- 底本
- Michael, In libros de animalium motione commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 103-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:116.15-117.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德就思虑与行动关系提出的问题(701a7),米海尔注解了实践性与理论性思虑的差异、实践三段论以行动为结论的特点、明了前提的省略,以及欲求作为运动主要原因的作用。
" Πῶς δὲ νοῶν ὁτὲ μὲν πράττει ὁτὲ δ’ οὐ πράττει, καὶ κινεῖται, ποτὲ δ’ οὐ κινεῖται." Ἐπειδὴ ποτὲ μὲν νοοῦντες κινούμεθα ἐπὶ πρᾶξιν, ποτὲ δὲ νοοῦμεν μέν, οὐ κινούμεθα δέ, ἀλλὰ καὶ μάλιστα ἡ τοιαύτη νόησις αἰτία ἠρεμίας γίνεται, τὸ αἴτιον τοῦ ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ μὴ κινεῖσθαι διὰ τούτων ἐπάγει, καί φησιν ὅτι ὅταν τὸ νοηθὲν πρακτόν ἐστι κινούμεθα, ὅταν δὲ οὐ πρακτὸν ἀλλ’ ἐπιστημονικόν, καὶ ὅλως ἡ νόησις αὐτοῦ θεωρία μόνον, οὐ κινούμεθα. ἀκίνητα δὲ λέγει τὰ μαθηματικά. ἀλλ’ ἐπὶ μὲν τῶν ἀκινήτων γνῶσις μόνον τὸ τέλος, καὶ διὰ τοῦτο οὐ κινούμεθα· ὅταν γὰρ νοήσῃ τὰς δύο προτάσεις, ἐπάγει τὸ συμπέρασμα καὶ πλέον οὐδέν· ἐνταῦθα δὲ ἐπὶ τῶν πρακτῶν τὸ συμπέρασμα γίνεται πρᾶξις. καὶ τίθησι τοῦ συλλογισμοῦ οὗ τὸ συμπέρασμα πρᾶξις, σαφῆ παραδείγματα λέγων ὅταν γὰρ νοήσῃ παντὶ βαδιστέον ἀνθρώπῳ’ καὶ τὰ ἑξῆς. τὸ δὲ ἂν μή τι κωλύῃ ἢ ἀναγκάζῃ, ἐκ παραλλήλου κεῖται·1 τὸ γὰρ κωλῦον ἀναγκάζει ἡμᾶς μὴ ποιῆσαι ἐκεῖνο, οὗπέρ ἐστι κωλυτικόν. ἐπὶ δὲ τοῦ ἑτέρου συλλογισμοῦ ἐλάττων μέν ἐστι πρότασις τὸ σκεπάσματος δέομαι, μείζων δὲ τὸ τὸ δὲ ἱμάτιον σκέπασμα. τὸ δὲ πράττει δὲ ἀπ’ ἀρχῆς ἴσον ἐστὶ τῷ τῆς δὲ πράξεως ἀρχήν τινα ποιεῖται, ἐπὶ μὲν ἱματίου τὰ ἔρια ἢ τὸ νόμισμα, ἐπὶ δὲ οἰκίας λίθους. προτάσεις δὲ ποιητικὰς λέγει καθ’ ἃς συλλογιζόμενοι πράττομέν τι. αὗται δὲ διὰ δύο εἰδῶν περαιοῦνται· ὅταν γὰρ ἀγαθὸν ἢ φαινόμενον ἀγαθὸν καὶ προσέτι δυνατὸν εἶναι συλλογισώμεθα, εὐθὺ πράττομεν. καὶ ὥσπερ, φησίν, ἐπὶ τῶν ἐρωτώντων ἔνιοι τὴν μὲν δήλην πρότασιν παραλιμπάνουσι, προτείνουσι δὲ τὴν λοιπήν, οὕτω καὶ ἐπὶ τῶν πρακτῶν, οἷον τὸ ὅτι μὲν βαδίζειν ἀγαθὸν προτείνει καὶ σκοπεῖ εἰ ἀγαθόν, τὴν δὲ ὅτι ἐγὼ ἄνθρωπος οὐ προτείνει ὡς δήλην. διὸ καὶ ὅσα μὴ λογισάμενοι πράττομεν, ταχὺ πράττομεν· οὐ γὰρ συλλογιζόμεθα, ἵνα ἐνδιατρίψωμεν καὶ ὅλως ἐμβραδύνωμεν συλλογιζόμενοι· ὅταν δὲ ἐνεργήσῃ τὰ ζῷα ἢ τῇ αἰσθήσει ἢ τῷ νῷ, εὐθὺς ἐπὶ τὴν πρᾶξιν ὁρμῶμεν2 οὗ ὀρεγόμεθα. ὅτι δὲ ἡ ὄρεξις ἐσχάτη, δῆλον· πρῶτον μὲν γὰρ ἡ αἴσθησις ἢ ἡ φαντασία κινεῖται, καὶ οὕτως ἡ ὄρεξις. ἐν δὲ τῇ λέξει τῇ τῆς μὲν ἐσχάτης αἰτίας τοῦ κινεῖσθαι ὀρέξεως οὔσης τὸ ἐσχάτης ἀντὶ τοῦ κυρίας εἴληπται·3 οὐδὲν γὰρ ὄφελος πρὸς τὸ κινηθῆναι τὸ αἰσθέσθαι ἢ νοῆσαι, εἰ μὴ καὶ ὄρεξις ἐπακολουθήσει. ὅτι δὲ τὰ πραττόμενα δι’ ὄρεξιν θυμοῦ καὶ ἐπιθυμίας καὶ βουλήσεως πράττεται, εἴρηται. ὁμοίως δὲ καὶ τί διαφέρει βούλησις θυμοῦ καὶ ἐπιθυμίας καὶ ὅλως ὀρέξεως, εἴρηται ταῦτα πάντα ἐν τῷ Περὶ ὁρμῆς.
“然而,思虑者如何有时行动有时不行动,有时运动有时不运动呢?” 由于我们有时在思虑时被运动向行动,有时虽在思虑却不被运动,甚至此类思虑尤其成为静止的原因,因此他借由这些话引出了有时运动而有时不运动的原因,并说:每当所思之物是实践性的,我们便被运动;每当它不是实践性的而是科学性的,且对其的思虑全然仅是观照时,我们便不被运动。他将数学对象称为“不动之物”。然而在不动之物上,唯有认识才是目的,正因如此我们不被运动;因为每当思虑两个前提时,便得出结论而别无其他;但在此处,在实践事物上,结论则成为行动。他提出了结论为行动的三段论的清晰范例,说:“因为每当思虑凡人都当行走时”,等等。而“除非有某物阻碍或强迫”这句短语是并列(同义)放置的;因为阻碍之物强迫我们不去做出其所阻碍的那个事物。在另一个三段论中,“我需要一件遮体之物”是小前提,而“然而斗篷是遮体之物”则是大前提。而“他从始原起行动”等同于“他为行动确立了某种始原”——在斗篷的情形下是羊毛或钱币,而在房屋的情形下则是石料。他将我们据以推论而有所行动的诸前提称为“生产性的”。这些是通过两种形式完结的;因为每当我们推论出某物是善或看似善,且此外是可能的,我们便立即行动。正如他说,提问者中的某些人略去明显的前提而提出余下的前提,在实践事物上也是如此:例如,一个人提出“行走是善的”并考察其是否为善,但并不提出“我是人”,因其显而易见。因此,凡我们不加计较而做出的事,我们都迅速做出;因为我们并不进行三段论推论,以致在推论中耽搁时间并全面拖延;而当动物凭感觉或凭理智活动时,我们便立即向着我们所欲求之物的行动发起冲动。而欲求是终极的,这一点显而易见;因为首先是感觉或表象被运动,欲求才因而被运动。在“运动的终极原因乃是欲求”这一文句中,“终极的”是用来代替“主要的”;因为感知或思虑对于被运动毫无助益,除非欲求也随之而来。而所做出的事是借由激情、欲望和意愿的欲求而被做出的,这一点已被谈及。同样地,意愿与激情、欲望以及一般的欲求有何区别,这一切在《论冲动》中都已被谈及。
- 1.13ἐκ παραλλήλου κεῖται
注疏家常用短语,意为“并列放置”,即同义地或赘述地使用。米海尔解释亚里士多德用 ἢ(或)连接的“阻碍”与“强迫”在实质上等同,因为起阻碍作用之物正是在强迫人们不去行动。
- 1.13ὅταν δὲ ἐνεργήσῃ τὰ ζῷα ἢ τῇ αἰσθήσει ἢ τῷ νῷ, εὐθὺς ἐπὶ τὴν πρᾶξιν ὁρμῶμεν
从从属句的主语 τὰ ζῷα(中性复数名词搭配单数动词 ἐνεργήσῃ)转换到了主句的人称动词 ὁρμῶμεν(第一人称复数),属于依意义构词法。米海尔将涵盖人类的广义动物活动自然过渡到代表能动者的“我们”。
- 1.13τὸ ἐσχάτης ἀντὶ τοῦ κυρίας εἴληπται
对亚里士多德原文中“运动的终极原因乃是欲求”里 ἐσχάτη 一词的训诂。米海尔指出此处“终极的”是借代“主要的”(κυρία),因为若无欲求紧随其后,感知与思虑就无法促成运动。
