← 艾菲索斯的米海尔

亚里士多德《动物运动》评注

§114.1-115.7

第一推动者与欲求对象的比较及灵魂诸能力层级

本节针对亚里士多德《动物运动论》700b29,阐明了天体第一推动者与运动动物的欲求对象之间的相同点(均作为企求对象起推动作用)与相异点(是否永恒推动),并进一步解释了灵魂在认知与实践能力中主导要素与服侍要素(感觉与推理、欲求与筋腱机构)的层级结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#1

" Ὥστε δῆλον ὡς ἔστι μὲν ᾗ ὁμοίως κινεῖται τὸ ἀεὶ κινούμενον." Τὸ ἔστι μὲν ᾗ ὁμοίως κινεῖται ἴσον ἐστὶ τῷ τρόπον μέν τινα ὁμοίως κινεῖται ὁ οὐρανὸς ὑπὸ τοῦ πρώτου κινητικοῦ καὶ τὰ ζῷα ὑπὸ τοῦ ὀρεκτοῦ· τοῦτο γὰρ κινεῖ τὴν ὀρεκτικὴν καὶ ὁρμητικὴν τῆς ψυχῆς δύναμιν, ἥτις κινεῖ τὰ ζῷα· ἔστι δ’ ᾗ ἄλλως, τουτέστι τρόπον δέ τινα ἀνομοίως, ὁμοίως μὲν διότι καὶ τὸ κινοῦν τὸν οὐρανὸν καὶ τὸ κινοῦν τὰ ζῷα ὡς ἐφετὰ κινοῦσιν, ἀνομοίως δὲ διότι τὸ μὲν ἀεὶ κινεῖ τὸν οὐρανόν, τὸ δὲ οὐκ ἀεὶ τὰ ζῷα. τὸ δὲ ἀίδιον καλὸν καὶ τὸ ἀληθῶς καὶ τὸ πρώτως ἀγαθόν. τὸ δέ ἀντὶ τοῦ γάρ,1 ἵν’ ᾖ ‘τὸ γὰρ ἀίδιον καλόν’· εἰπὼν γὰρ ὅτι τὸ πρώτως κινοῦν ἀεὶ κινεῖ, ἐπήγαγε τὸ γὰρ ἀίδιον καλὸν καὶ τὸ πρώτως καὶ ἀληθῶς ἀγαθὸν καὶ μὴ ποτὲ μὲν ποτὲ δ’ οὔ, ὥσπερ τὰ παρ’ ἡμῖν ἀγαθά (ταῦτα γὰρ οὐκ ἀεὶ ἀγαθά) θειότερον καὶ τιμιώτερον ἢ ὥστ’ εἶναι πρότερον·2 τουτέστιν οὕτως ἐστὶ θειότερον, ὥστε μὴ ἔχειν αὐτοῦ πρότερόν τι κατὰ τὸ τίμιον· πάντων γὰρ τιμιώτερον τὸ τοιοῦτον. ὥστε τὰ μὲν παρ’ ἡμῖν, διὰ τὸ ποτὲ μὲν εἶναι ἀγαθὰ ποτὲ δὲ μή, καὶ ποτὲ μὲν κινεῖ ποτὲ δὲ οὐ κινεῖ, ἐκεῖνο δὲ ἀεὶ ὂν ἀγαθὸν ἀεὶ κινήσει. τελευταῖον δὲ τῶν κινουμένων λέγει τὸ ζῷον, ὅπερ κινεῖ ἡ ὄρεξις καὶ αὐτὴ κινουμένη, κινουμένη δὲ οὐ κατὰ τόπον (δέδεικται γὰρ ὅτι ἡ ψυχὴ πάντῃ ἀκίνητός ἐστιν) ἀλλ’ ὡς ἀγομένη ἀπὸ ἀνενεργησίας εἰς ἐνέργειαν. εὐλόγως δ’ ἐστὶ φορὰ ὑστέρα τῆς ὀρέξεως· προτέρα γὰρ ἡ ὄρεξις κινεῖται, καὶ οὕτω τὸ ζῷον φέρεται. ἀλλὰ ταῦτα μὲν οὕτως. τίσι δὲ ὀργάνοις χρωμένη κινεῖ τὸ ζῷον ἡ ψυχή, καὶ ὅλως πῶς κινεῖ οὐ κινουμένη, εἴρηται ὅτε περὶ ὁρμῆς καὶ τῆς ὁρμητικῆς δυνάμεως ὁ λόγος ἦν. διὸ ἐξ ἐκείνου τοῦ βιβλίου τὴν πᾶσαν τοῦ Ἀριστοτέλους διάνοιαν ἀναλέγεσθαι χρὴ τῷ βουλομένῳ τῆς ἀληθείας ἐπιτυγχάνειν· ὅμως καὶ νῦν ὀλίγα τῶν ἐκεῖσε παραγράψομεν. εἴρηται πρῶτον ὅτι τοῦ ὀρεκτικοῦ τε καὶ ὁρμητικοῦ αἱ δυνάμεις πλείους εἰσί, τελευταῖον δὲ ὅτι καὶ τῶν γνωστικῶν τε καὶ κριτικῶν δυνάμεων ἐστι διαφορά. ἡ μὲν γάρ τίς ἐστι δύναμις ὑπηρετικὴ κριτική (τοιαύτη γὰρ ἥ τε αἴσθησις καὶ ἡ φαντασία), τὸ δέ τι τῆς ψυχῆς ἡγεμονικόν ἐστι κριτικόν· τοιοῦτον γὰρ τὸ λογιστικόν, ὃ διανοητικόν τέ ἐστι καὶ νοητικόν. τὸ γὰρ αἰσθητικὸν ἐπὶ τὸ διανοητικὸν ἔχει τὴν ἀναφορὰν ἐν ὅσοις ἐστὶν ἄμφω, ὅπως εἰσαγγέλλῃ καὶ μηνύῃ τὰς τῶν αἰσθητῶν αὐτῷ διαφοράς. ὡς δὲ ἐν τῷ κριτικῷ τὸ μέν ἐστιν ἡγεμονικόν, τὸ δὲ ὑπηρετικόν, οὕτως ἐστὶ καὶ ἐν τῷ πρακτικῷ τὸ μὲν ἡγεμονικόν, ὃ ὁρμητικόν τε καὶ ὀρεκτικὸν καλοῦμεν, τὸ δέ τί ἐστιν ἐν τοῖς νεύροις ὡς ὑπηρετικόν, ὃ καὶ νευροσπαστικὸν καλοῦμεν. δύναμις γάρ ἐστι καὶ ἐν τοῖς νεύροις, καθ’ ἣν ὑπηρετεῖται τὸ σῶμα ταῖς καθ’ ὁρμὴν ἐνεργείαις.3

“因此显而易见,在某种方式上,永恒被运动的事物是以类似的方式被运动的。” “在某种方式上以类似的方式被运动”等同于说:在某种方式上,天体由第一推动者运动与动物由欲求对象运动是类似的;因为正是这[欲求对象]运动着灵魂的欲求与冲动能力,而该能力又运动着动物。然而在某种方式上又是以另一种方式,也就是说,在某种方式上是不相似的:相似在于,无论是运动天体者还是运动动物者,都是作为企求的对象而运动的;不相似则在于,前者永恒地运动天体,而后者并非永恒地运动动物。而在“而永恒的高尚(美)之物,以及真实且最初的善好”中,δέ 代替了 γάρ,以便读作“因为永恒的高尚之物……”;因为他在说明了最初的推动者是永恒推动的之后,便接着指出:因为永恒的高尚之物,以及最初且真实的善好,并且不像我们这里的诸善那样时而是、时而否(因为这些并不总是善的),乃是如此神圣与尊贵,以至于不可能有先于它的东西;也就是说,它是如此神圣,以至于在尊贵上没有任何东西先于它;因为此类事物在一切之中是最为尊贵的。因此,我们这里的事物由于时而是善、时而否,便也时而运动、时而不运动;而那一[最初推动者]由于永恒是善,便将永恒地运动。他将动物称为被运动者中的末端,欲求运动着动物而自身也被运动,但被运动并非在空间位置上(因为已经证明灵魂在各方面都是不动的),而是作为从不活动被引导进入活动。而位移运动在欲求之后乃是合理的;因为欲求首先被运动,动物由此才进行位移。然而这些事情固然如此;至于灵魂运用什么器官运动动物,以及大体上它是如何以不被运动的状态进行运动的,在讨论冲动与冲动能力时已经谈及。因此,凡愿获得真理者,皆当从那一卷书中研读亚里士多德的全部思想;然而我们现在仍将把那里的少量内容摘录于此。首先已谈到,欲求与冲动的诸能力是多数的;最后已谈到,在认知与评判的诸能力之间亦有差别。因为某种能力是服侍性的评判能力(感觉与表象便是如此),而灵魂的某种成分则是主导性的评判能力;推理能力便是如此,它是思虑性的亦是理智性的。因为在两者兼备的事物中,感觉能力指向思虑能力,以便向它报告并通告可感觉之物的诸种差异。正如在评判部分中一方面有主导者、另一方面有服侍者一样,在实践部分中也有主导者——我们称之为冲动与欲求能力——并且在筋腱中亦有作为服侍者的成分,我们也称之为牵筋能力。因为在筋腱中也有一种能力,身体依据该能力服侍于顺从冲动的活动。

语法注3 条
  1. 1.12τὸ δέ ἀντὶ τοῦ γάρ

    注释家指明引文中的连接词 δέ 在逻辑功能上等同于解释原因的 γάρ。这说明引述短语 τὸ δὲ ἀίδιον καλόν 在句法上充当了前句“第一推动者永恒推动”的因果论证根据。

  2. 1.12θειότερον καὶ τιμιώτερον ἢ ὥστ’ εἶναι πρότερον

    比较级形容词(θειότερον καὶ τιμιώτερον)后接连词 ἢ ὥστε 及不定式 εἶναι,构成了表示“太……以至于不能……”或“如此……以至于不可能有……”的习惯句式。正如米海尔自身所解释的(“τουτέστιν οὕτως ἐστὶ θειότερον, ὥστε μὴ ἔχειν αὐτοῦ πρότερόν τι κατὰ τὸ τίμιον”),此构拟表明该最初的善在尊贵上超越一切,以至于绝不可能存在任何先于它的事物。

  3. 1.12καθ’ ἣν ὑπηρετεῖται τὸ σῶμα ταῖς καθ’ ὁρμὴν ἐνεργείαις

    动词 ὑπηρετέω 在主动态中通常支配与格;此处该动词作中动/被动态形式 ὑπηρετεῖται,与主语 τὸ σῶμα 及与格补足语 ταῖς καθ’ ὁρμὴν ἐνεργείαις 连用,表达主动意义(“身体服侍于顺从冲动的活动”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:114.1-115.7