- 底本
- Michael, In libros de animalium motione commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 103-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:112.22-113.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔依照亚里士多德的论证,依据空间运动先于其他变化的优先性,解释了不仅在空间运动中、而且在自身的质变与生长中同样需要静止之物。随后他梳理了思虑、欲求与选择的区别,阐明推动动物的并非理论沉思的对象,而是作为“可行之善”的目的。
" Πότερον δὲ ἐν τῷ αὐτὸ κινοῦντι κατὰ τόπον μόνῳ δεῖ τι μένειν, ἢ καὶ ἐν τῷ ἀλλοιουμένῳ αὐτῷ ὑφ’ αὑτοῦ καὶ αὐξανομένῳ;" Οὐκ ἀλλοιοῦται οὐδ’ αὔξεται ὑφ’ αὑτῶν τὰ κατὰ γαστρὸς ὄντα· ὑπὸ τῆς μητρὸς γὰρ ὡς μέρη αὐτῆς τότε καὶ αὔξεται καὶ ἀλλοιοῦται τὰ ἔμβρυα· ὑφ’ αὑτῶν δὲ ἀλλοιοῦται καὶ αὔξεται ἐκτός. ἀλλοίωσιν δὲ νῦν ἀκουστέον καὶ τὴν ἡδονὴν καὶ τὸν θυμὸν καὶ τὰς ἄλλας ἁπάσας· ἀλλοιούμεθα γὰρ καὶ ὑπὸ τοῦ περιέχοντος, ἀλλὰ καὶ ὑφ’ αὑτῶν, τινὸς ἐντὸς γινομένης κινήσεως. γένεσιν δὲ ἐξ ἀρχῆς λέγει καὶ φθορὰν τὴν ἐξ ἀρχῆς ἐν τῇ μήτρᾳ σύστασιν· περὶ γὰρ ταύτης νῦν παραιτεῖται ζητεῖν. ἀπορήσας οὖν εἰ ἐνδέχεται εἶναί τι καὶ ἐπὶ τῶν αὐξανομένων καὶ ἐπὶ τῶν ἀλλοιουμένων ἠρεμοῦν ὥσπερ καὶ ἐπὶ τῶν κινουμένων κατὰ τόπον, ἐπάγει εἰ γάρ ἐστιν ἥνπερ φαμὲν πρώτην κίνησιν γενέσεως καὶ φθορᾶς,1 πρώτην κίνησιν λέγων τὴν κατὰ τόπον μεταβολήν· αὕτη γὰρ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως δέδεικται πρώτη τῶν ἄλλων, καὶ ταύτης ἡ κύκλῳ. ἔστι δὲ τὸ λεγόμενον ‘εἰ μὲν οὖν ἔστιν ἡ κατὰ τόπον κίνησις προτέρα γενέσεως καὶ ἀλλοιώσεως, αὗται δὲ αὐξήσεως, καὶ χωρὶς τῆς κατὰ τόπον κινήσεως οὐκ ἐνδέχεται οὔτε γένεσιν οὔτε ἄλλην τινὰ γενέσθαι μεταβολήν, ἡ δὲ κατὰ τόπον κίνησις χωρὶς ἠρεμοῦντός τινος γενέσθαι οὐ δύναται, οὐδὲ αὗται χωρὶς ἠρεμοῦντος γενήσονται’. εἰ δὲ μή, οὐκ ἀνάγκη, τουτέστιν εἰ δὲ μὴ ἔστιν ἡ κατὰ τόπον μεταβολὴ προτέρα τῶν ἄλλων, οὐκ ἀνάγκη εἶναί τι τῶν ἀλλοιουμένων καὶ αὐξανομένων ὑφ’ αὑτῶν ἠρεμοῦν. ἀλλὰ μήν, ὡς δέδεικται, ἔστι προτέρα· ἔστιν ἄρα καὶ ἐπὶ τούτων ἠρεμοῦν τι. ὅτι δὲ ἡ κατὰ τόπον, ἥτις εἰς τὴν κύκλῳ καὶ εἰς τὴν ἐπ’ εὐθείας διαιρεῖται, πρώτη καὶ ἐν τῷ παντὶ καὶ ἐν τοῖς ζῴοις, δέδεικται. τελειωθέντα γὰρ τὰ ζῷα πρῶτον μεταβάλλει κατὰ τόπον καὶ οὕτως ὀχεύει· ἀλλὰ καὶ ὅτε θηλάζει προηγεῖται ἡ κατὰ τόπον κίνησις. ἀλλὰ καὶ τοῦ αἵματος πρῶτον ἄνω καὶ κάτω κινηθέντος οὕτως ἕπεται ἡ πρόσκρισις, καὶ οὕτως ἡ αὔξησις. ὅταν δὲ λέγῃ ὅτι πρότερόν ἐστι τὸ κινοῦν τοῦ κινουμένου, οὐκ ἐπὶ παντὸς κινοῦντος καὶ κινουμένου ἀκούειν δεῖ, ἀλλ’ ἐπί τινων. τί δὲ διαφέρει φαντασία καὶ νοῦς καὶ ὄρεξις, εἴρηται ἐν τῷ Περὶ ψυχῆς. καὶ ἐπεὶ ἡ προαίρεσις κίνησις διανοίας καὶ ὀρέξεως, ἔσται καί τι διανοητὸν προαιρετόν·2 οὐ γὰρ πᾶν διανοητόν.3 τὰ γὰρ μαθήματα διανοητὰ μέν, οὐ προαιρετὰ δέ, ἀλλ’ ὅσων διανοητῶν ἐστι τὸ τέλος πρακτόν, ὡς ἐπὶ τῶν τεχναστῶν καὶ ἄλλων τινῶν, τούτων καὶ τὸ τέλος προαιρετόν. τοῦτο γὰρ τὸ τῶν πρακτῶν τέλος ἀπὸ πάντων τῶν ἀγαθῶν ἐστι τὸ κινοῦν τὸ ζῷον, ἀλλ’ οὐ πᾶν τὸ καλόν. ἡ γὰρ γνῶσις τῶν ὄντων ᾗ ὄντα, καλὸν οὖσα, ἠρεμίας μᾶλλον ἀλλ’ οὐ κινήσεώς ἐστιν αἰτία, ὡς ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς εἴρηται, ὅτε τὸν Πλάτωνα ἤλεγχε λέγοντα τὴν ψυχὴν αὐτοκίνητον. κινεῖ οὖν τὸ ὡς πρακτὸν ἀγαθὸν τὸ ζῷον, ᾗ ἐστιν ἄλλα τούτου ἕνεκεν, καὶ ᾗ τέλος ἐστὶ τῶν ἄλλου τινὸς ἕνεκα ὄντων. πάντα γὰρ τὰ πρὸ τοῦ τέλους ἕνεκα τοῦ τέλους ἐστίν.
“但是否仅在使自身进行空间运动的事物中才必须有某种东西保持静止,还是在自身由自身发生质变和生长的事物中亦是如此呢?” 在子宫内的胚胎并非由自身发生质变或生长;因为胚胎那时乃是作为母体的一部分而由母体生长和发生质变的;但在[母体]之外,它们才由自身发生质变和生长。而此处所说的“质变”必须理解为还包括快乐、愤怒以及其余一切;因为我们不仅受周围环境的质变,而且在内部产生某种运动时也由自身发生质变。他所说的“从最初开始的生成与消灭”,是指最初在子宫内的构成;因为他现在放弃了对此的探究。因此,在他提出了在生长的事物和发生质变的事物中,是否也如同在进行空间运动的事物中那样可能存在某种静止之物这一疑难后,他接着写道:“因为如果我们所说的那种生成与消灭的第一运动确实存在”,他所说的“第一运动”是指空间位置的改变;因为在《物理学》第八卷中已经证明了这种运动先于其他运动,而在其中又是圆周运动居首。而所说的话意思是:“如果空间运动一方面先于生成和质变,而这些又先于生长,并且没有空间运动就不可能产生生成或任何其他的变化,而空间运动又不能在没有某种静止之物的情况下产生,那么这些[变化]在没有静止之物的情况下也就不会产生”。而“如果不然,就并非必然”,也就是说,如果空间位置的改变并不先于其他运动,那么在由自身发生质变和生长的事物中,就并非必然存在某种静止之物。然而事实上,正如已被证明的那样,它是先在的;因此在这些事物中也存在某种静止之物。而已被证明的是,分为圆周运动和直线运动的空间[运动]无论在宇宙中还是在动物中都是第一位的。因为动物在成熟之后,首先进行空间改变,并以此方式交配;而在哺乳时,空间运动也是在先的。此外,只有在血液首先向上和向下运动之后,才这样伴随着附加,并这样伴随着生长。而当他说推动者先于被推动者时,不应当理解为适用于一切推动者和被推动者,而是适用于某些推动者和被推动者。表象、理智和欲求有何区别,已在《论灵魂》中谈过。而且既然选择是思虑和欲求的运动,那么在可思虑的对象中也就会有某种可选择的对象;因为并非一切可思虑的对象都是可选择的。数学对象固然是可思虑的,却不是可选择的;相反,只要其目的在实践中可行——如在技艺制造物和某些其他事物的情形中——对于这些可思虑的对象,其目的也就是可选择的。因为在所有的善好之中,正是这种可行之物的目的运动着动物,而非一切高尚(美)之物。因为对于作为存在者的存在者的认识虽然是高尚的,但与其说是运动的原因,不如说是静止的原因,正如在《论灵魂》第二卷中所说的那样,当时他驳斥了声称灵魂是自身运动者的柏拉图。因此,作为实践上的善,只要其他事物是为了它而存在,并且只要它是那些为了某物而存在的事物的目的,它就运动着动物。因为在目的之前的一切事物,都是为了目的而存在的。
- 1.11εἰ γάρ ἐστιν ἥνπερ φαμὲν πρώτην κίνησιν γενέσεως καὶ φθορᾶς
关系代词 ἥνπερ 为阴性宾格,作 φαμέν 的宾语,以 πρώτην κίνησιν 为表语宾格,而其隐含的先行词(τὴν κατὰ τόπον μεταβολήν)被省略。属格 γενέσεως καὶ φθορᾶς 依附于 πρώτην 所蕴含的在先概念,意为“相对于生成与消灭居首的[运动]”,正如米海尔在转述中明确指出的 προτέρα γενέσεως。
- 1.11ἀλλ’ ὅσων διανοητῶν ἐστι τὸ τέλος πρακτόν, ὡς ἐπὶ τῶν τεχναστῶν καὶ ἄλλων τινῶν, τούτων καὶ τὸ τέλος προαιρετόν
这是一个关联代词句式(ὅσων... τούτων...)。关系节中的 ὅσων διανοητῶν 为属格(所属或部分属格),修饰 τὸ τέλος(“凡其目的在实践中可行的思虑对象”)。主句中的 τούτων 同样为依附于 τὸ τέλος 的所属属格,且省略了系动词 ἐστί。
- 1.11οὐ γὰρ πᾶν διανοητόν
此处为省略句,省略了表语形容词 προαιρετόν(“因为并非一切可思虑的对象[都是可选择的]”)。它承接前句的 ἔσται καί τι διανοητὸν προαιρετόν,否定了思虑对象与选择对象在外延上的完全重合。
