- 底本
- Michael, In libros de animalium motione commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 103-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:115.7-116.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔借助船舵的譬喻,阐明了从欲求与表象经由心脏元气与筋腱的收缩舒张乃至身体运动的生理过程,并阐释了灵魂作为不动的形式与现实性如何运动动物,最后援引先前的论著结束了该部分的讨论。
ἐπεὶ γὰρ τὰ κατ’ ὄρεξιν πραττόμενα πάθους τινὸς ἐγγινομένου πράττεται, ὧν παθῶν τὰ μὲν ἀνίησί τε τὸ σῶμα καὶ αὔξην αὐτοῖς ἐμποιεῖ διὰ θερμότητα εὔκρατον, τὰ δὲ καταψύχει τε καὶ συστέλλει (αἱ γὰρ φαντασίαι καὶ αἱ αἰσθήσεις καὶ αἱ ἔννοιαι τῶν πραγμάτων καθ’ ὁμοίωσιν αὐτῶν γινόμεναι ὡς ἐπὶ παροῦσιν ἐκείνοις ἢ ἀνιᾶσι τὸ σῶμα ἢ συστέλλεσθαί τε καὶ φρίττειν ποιοῦσιν) ὧν γινομένων συστολῶν τε καὶ ἐκτάσεων περὶ τὸ σύμφυτον πνεῦμα, καὶ ἀπὸ τούτου διαδιδομένων ἐπὶ τὰ νεῦρα, κινεῖσθαι ταῦτα δύναται τὰς καθ’ ὁρμὴν ἐνεργείας,1 τὴν ἀρχὴν τῆς κινήσεως ἀπὸ τῆς ὀρέξεως λαμβάνοντα. μικρὰ γὰρ μεταβολὴ περὶ τὴν ἀρχὴν γινομένη μεγάλων καὶ πολλῶν διαφορῶν αἰτία γίνεται. τοῦ γὰρ οἴακος ἀκαριαῖον μεθισταμένου πολλὴ ἡ τῆς πρῴρας γίνεται μετάστασις· καὶ περὶ τὴν καρδίαν ἤδη καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῇ ὅταν ἀλλοίωσίς τις γένηται δι’ αἰσθήσεις τινῶν ἢ νοήσεις, αἷς ἕπεταί τις κίνησις καὶ πάθος, εἰ καὶ ἐν ἀναισθήτῳ μορίῳ γένοιτο ἡ τοιαύτη τροπή, τῷ ἀρχὴν τοῦ ζῴου τὴν καρδίαν εἶναι2 πολλὴν ποιεῖται τοῦ σώματος παντὸς διαφορὰν ἐρυθήμασιν, ὠχρότησι, θερμότησιν, ψύχεσι, φρίκαις τε καὶ τρόμοις. ἀρχὴ μὲν οὖν τῆς κινήσεως τὸ ἐν τῷ πρακτῷ διωκτόν τε καὶ φευκτόν. ἔστι γὰρ ὁρμὴ κίνησις ἐμψύχοις γινομένη κατὰ φαντασίαν διωκτοῦ ἢ φευκτοῦ. κινεῖ δὲ ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ ψυχὴ τὸ ζῷον οὐκ αὐτὴ κινουμένη, ὡς ἐν ἐκείνοις εἴρηται· ἀκίνητος γὰρ καθ’ αὑτὴν πᾶσα ἐντελέχεια, ἡ ψυχὴ δὲ ἐδείχθη οὖσα ἐντελέχεια. διὸ οὐδὲ κυρίως λέγεται3 κινεῖσθαι τὸ σῶμα ὑπὸ τῆς ψυχῆς (τοῦτο γὰρ λέγεται ἐφ’ ὧν κεχώρισται τὸ κινοῦν καὶ τὸ κινούμενον, ὡς οἱ βοῦς οἱ κινοῦντες τὴν ἅμαξαν) ἀλλ’ ἐπεὶ κοινότερον λέγεται ὑπό τινος κινεῖσθαι καὶ τὸ κατ’ αὐτὸ κινούμενον (οὕτω γὰρ ὁ τεχνίτης ὑπὸ τῆς τέχνης, ὅτι κατ’ αὐτήν, καὶ οὕτως ὑπὸ τῆς κουφότητος τὸ πῦρ, ὅτι κατ’ αὐτήν) οὕτω λέγεται τὸ ζῷον ὑπὸ τῆς ψυχῆς κινεῖσθαι, ὅτι κατ’ αὐτήν· κατὰ γὰρ τὸ ἔμψυχον εἶναι ἡ τοιάδε αὐτῷ κίνησις γίνεται, οὐ κατὰ τὸ βαρὺ ἢ κοῦφον, ἢ λευκὸν ἢ μέλαν, ἢ θερμὸν ἢ ψυχρόν. αἰσθάνεται μὲν οὖν τὸ ζῷον καὶ νοεῖ καὶ βαδίζει κατὰ τὴν ψυχήν, οὐ μὴν τῆς ψυχῆς αὐτῆς καθ’ αὑτήν, ἵνα κινήσῃ, κινουμένης. ὥσπερ γὰρ κατὰ τὴν ὀρχηστικὴν κινεῖται ὁ ὀρχηστὴς καὶ κατὰ τὰς τέχνας οἱ τεχνῖται, καί εἰσιν αὐτοῖς αὗται τῆς τοιᾶσδε κινήσεως αἴτιαι, αὐταὶ μὴ κινούμεναι (οὔτε γὰρ αἱ τέχναι οὔτε ἡ ὀρχηστικὴ κινοῦνται) οὕτω καὶ τὰ ἔμψυχα κατὰ τὴν ψυχὴν κινεῖται μὴ κινουμένης αὐτῆς. ἔστι δὲ ἡ ὁρμητικὴ καὶ ὀρεκτικὴ δύναμις τῆς ψυχῆς καθ’ ἣν τὰ ζῷα κινεῖται· αὕτη γὰρ τοῖς ζῴοις τῆς οἰκείας κινήσεως αἰτία. καὶ ἔστιν ἐν ἡμῖν ἡ ψυχὴ οὐχ ὡς ἐρέτης ἐν τῇ νηί, ἀλλ’ ὡς εἶδός τι καὶ τελειότης, ὡς ἐν τῷ Περὶ ὁρμῆς τε καὶ τῆς ὁρμητικῆς δυνάμεως λόγῳ εἴρηται. ἀλλὰ ταῦτα μὲν εἴληπται ἱκανῶς πρὸς σαφήνειαν τῶν μελλόντων λέγεσθαι· τὰ δὲ πλείονα τούτων ὁ βουλόμενος θεωρεῖν ἐντυγχανέτω τῷ Περὶ ὁρμῆς λόγῳ. ἐπὶ δὲ τὰ ἑξῆς τοῦ Ἀριστοτέλους ἴωμεν.
因为顺从欲求的行为是在某种情感产生时被做出的,在这些情感中,有些由于适度的温热而使身体放松并在其中产生膨大,有些则使其冷却并收缩(因为事物通过与其相似而产生的表象、感觉和概念,就像在那些事物现前时一样,要么使身体放松,要么使其收缩并发抖);当这些收缩与舒张围绕着先天元气产生,并由此传递至筋腱时,这些[筋腱]便能以顺从冲动的活动而运动,并从欲求那里接收运动的始原。因为在始原周围产生的微小变化,会成为巨大而繁多的差异的原因。事实上,舵只要稍稍移动,船首的转向就会极大;而在心脏以及其中的元气周围,每当由于对某些事物的感知或思虑而发生某种质变——某种运动与情感伴随着这些感知与思虑——即使这种转变发生在无法感知的微小部分中,但由于心脏是动物的始原,它也会通过红晕、苍白、发热、发凉、战栗与颤抖,在整个身体中造成巨大的差异。因此,运动的始原乃是实践领域中当追求之物与当回避之物。因为冲动乃是有灵魂者按照当追求之物或当回避之物的表象而产生的运动。然而冲动与欲求的灵魂运动着动物而自身并不被运动,正如在那些书中所说的那样;因为任何现实性自身都是不动的,而灵魂已被证明是现实性。因此,严格说来甚至不能说身体是由灵魂运动的(因为这是在推动者与被推动者相互分离的事物上说的,就像拉动马车的牛一样);但既然顺从某物而被运动者也更宽泛地被称为“由”某物运动(因为工匠正是因为顺从技术而被称为“由”技术[运动],火也同样是因为顺从轻性而被称为“由”轻性[运动]),所以动物也是因为顺从灵魂而被称作“由”灵魂运动;因为此类运动在动物身上的发生,乃是依据其具有灵魂,而非依据其沉重或轻盈、洁白或漆黑、温热或寒冷。因此,动物感知、思想、行走皆顺从于灵魂,绝非灵魂自身为了运动而在自身之中被运动。因为正如舞者顺从于舞蹈术而运动,工匠顺从于诸技艺而运动,并且这些技艺虽然自身不被运动(因为诸技艺与舞蹈术皆不被运动),却构成了他们产生此类运动的原因;同样地,有灵魂者也在灵魂自身不被运动的情况下,顺从灵魂而运动。而动物所顺从以运动的,乃是灵魂的冲动与欲求能力;因为这正是动物固有运动的原因。并且我们之中的灵魂并不是像舟中的划桨手那样存在,而是作为某种形式与完全性而存在,正如在《论冲动与冲动能力》的论述中所说的那样。然而,为了使将要讨论的内容清晰明了,这些就已经被充分地把握了;凡欲进一步探究这些的人,当去参阅《论冲动》。让我们继续讨论亚里士多德接下来的内容。
- 1.12ἐπεὶ γὰρ τὰ κατ’ ὄρεξιν ... ὧν γινομένων συστολῶν τε καὶ ἐκτάσεων ... κινεῖσθαι ταῦτα δύναται τὰς καθ’ ὁρμὴν ἐνεργείας
这是一个长句结构:由引导原因从句的 ἐπεὶ γάρ 开始,经过关系从句与插入成分,穿插独立属格结构 ὧν γινομένων συστολῶν τε καὶ ἐκτάσεων ... διαδιδομένων,最终落在主句 κινεῖσθαι ταῦτα δύναται ... 上。主句主语 ταῦτα 指代前文的 τὰ νεῦρα(筋腱),不定词 κινεῖσθαι 作 δύναται 的补足语,并带有名词短语 τὰς καθ’ ὁρμὴν ἐνεργείας 作为同族宾格式的内涵宾语。
- 1.12τῷ ἀρχὴν τοῦ ζῴου τὴν καρδίαν εἶναι
这是一个由与格冠词 τῷ 加上带宾格主语的动词不定式(τὴν καρδίαν εἶναι)及其表语(ἀρχὴν τοῦ ζῴου)构成的定冠词不定式结构,在句中充当原因与格(“由于心脏是动物的始原”),用以说明主句动词 ποιεῖται(产生)的原因。
- 1.12οὐδὲ κυρίως λέγεται κινεῖσθαι τὸ σῶμα ὑπὸ τῆς ψυχῆς ... ἀλλ’ ἐπεὶ κοινότερον λέγεται
此处形成了对介词 ὑπό 用法的辨析结构:前半部分说明严格意义上(κυρίως)该词仅适用于在空间上分离的动力因(如拉车的牛);后半部分则以 ἐπεὶ κοινότερον λέγεται ... οὕτω λέγεται ...(“既然更为宽泛地被称为……所以被称为……”)指出,在更普遍或宽泛的意义上,凡顺从(κατά)形式或本性而被运动者,亦可用 ὑπό 表述。
