- 底本
- Michael, In libros de animalium motione commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 103-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:111.8-112.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了《论动物运动》699b32,论证了运动天球的第一推动者必须处于天球之外且自身不动;他引用荷马的诗句,指出关于天空可朽坏性的疑难因这一不动的第一推动者而得以化解,并考订了文本异文(λύεται与δύεται)。
" Ἆρα δὲ δεῖ τι ἀκίνητον εἶναι καὶ ἠρεμοῦν ἔξω τοῦ κινουμένου." Δείξας ὅτι εἰ μέλλει γίνεσθαι κίνησις, ἀνάγκη εἶναί τι ἠρεμοῦν, καὶ τοῦτο μηδὲν εἶναι μόριον τοῦ κινουμένου, καὶ μέλλων ζητεῖν, εἰ ἐνδέχεται καὶ ἐπὶ τῆς τοῦ οὐρανοῦ κινήσεως εἶναί τι ἀκίνητον, ἵνα κινῆται ὁ οὐρανός, πάλιν ἐπανέλαβε τὸν λόγον,1 καὶ ἐρωτήσας ἐπὶ τῶν ζῴων μεταβαίνει ἀπὸ τῶν ζῴων ἐπὶ τὸν οὐρανόν, καὶ κατὰ τὸ σιωπώμενον δοὺς ἡμῖν ἐννοεῖν ὅτι ἔστι τι ἐκτὸς τοῦ οὐρανοῦ πάντῃ πάντως ἀκίνητον ἐπήγαγεν ἴσως γὰρ ἂν δόξειεν ἄτοπον εἶναι, εἰ ἡ ἀρχὴ τῆς κινήσεως ἐντός. ὥσπερ γὰρ ἀδύνατόν ἐστι τὸ πλοῖον κινηθῆναι ὑπὸ τοῦ καθημένου εἰς τὴν πρύμναν, διὰ τὸ μέρος γίνεσθαι τὸν καθήμενον τοῦ πλοίου, οὕτω καὶ τὸν οὐρανὸν ἀδύνατον κινηθῆναι ἐντὸς ὄντος τοῦ τῆς κινήσεως αἰτίου· μέρος γὰρ ἂν καὶ τοῦτο εἴη τοῦ παντὸς ἐντὸς ὂν αὐτοῦ. διὸ τοῖς ὑπολαμβάνουσι καὶ ἀποδεχομένοις ὅτι εἰ μέλλει κινεῖσθαι ὁ οὐρανός, ἀνάγκη πάντῃ πάντως εἶναί τι ἀκίνητον καὶ ἐκτὸς τοῦ οὐρανοῦ, δόξει καλῶς εἰρῆσθαι Ὁμήρῳ “ἀλλ’ οὐκ ἂν ἐρύσαιτ’ ἐξ οὐρανόθεν πεδίονδε”. ἔοικε γὰρ καὶ Ὅμηρος διὰ τὸ νομίζειν δεῖν εἶναί τι ἀκίνητον καὶ ἐκτὸς τοῦ οὐρανοῦ πεποιηκέναι τὸν Δία ταῦτα λέγοντα πρὸς τοὺς ἄλλους θεοὺς ὅτι “οὐκ ἂν δυνήσεσθέ ποτε πάντες οἱ θεοὶ καὶ πᾶσαι αἱ θέαιναι κατασπάσαι καὶ καταγαγεῖν με ἐξ οὐρανοῦ εἰς τὴν γῆν”. τὸ γὰρ πρῶτον κινητικόν, δι’ οὗ κινεῖται ἡ ἀπλανής, πάντῃ ἀκίνητον ὂν οὐδεὶς ἂν κινήσειεν. ὥστε διὰ μὲν τοῦ εἰπεῖν “ἀλλ’ οὐκ ἂν ἐρύσαιτε” ἐδήλωσεν ὅτι πάντῃ ἐστὶν ἀκίνητον, διὰ δὲ τοῦ ἐπενεγκεῖν ὅτι “ἐξ οὐρανοῦ” ᾐνίξατο ὅτι ἐκτὸς τοῦ οὐρανοῦ. εἰ δ’ ἔστιν ἀκίνητον τὸ πρώτως κινοῦν, λύεται καὶ ἡ προσεχῶς ῥηθεῖσα ἀπορία, ἣν αὐτὸς πάλαι εἶπεν, ἡ λέγουσα πότερον ἐνδέχεται φθαρῆναι τὸν οὐρανὸν ἢ οὔ; τὸ γὰρ ὑπ’ ἀκινήτου κινούμενον αἰτίου οὐδέποτε φθαρήσεται, ἕως ἂν μένῃ τὸ κινοῦν. τὸ δὲ τῆς λέξεως συνεχὲς τοιοῦτόν ἐστιν· ὅθεν, εἰ ἐξ ἀκινήτου ἤρτηται ἀρχῆς, λύεται καὶ ἡ πάλαι λεχθεῖσα ἀπορία, πότερον ἐνδέχεται’ καὶ τὰ ἑξῆς. φέρεται καὶ ἄλλη γραφὴ ἡ διὰ τοῦ Δ ἔχουσα οὕτως ‘ὅθεν δύεται καὶ ἡ πάλαι λεχθεῖσα ἀπορία’.2 καὶ εἴη ἂν τὸ λεγόμενον ‘ὅθεν, τουτέστι διὰ τὸ εἶναι ἄδηλον, εἴτε ἔστιν ἐκτὸς τοῦ οὐρανοῦ τι ἀκίνητον εἴτε μή, δύεται καὶ χώραν ἔχει καὶ εὑρίσκει τὸ ἀπορεῖν, πότερον ἐνδέχεται φθαρῆναι τὸν οὐρανὸν ἢ οὔ. εἰ δὲ ἦν δῆλον ὡς ἔστι τι ἐκτὸς τοῦ οὐρανοῦ ἀκίνητον, οὐκ ἂν εἰσεδύετο καὶ εἰσήρχετο καὶ χώραν εὕρισκεν ἡ τοιαύτη ἀπορία’. σαφῶς δὲ τὰ ἑξῆς καταλέγει. τὸ δὲ ἀλλ’ ὑφ’ ὧν ταῦτα κινεῖται τοιοῦτόν ἐστιν· ‘ἢ ἐν μὲν τοῖς ἀψύχοις εἶναι καὶ ἐκτὸς καὶ ἐν αὐτοῖς ἠρεμοῦν οὐκ ἐνδέχεται ἀλλ’ ἐν τοῖς ζῴοις, ὑφ’ ὧν τὰ ἄψυχα κινεῖται· ὑπὸ γὰρ τῶν ζῴων τὰ ἄψυχα κινεῖται’. ἐν δὲ τῇ λέξει τῇ τῶν δὲ τοιούτων περὶ μὲν τῶν ζῴων εἴρηται τὸ τοιούτων περὶ πάντων ἁπλῶς τῶν κινουμένων εἴρηται καὶ ἐμψύχων καὶ ἀψύχων. ὅτι δὲ καὶ τὰ ζῷα καὶ εἰσπνέοντα καὶ ἐκπνέοντα πρὸς τὸ ἔξω ἀπερειδόμενα τοῦτο ποιεῖ,3 δῆλον τοῖς προσέχουσιν· ὅταν μὲν γὰρ ἠρεμῶμεν, καὶ πάντῃ προδήλως, ἀλλὰ καὶ ὅταν βαδίζωμεν, εἴπερ ἐξ ἠρεμίας καὶ κινήσεως ἡ βάδισις γίνεται καὶ πᾶσα ἡ κατὰ τόπον μεταβολή, ὡς ἐν τῷ Περὶ ζῴων μορίων δέδεικται. κἄν τις δὲ προσέχῃ, γνώσεται ἑαυτὸν ἐν ταῖς ἐκπνοαῖς καὶ εἰσπνοαῖς ἀπερειδόμενον ὡς πέφυκε τότε γίνεσθαι ἡ ἀπέρεισις. δῆλον δὲ καὶ ὅτι ὅταν μέγα βάρος ῥῖψαι βουληθῶμεν, ἀπερειδόμεθα, ἀλλὰ καὶ ὅταν πτύσαι καὶ βῆξαι.
“但是在被运动之物之外,是否必须存在某种不动且静止的东西呢?” 在表明了如果运动要发生,就必然存在某种静止之物,且此物绝不能是被运动之物的一部分之后,并且正要探究在天空的运动中是否也有可能存在某种不动之物以使天空得以运动,他便重新提起这一论述;在就动物发问之后,他从动物过渡到天空,并在暗中让我们理解到在天空之外存在着完全不动之物后,他接着写道:“因为如果运动的本原在内部,这或许显得是荒谬的”。正如由坐在船尾的人来运动船是不可能的(因为坐着的人成了船的一部分),同样,如果运动的原因在内部,天空被运动也是不可能的;因为此原因身处其内部,也将成为全体的一部分。因此,对于那些假定并承认如果天空要被运动就完全必然存在某种处于天空之外的不动之物的人来说,荷马所说的“然而你们绝不能将[我]从天拖至平原”似乎讲得极好。因为荷马似乎也正是因为认为必然存在某种处于天空之外的不动之物,才让宙斯对其他诸神说出这样的话:“你们所有的神与所有的女神,绝不可能将我从天拉下并引下至大地”。因为使恒星天得以运动的第一推动者由于完全不动,没有任何人能够运动它。因此,通过说“然而你们绝不能拖”,他表明了它是完全不动的;而通过加上“从天”,他暗示了它处于天空之外。而如果第一推动者是不动的,那么他在前文所说的刚刚提到的那个疑难——即探讨天空是否可能朽坏——也就得到了解决。因为凡被不动之原因所运动者,只要推动者存续,就绝不会朽坏。原文的承接是这样的:“因此,如果依赖于不动的本原,那么前文所说的疑难,即‘是否可能’等等,也就得到了解决”。还有另一种带有德尔塔(Δ)的异文流传,写作:“因此前文所说的疑难也就潜入[产生]”。而其含义应当是:“因此,也就是说由于天空之外是否存在某种不动之物是未明了的,探究天空是否可能朽坏这一疑难便潜入、获得地盘并找到立足点。但如果天空之外存在某种不动之物是显而易见的,那么这样的疑难就不会潜入、进入并找到地盘了”。他清楚地阐述了接下来的文字。而“但这些东西所由之被运动的事物”这一表述的意思如下:“或者在无生命物中不可能存在既在外部又在它们自身之中静止的东西,而是在动物中,无生命物乃是由动物运动的;因为无生命物是由动物运动的”。在“但在这样一类事物当中,关于动物已经说过了”这句文字中,“这样一类事物”是单纯关于所有被运动之物而言,无论是具灵魂的还是无生命的。而动物在吸气和呼气时也是靠抵住外部之物来进行的,这对于注意观察的人来说是显而易见的;因为当我们静止时这全然明白,但当我们行走时也是如此,只要行走以及一切空间位移确实是由静止和运动产生的,如在《论动物部分》中所证明的那样。如果有人注意观察,他就会认识到自己在呼气和吸气时都在按当时本性所当抵住的方式抵住支撑。显而易见的是,每当我们想要投掷重物时我们都会抵住支撑,但在我们吐痰和咳嗽时也是如此。
- 1.10Δείξας ὅτι εἰ μέλλει γίνεσθαι κίνησις, ἀνάγκη εἶναί τι ἠρεμοῦν... πάλιν ἐπανέλαβε τὸν λόγον
从句首至 πάλιν ἐπανέλαβε τὸν λόγον 及其后的长复合句。两个分词分句(Δείξας... 和 καὶ μέλλων ζητεῖν...)先于主要动词 ἐπανέλαβε,随后经过多个分词与并列谓语(ἐρωτήσας, μεταβαίνει, δοὺς)引向主要谓语 ἐπήγαγεν。
- 1.10φέρεται καὶ ἄλλη γραφὴ ἡ διὰ τοῦ Δ ἔχουσα οὕτως ‘ὅθεν δύεται καὶ ἡ πάλαι λεχθεῖσα ἀπορία’
此处指明了文本异文。相对于通行读法 λύεται(被解决),此处记录了以字母德尔塔(Δ)开头的异文 δύεται(潜入、生起)。注解者在随后的论述中将 δύεται 释读为 εἰσεδύετο καὶ εἰσήρχετο καὶ χώραν εὕρισκεν(潜入、进入并获得地盘)。
- 1.10πρὸς τὸ ἔξω ἀπερειδόμενα τοῦτο ποιεῖ
分词 ἀπερειδόμενα 表示手段或方式。介词短语 πρὸς τὸ ἔξω(“对着外部之物/抵住外部之物”)修饰该分词,指依靠外部事物获得支撑或反作用力(ἀπέρεισις)。
