- 底本
- Michael, In libros de animalium motione commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 103-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:118.16-119.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了《动物运动论》701b2–15,阐明了小车产生直线运动与旋转运动的力学机制及车轮结构,并进一步阐述了动物运动与自动装置的区别在于质变(受冷热影响的组织收缩与舒张)的有无。
ἐν δὲ τῇ λέξει τῇ καὶ τὸ ἁμάξιον ὅπερ αὐτὸ ὀχούμενον κινεῖ εἰς εὐθὺ τοιοῦτόν ἐστι ‘τὸ ἁμάξιον εἰς εὐθὺ κινεῖ τὸ φερόμενον ὑπ’ αὐτοῦ’· ὀχούμενον γὰρ τὸ φερόμενον ὑπὸ τοῦ ἁμαξίου εἶπεν.1 εἰ γὰρ καὶ κύκλῳ κινοῦνται οἱ τροχοί, ἀλλ’ οὖν τὸ ὀχούμενον καὶ φερόμενον βάρος εἰς εὐθὺ κινοῦσιν. ἀλλὰ τοῦτο μέν, εἰ μὴ πλανῶμαι, οὐδεμίαν εἰκόνα τῆς ὑφ’ ἡμῶν γινομένης κινήσεως σώζει· τὸ δ’ ἐφεξῆς, τοῦτο δ’ ἐστὶ τὸ τῷ ἀνίσους ἔχειν τοὺς τροχούς· ὁ γὰρ ἐλάττων ὥσπερ κέντρον γίνεται καὶ πάμπαν ἔχει πολλὴν ὁμοιότητα πρὸς τὴν ὑφ’ ἡμῶν γινομένην κίνησιν. ὡς γὰρ ἐν τούτοις ἱσταμένων τῶν ἐλαττόνων τροχῶν, ὡς πέφυκε γίνεσθαι ἡ στάσις, γίνεται ἡ τῶν μειζόνων περιαγωγὴ ἢ μᾶλλον ἡ κυκλικὴ κίνησις (ἡ γὰρ περιαγωγὴ κυρίως τῆς σφαίρας ἐστίν) οὕτω καὶ ἐφ’ ἡμῖν τὰ μὲν κινοῦνται ἐν τῇ κατὰ τόπον μεταβολῇ, τὰ δὲ ἵστανται. ἀνίσους δὲ ποιοῦσι τοὺς ἔμπροσθεν τροχούς, οὓς αὐτὸς ἐντὸς εἶπεν, ἵνα ὥσπερ ὑπερκειμένων τῶν ὄπισθεν καὶ ὠθούντων τοὺς πρόσθεν γίνηται ταχεῖα ἡ κίνησις. τὸ δὲ καθάπερ ἐν τοῖς κυλίνδροις εἶπε διὰ τὸ ὡς ἔοικε κἀκείνους τροχωτοὺς ποιεῖν, ὥσπερ καὶ νῦν τὰ ἐκ κυλίνδρων ἁμαξίδια τὰ τετράτροχα, ἅπερ ἕλκουσιν οἱ παῖδες παίζοντες χαρίεντα ἰδεῖν διὰ τὸ περιτιθέμενον αὐτοῖς κάλλος ὑπὸ τῶν ζωγράφων. σίδηρον δὲ ἐν τῷ τροχῷ λέγει τὸν ἐν τῇ περιφερείᾳ τῶν τροχῶν περικείμενον, κύκλον καὶ αὐτὸν ὄντα. ἀλλ’ ἐπεὶ ἐν τῷ περὶ τὴν καρδίαν πνεύματι καὶ τοῖς νεύροις συστολαί τινες γίνονται καὶ ἐκτάσεις καὶ ὅλως ἀλλοιώσεις, ἐν δὲ τοῖς ἁμαξίοις καὶ τοῖς αὐτομάτοις οὐ γίνονται, προσδιορίζεται καὶ περὶ τούτου λέγων ἐν μὲν οὖν τοῖς αὐτομάτοις καὶ τοῖς ἁμαξίοις οὐκ ἔστιν ἀλλοίωσις, δυνάμει τοῦτο λέγων ὅτι κἂν καὶ ἐν τούτοις ἐγίνετο ἀλλοίωσις, ἡ αὐτὴ ἂν ἐπετελεῖτο κίνησις,2 ἥτις καὶ νῦν γίνεται μὴ ἀλλοιουμένων. ὅτι δὲ καὶ τὰ νεῦρα ἡμῶν καὶ τὰ μόρια αὔξονται ἤτοι ἐκτείνονται καὶ ὅλως μείζονα γίνονται ἐν ταῖς ἡδοναῖς ὑπὸ τῆς τότε γινομένης εὐκράτου θερμότητος, καὶ πάλιν συστέλλονται καὶ οἱονεὶ πιλοῦνται ἐν τοῖς φόβοις διὰ τὴν κατάψυξιν (πήγνυσι γὰρ τὸ ψῦχος) εἴρηται καὶ πρότερον. σαφῆ δὲ τὰ ἑξῆς διὰ τὸ προειπεῖν ἡμᾶς ταῦτα πάντα πρὸ ὀλίγου. τὸ δὲ καὶ ἐν ταύτῃ κατὰ μέγεθος ἐν ἀναισθήτῳ μορίῳ ἴσον ἐστὶ τῷ κἂν ἐν μικροτάτῳ καὶ πρὸς αἴσθησιν ἀναισθήτῳ μορίῳ αὐτῆς γένηται ἡ ἀλλοίωσις.3
在“且自身被承载着沿直线运动的小车”这一语句中,其意为“小车使被其承载之物沿直线运动”;因为他将由小车承载之物称为“被承载着”。因为即使车轮作圆周运动,但它们仍使所搭载和承载的重物沿直线运动。然而,若我没有弄错,这一点并未保留任何由我们所产生的运动的形象;而接续的文句,即“因具有不等的车轮;因为较小者如同中心”,则与由我们所产生的运动具有极大的相似性。因为正如在这些器械中,当较小的车轮停驻时(正如停驻自然发生的那样),较大车轮的旋转、或者更确切地说是圆周运动便得以产生(因为严格说来旋转属于球体),同样在我们身上,在位置变化中一些部分被运动,而另一些部分则停驻。他们之所以使前轮——他自己称之为“内侧”车轮——〔与后轮〕不等,是为了如同后轮居高临下推着前轮一样,使运动变得迅捷。他说“正如在圆筒中那样”,是因为看来他们那时也是装上车轮来制作那些圆筒的,正如现今由圆筒制成的四轮小玩具车一样,孩童们一边嬉戏一边拉着它们,因画匠赋予它们的美观而看起来颇为可爱。他所说的“车轮中的铁”,是指环置于车轮外缘上的铁箍,其本身也是一个圆环。但是,既然在心脏周围的精气和腱中会发生某些收缩、伸展以及总括而言的质变,而在小车和自动装置中则不发生,他便就此进一步限定说:“因此在自动装置和小车中并无质变”,这实际上是说:即使在这些器械中也发生了质变,所完成的运动也将与现在它们未发生质变时所产生的运动相同。而我们的腱和肢体在快乐中因当时产生的适度温热而增大,即伸展并总括而言变得更大,而在恐惧中又因冷却而收缩并如同被紧缩压实一样(因为寒冷使之凝固),这一点在前面也已经讲过。接续的内容是清楚的,因为我们刚才不久前已经预先讲过了所有这些。而“并且在这一[心脏]中按大小在不可感的部分中”这一短语,等同于“即使质变发生在其最小且对于感觉而言不可感的部分中”。
- 1.14ὀχούμενον γὰρ τὸ φερόμενον ὑπὸ τοῦ ἁμαξίου εἶπεν
米海尔将亚里士多德原文中的分词 ὀχούμενον(“被承载着/搭载着”)转述为受动对象 τὸ φερόμενον ὑπὸ τοῦ ἁμαξίου(“被小车所承载之物”)。他通过将小车运载其上承载之物的动作关系进行补明,消解了主语小车自身(αὐτό)带有中被动态分词 ὀχούμενον 的句法困难。
- 1.14δυνάμει τοῦτο λέγων ὅτι κἂν καὶ ἐν τούτοις ἐγίνετο ἀλλοίωσις, ἡ αὐτὴ ἂν ἐπετελεῖτο κίνησις
κἂν καὶ... ἐγίνετο... ἂν ἐπετελεῖτο 构成了与事实相反的虚拟条件句(ἄν 搭配未完成过去直陈式)。针对自动装置中不发生质变这一事实前提,米海尔通过虚拟假设“即使它们发生了质变,也同样会产生相同的运动”,来阐明亚里士多德的潜台词(δυνάμει τοῦτο λέγων)。
- 1.14τὸ δὲ καὶ ἐν ταύτῃ κατὰ μέγεθος ἐν ἀναισθήτῳ μορίῳ ἴσον ἐστὶ τῷ κἂν ἐν μικροτάτῳ καὶ πρὸς αἴσθησιν ἀναισθήτῳ μορίῳ αὐτῆς γένηται ἡ ἀλλοίωσις
解释亚里士多德的省略式短语 ἐν ταύτῃ κατὰ μέγεθος ἐν ἀναισθήτῳ μορίῳ。米海尔将这一介词短语展开为一个让步条件分句 κἂν... γένηται(“即使发生”),并将指代心脏的 ἐν ταύτῃ 转换为修饰 μορίῳ 的属格 αὐτῆς(“它的”),同时将 ἀναισθήτῳ 补足为相对于感觉而言不可察觉(πρὸς αἴσθησιν)。
