπὸ τῶν ἀστέρων γραφομένους κύκλους ἔχει, οὕτω καὶ οἱ ἐλάττονες τροχοὶ πρὸς τοὺς μείζονας. ἀλλὰ ταῦτα μὲν οὕτως. ἡμᾶς δὲ καλῶς ἔχει εἰδέναι ὅτι τὸ τῶν αὐτομάτων ὑπόδειγμα εἴληπται ὡς ἀνάλογον τοῖς ἐν ἡμῖν νεύροις, τὸ δὲ τοῦ ἁμαξίου διὰ δύο λόγους μόνους καὶ οὐκέτι δι’ ἄλλο τι, δι’ ἕνα μὲν λόγον ὡς ἀναλογίαν ἔχοντα τὰ ξύλα πρὸς τὰ ὀστᾶ,2 δι’ ἄλλον δὲ ὅτι ὡς ἐνταῦθα οἱ ἐλάττονες τροχοὶ ὥσπερ κέντρον ἀκίνητον γίνονται, οὕτω καὶ ἐν τῷ ζῴῳ αἱ καμπαί· καὶ γὰρ ἐν ταῖς καμπαῖς, ὡς πολλάκις εἴρηται, τὸ μὲν κινεῖται, τὸ δὲ ἠρεμεῖ. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια, οἶμαι, τοιαύτη.

“正如当微小的运动发生、掣子被解开时,自动装置便被运动。”他所说的“自动装置”,是指机巧艺人在婚礼和某些其他场合中所操演的那些器械。因为当这些人解开掣子的起始端时,那第一个掣子立即撞击接续的掣子并将其解开,而这一掣子又解开接续的,直到运动到达木制人偶并使它们运动,以致在不了解掣子构造的人看来,它们似乎是自发运动的。同样,当心脏中的精气被欲求运动时,它便运动相邻的腱(神经),那些腱又运动与之相邻的腱,直到运动到达工具性的部位即手和足,从而运动该动物。而在四轮小车中(因为他是以此为例展开论述的),较小的车轮变得如同静止的中心,与静止的鹰嘴骨相类比,这对于仔细关注者是显然的。因为〔那车轮〕巨大,或者不如说后方的那些〔车轮〕巨大,而靠近牛的前轮较为狭小,所以在回旋转弯中,较小的车轮必然停驻(静止),以使较大的车轮得以运动。因为既然在同一且相等的时间内,较小的车轮与较大的车轮都从同一处复位到同一处,显而易见,较大车轮的运动更大且更快,而较小车轮的运动则更慢。较慢之物是由于掺杂了相反之物而变慢的,而静止与运动正相反;因此,运动得较慢的较小车轮是在静止,即使这瞒过了我们这些不愿费力观察此类事物的人。例如,姑且为了论证的缘故(因为在此类事物中不应苛求精确;举出范例仅是为了使所言之事清晰,而不是为了完全的相似)——姑且为了论证的缘故说:正如天极对应于赤道,或者说直接对应于群星所描摹出的所有圆周,较小的车轮对应于较大的车轮亦是如此。但这些事便且如此。我们最好明白:自动装置的范例是作为与我们体内的腱(神经)相类比而被采纳的;而小车的范例则仅仅出于两个原因,绝无其他:其一是因为木件与骨骼具有类比关系;其二是因为正如在此处较小的车轮如同不动的中心一样,在动物体内关节(弯曲处)亦是如此;因为正如屡次言及的那样,在关节处,一部分被运动,而另一部分则静止。我想,所言之事的含义便是如此。

语法注2 条
  1. 1.14λύσαντες γὰρ οὗτοι τὴν ἀρχὴν τῶν στρεβλῶν, εὐθὺς κρούσασα τὴν ἐφεξῆς λύει αὐτήν

    分词 λύσαντες(主格阳性复数)指代操纵者(οὗτοι),但紧接的主句没有明确的主语名词,而是突然换用阴性单数分词 κρούσασα 和动词 λύει。这是破格句(anacoluthon):语义上的主语转为了阴性名词 στρέβλη 或 ἡ ἀρχή[τῶν στρεβλῶν](第一个掣子),由它击中并解开下一个掣子。

  2. 1.14ὡς ἀναλογίαν ἔχοντα τὰ ξύλα πρὸς τὰ ὀστᾶ

    在 ὡς 之后,中性复数分词短语 ἀναλογίαν ἔχοντα τὰ ξύλα 与前文单数主语 τὸ δὲ τοῦ ἁμαξίου[ὑπόδειγμα]在语法形式上并不一致。此处作为带有 ὡς 的宾格绝对结构(或主格绝对式结构变体)来表达理由,即“因木质部件与骨骼具有类比关系”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:117.18-118.16