- 底本
- Michael, In libros de animalium motione commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 103-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:109.17-111.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔依据亚里士多德本文(699b12),阐述了由宇宙各部分的有限性所引发的疑难:既然各部分有限,便可设想出超越其静止或运动力量的更大力量,从而威胁到天空的不朽性。
" Ἔστι δέ τις ἀπορία περὶ τὰς κινήσεις τῶν τοῦ οὐρανοῦ μορίων." Δείξας ὅτι ἀδύνατόν ἐστι κινεῖσθαι τὸν οὐρανὸν ὑπὸ τοῦ Ἄτλαντος διὰ τοῦ δεῖξαι ὅτι ἀδύνατόν ἐστι τὴν τῆς γῆς ἰσχὺν ἴσην εἶναι τῇ τε τοῦ οὐρανοῦ καὶ τῇ τοῦ Ἄτλαντος, ἐπάγει1 ἔστι δέ τις ἀπορία περὶ τὰς κινήσεις τῶν τοῦ οὐρανοῦ μορίων, λέγων νῦν οὐρανὸν τὸν σύμπαντα κόσμον, μόρια δὲ αὐτοῦ γῆν πῦρ καὶ τὰ θεῖα καὶ κυκλοφορητικὰ σώματα, κινήσεις δὲ τὰς ἀπὸ τῶν κατὰ φύσιν ἑκάστου τόπων μεταστάσεις. ἔστι δὲ τὸ ἀπορούμενον, ἆρά γε εἴ τις εὑρεθείη δύναμις μείζων οὖσα τῆς τῆς γῆς δυνάμεως, καθ’ ἣν ἠρεμεῖ, κινήσει αὐτὴν ἢ οὔ. ὅτι δὲ ἐνδέχεται εὑρεθῆναι μείζονα τῆς δυνάμεως τῆς γῆς, δῆλον. εἰ μὲν γὰρ ἦν ἡ γῆ ἄπειρος (τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ ἡ ἰσχὺς δὲ ἀφ’ ἧς αὕτη ἡ δύναμις ὅτι οὐκ ἄπειρος)2 εἰ μὲν οὖν ἦν ἡ γῆ ἄπειρος, ἦν ἂν καὶ ἡ ἰσχὺς αὐτῆς ἡ βαρύτης, δι’ ἣν οὐ κινεῖται, ἄπειρος, ἀπείρου δὲ οὔσης οὐκ ἂν εὑρέθη μείζων· τῆς γὰρ ἀπείρου οὐδέν ἐστι μεῖζον· ἐπεὶ δὲ πεπέρασται (οὐδὲν γάρ ἐστιν ἐνεργείᾳ ἄπειρον, ὡς ἐν τῇ Φυσικῇ ἀκροάσει δέδεικται), τοῦ πεπερασμένου μεῖζον εὑρεθῆναι οὐδὲν κωλύει. ὥστε εἰ ταύτης, καὶ τῆς τῶν θείων καὶ κυκλοφορητικῶν σωμάτων δυνάμεως εὑρεθήσεταί τις δύναμις μείζων·3 πεπερασμένα γὰρ καὶ ταῦτα, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται. ταῦτα εἰπὼν ἐπάγει ‘τὸν δ’ οὐρανὸν οἰόμεθα ἐξ ἀνάγκης ἄφθαρτον εἶναι, ὥσπερ καὶ τὴν φωνὴν ἀόρατον· συμβαίνει δὲ εἶναι αὐτὸν φθαρτόν, διὰ τὸ ἐνδέχεσθαι μείζω δύναμιν εὑρεθῆναι τῶν δυνάμεων, ἀφ’ ὧν αὐτός τε κινεῖται καὶ τὸ πῦρ, καὶ ἡ γῆ ἠρεμεῖ’. ἐπεὶ δέ τις ἤμελλε λέγειν ὅτι ἄδηλόν ἐστιν, εἴπερ τις ὅλως ἐστὶ μείζων δύναμις τῶν δυνάμεων τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῶν λοιπῶν, ἐπήγαγεν εἰ μὲν οὖν εἰσιν ὑπερέχουσαι κινήσεις, τουτέστιν εἰ μὲν οὖν εἰσιν ὑπερέχουσαι δυνάμεις. ἔστι δὲ τὸ λεγόμενον ‘εἰ μὲν οὖν εἰσιν ἐκ τῶν ὄντων καὶ ὕπαρξιν ἐχόντων δυνάμεις τινὲς μείζους τῶν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δυνάμεων, κινήσουσι νῦν ἢ αὔριον ἢ ὅλως ποτὲ καὶ φθεροῦσι τὸν κόσμον’ (τὸ γὰρ ὑπ’ ἀλλήλων ἴσον ἐστὶ τῷ ἡ μὲν γῆ ὑπὸ τῆς μείζονος ἰσχύος τῆς ἑαυτῆς δυνάμεως, καὶ ὁ οὐρανὸς ὑπὸ τῆς μείζονος τῆς ἑαυτοῦ)·4 ‘εἰ δὲ μή εἰσιν ὄντα αἱ μείζονες δυνάμεις, δύνανται δ’ ὅμως ποτὲ γενέσθαι’ (ἄπειρον γὰρ οὐκ ἐνδέχεται, τουτέστιν οὐ γάρ εἰσιν ἄπειρα τὰ σώματα, ἵνα καὶ αἱ δυνάμεις αὐτῶν ἄπειροι ὦσιν, ἢ τὸ ἄπειρον γὰρ οὐκ ἐνδέχεται ἴσον ἐστὶ τῷ οὐδὲν γὰρ ἐνδεχόμενον γενέσθαι εἰς ἄπειρον ἔχει τὴν δύναμιν, ἀλλ’ ἔρχεταί ποτε εἰς ἐνέργειαν, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται· εἰ γὰρ ἐνδέχεται τὸ ὕδωρ γενέσθαι ἀέρα, κἂν γενήσεταί ποτε) ‘εἰ οὖν μή εἰσι μείζονες δυνάμεις τῶν τῆς γῆς καὶ τοῦ οὐρανοῦ δυνάμεων, δύνανται δ’ ὅμως γενέσθαι, ἐνδέχοιτ’ ἂν διαλυθῆναι τὸν οὐρανόν. τί γὰρ κωλύει φθαρῆναι, εἴπερ μὴ ἀδύνατον ἀλλ’ ἐνδεχόμενόν ἐστι φθαρῆναι τὸν οὐρανόν; οὐκ ἔστι δὲ ἀδύνατον, εἰ μὴ τὸ ἀντικείμενον ἀναγκαῖον. ὅταν γάρ ἐστι τόδε τι ἀναγκαῖον, τότε τὸ ἀντικείμενον αὐτῷ ἀδύνατόν ἐστι γενέσθαι, οἷον ἀναγκαῖόν ἐστιν εἶναι τὸν ἄνθρωπον ζῷον, ἀδύνατον ἄρα εἶναι αὐτὸν μὴ ζῷον· ἀντίκειται δὲ τῷ μὴ ζῷον τὸ ζῷον. ὅταν δέ ἐστι τὸ ἀντικείμενον ἐνδεχόμενον ἤτοι μὴ ἀναγκαῖον, καὶ τὸ ἀντικείμενον οὐκ ἀδύνατον ἀλλὰ δυνατόν, οἷον οὐκ ἔστιν ἀναγκαῖον βαδίζειν τὸν Σωκράτην, ὥστε τὸ μὴ βαδίζειν οὐκ ἀδύνατον, ἀλλὰ δυνατόν· ἀντίκεινται γὰρ πάλιν τὸ βαδίζειν καὶ μὴ βαδίζειν. ὥστε ἂν οὐκ ἔστιν ἀναγκαῖον μὴ φθαρῆναι τὸν οὐρανόν, ἀλλ’ ἐνδεχόμενον, οὐδὲ τὸ φθαρῆναι ἀδύνατον ἔσται, ἀλλὰ δυνατόν’. τὰ μὲν οὖν λεγόμενα τοιαῦτα. τὴν δ’ ἀπορίαν αὐτὸς μετ’ ὀλίγον ἐπιλύσεται. ὅτι δὲ οἰκεία ἐστὶ τοῖς εἰρημένοις, ὡς εἴρηται, ἐντεῦθεν δῆλον· ἐζήτει γὰρ ὅτι εἰ κινεῖ τὸν οὐρανὸν ὁ Ἄτλας, ἔσται ἡ τῆς γῆς δύναμις χωρὶς μείζων τῆς τοῦ Ἄτλαντος καὶ μείζων τῆς τοῦ οὐρανοῦ δυνάμεως· εἰ δὲ τοῦτο, τί κωλύει εἶναι καὶ μείζονα δύναμιν τῆς δυνάμεως τῆς γῆς.
“然而关于天空各部分的运动,存在着某个疑难。” 在通过表明大地的力量不可能既等于天空的力量又等于阿特拉斯的力量,从而表明天空不可能被阿特拉斯运动之后,他接着写道:“然而关于天空各部分的运动,存在着某个疑难”,在此他把“天空”称为整个宇宙,把“其部分”称为大地、火以及神圣的作圆周运动的物体,把“运动”称为脱离各自本性位置的位移。而所探究的疑难是:如果发现某种力量大于大地依之静止的力量,它究竟会不会运动大地。而显而易见的是,有可能发现大于大地力量的力量。因为如果大地是无限的(因为“而这种能力所由产生的力量也是[有限的]”这一表述所表明的正是大地并非无限),如果大地是无限的,那么作为大地的力量且大地因之而不动的重力,也将是无限的;而如果它是无限的,就不会发现更大的力量,因为没有任何东西大于无限。但既然它是有限的(因为如在《物理学》中所证明的,没有任何东西在现实态上是无限的),就没有任何东西妨碍发现大于这有限力量的力量。因此,如果能发现大于此力量的力量,也会发现某种力量大于神圣的作圆周运动的物体的力量;因为如在《天论》中所证明的,这些物体也是有限的。在说了这些之后,他接着说:“然而我们认为天空必然是不朽坏的,正如认为声音是不可见的一样;但由于有可能发现某种力量大于使天空自身和火运动、并使大地静止的力量,结果导致天空是可朽坏的”。既然有人可能会说,到底是否存在任何大于天空、大地及其他物体的力量的力量是未明了的,他就接着说:“那么,如果存在具有优势的运动”,也就是说,如果存在具有优势的力量。其含义如下:“那么,如果在现存且具有实在性的事物中,存在某些大于天空和大地的力量的力量,它们就会在现在、在明天、或总在某一时刻运动并毁灭宇宙”(因为“彼此”这一表述等同于:大地[被运动]是由于大于其自身力量的力量,天空则是由于大于其自身力量的力量);“如果那些更大的力量并非现存之物,但它们仍然能够在某个时刻产生”(因为“无限是不可能的”,也就是说,物体并非是无限的,以至于它们的力量也是无限的;或者说,“因为无限是不可能的”等同于:任何能够产生的事物,其潜能都不会延伸至无限,而是会在某个时刻进入现实态,如在《天论》中所证明的那样;因为如果水有可能变为空气,它就终将在某个时刻发生变化);“因此,即使不存在大于大地和天空力量的力量,但它们却能够产生,那么天空瓦解就将是可能的。因为如果天空朽坏并非不可能而是可能的,又有什么能妨碍它朽坏呢?只要其对立面并非必然的,这就不是不可能的。因为每当某个事物是必然的,与其对立的事物产生就是不可能的,比如人必然是动物,因此人不是动物就是不可能的;而与不是动物相对立的是动物。但是,每当对立面是可能的即非必然的时,其对立面也不是不可能而是可能的,比如苏格拉底走路并不是必然的,所以不走路并不是不可能而是可能的;因为走路与不走路再次是对立的。因此,如果天空不朽坏并非必然而是可能的,那么它朽坏也就不是不可能而是可能的”。所论述的内容就是如此。而他本人不久就会解决这个疑难。而正如所说过的,这一疑难与前述内容完全契合,这从以下几点显而易见:因为他此前所探讨的是,如果阿特拉斯运动天空,大地的力量将分别大于阿特拉斯的力量且大于天空的力量;而如果这是真的,又有什么能妨碍存在某种大于大地力量的力量呢?
- 1.9Δείξας ὅτι ἀδύνατόν ἐστι κινεῖσθαι τὸν οὐρανὸν ὑπὸ τοῦ Ἄτλαντος διὰ τοῦ δεῖξαι ὅτι ἀδύνατόν ἐστι τὴν τῆς γῆς ἰσχὺν ἴσην εἶναι τῇ τε τοῦ οὐρανοῦ καὶ τῇ τοῦ Ἄτλαντος, ἐπάγει
句首的不定过去式主动分词 Δείξας 修饰主动词 ἐπάγει 的主语(亚里士多德),而带有定冠词不定词的介词短语 διὰ τοῦ δεῖξαι 则充当该论证手段的状语。双重 δεῖξαι / Δείξας 梳理了依据前文结论引入新引文的逻辑承接关系。
- 1.9τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ ἡ ἰσχὺς δὲ ἀφ’ ἧς αὕτη ἡ δύναμις ὅτι οὐκ ἄπειρος
由中性定冠词 τὸ 引导的词组 τὸ καὶ ἡ ἰσχὺς δὲ ἀφ’ ἧς αὕτη ἡ δύναμις 引用了亚里士多德原文中的字句,充当整句的主语。其后的 ὅτι οὐκ ἄπειρος 则是具体说明指示代词 τούτου 所指内容的名词性从句。
- 1.9ὥστε εἰ ταύτης, καὶ τῆς τῶν θείων καὶ κυκλοφορητικῶν σωμάτων δυνάμεως εὑρεθήσεταί τις δύναμις μείζων
在条件从句 εἰ ταύτης 中,支配表比较的属格 ταύτης(大地的力量)的比较级形容词及动词(即 μείζων δύναμις εὑρεθήσεται)根据上下文被省略,应补充理解为“如果发现大于此力量的力量”。
- 1.9τὸ γὰρ ὑπ’ ἀλλήλων ἴσον ἐστὶ τῷ ἡ μὲν γῆ ὑπὸ τῆς μείζονος ἰσχύος τῆς ἑαυτῆς δυνάμεως, καὶ ὁ οὐρανὸς ὑπὸ τῆς μείζονος τῆς ἑαυτοῦ
希腊注解中的惯用句式:主语引语 τὸ ὑπ’ ἀλλήλων 通过 ἴσον ἐστί 与带与格定冠词 τῷ 的从句相等同,后者将后续的完整陈述(隐含运动动词如 κινηθήσεται)名词化,作为解释性补足语。
