- 底本
- Michael, In libros de animalium motione commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 103-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:108.11-109.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔遵从亚里士多德,审视了阿特拉斯立于大地上运动天空的神话,并从大地是全宇宙的一部分以及静止的大地与运动者之间的力量均衡这两个角度驳斥了该神话。
" Οἱ δὲ μυθικῶς τὸν Ἄτλαντα ποιοῦντες ἐπὶ τῆς γῆς ἔχοντα τοὺς πόδας." Ἡ μὲν περὶ τὸν Ἄτλαντα ἱστορία δήλη πᾶσιν· ποιοῦσι γὰρ αὐτὸν κίονας βαστάζοντα καὶ ἐπὶ τῆς γῆς ἱστάμενον κινεῖν τὸν οὐρανόν, ἀνάλογον ὄντα τῇ ἡμισείᾳ τοῦ κύκλου διαμέτρῳ1 τῇ ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν προσπιπτούσῃ. ὡς γὰρ ἐκείνη ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν, οὕτως ὁ Ἄτλας ἀπὸ τῆς γῆς κέντρου οὔσης πρὸς τὸν οὐρανόν. λέγει δὲ τοὺς ταῦτα λέγοντας ἀπὸ διανοίας λέγειν, καὶ εἶναι πλάσματα τῶν εἰπόντων, ἀλλ’ οὐκ ἀληθῆ. ὅμως, φησίν, εἰ καὶ δῶμεν εἶναι τοῦτο ἀληθές, μαρτύριον ἂν εἴη τοῖς ὑφ’ ἡμῶν λεγομένοις ὅτι εἰ μέλλει εἶναι κίνησις, ἀνάγκη εἶναί τι ἀκίνητον. διὰ γὰρ τὸ καὶ ἐκείνους ὑπολαμβάνειν τὴν γῆν μένειν, τὸν Ἄτλαντα ἐπὶ ταύτης ἱστῶσι. θεὶς δὲ ταῦτα ἐνίσταται πρὸς τὴν δόξαν δεικνύων αὐτὴν ψευδῆ, καί φησιν ἀλλὰ τοῖς ταῦτα λέγουσιν ἀναγκαῖον φάναι μηδὲν εἶναι μόριον αὐτὴν τοῦ παντός. ἔστι δὲ τὸ λεγόμενον ‘εἰ μὲν μὴ ἦν ἡ γῆ μόριον τοῦ παντός, εἰκότως ταῦτα λέγουσιν, εἰ δὲ μή, μάτην· ὥσπερ γὰρ ὁ ἐν τῇ πρύμνῃ καθήμενος οὐκ ἂν κινήσειε τὸ πλοῖον, διὰ τὸ εἶναι τὴν πρύμναν μόριον τοῦ πλοίου, οὕτως οὐδ’ ὁ ἐν τῇ γῇ ἱστάμενος κινήσειε τὸ πᾶν· μέρος γὰρ ἡ γῆ τοῦ παντός’.
“而那些在神话中让阿特拉斯双足立于大地上的人。” 关于阿特拉斯的传说对所有人都是显而易见的;因为他们让他支撑着柱子,立于大地上运动着天空,就如同圆的半直径[半径],即从圆心投向圆周的线一样。因为正如那条线从圆心延伸至圆周,阿特拉斯也是如此从作为圆心的大地延伸至天空。他说,那些讲这些话的人是凭空想象而言的,这只是说话者的杜撰,并非事实。他说,然而即使我们承认这是真的,它也将成为我们所说之论点的证据,即如果要存在运动,就必然存在某种不动之物。因为那些人也是由于设想大地是静止的,才把阿特拉斯立在大地之上。在提出了这些之后,他反驳了这种观点,指明它是虚假的,并且说:“然而对于那些讲这些话的人来说,必然要声称大地绝不是全宇宙的任何部分。”其含义如下:“如果大地不是全宇宙的一部分,他们讲这些话倒还合情合理;但若不然,则是徒劳的。因为正如坐在船尾的人由于船尾是船的一部分而无法运动船只一样,立于大地上的人也无法运动全宇宙;因为大地是全宇宙的一部分。”
"Πρὸς δὲ τούτοις δεῖ τὴν ἰσχὺν ἰσάζειν τοῦ κινοῦντος καὶ τὴν τοῦ μένοντος." Καὶ τοῦτο κατὰ τῆς περὶ τὸν Ἄτλαντα δόξης ἐστί. τὸ δὲ λεγόμενον τοιοῦτον· ὥσπερ ἔστιν ἰσχύς τις, καθ’ ἣν κινεῖ τὸ κινοῦν, οὕτω καὶ καθ’ ἣν μένει τὸ μένον, ἀνάλογον ἐξ ἀνάγκης οὖσαι. ὡς γὰρ ἡ κίνησις πρὸς τὴν κίνησιν, οὕτω καὶ ἡ ἠρεμία πρὸς τὴν ἠρεμίαν, καὶ ἐναλλὰξ ὡς ἡ κίνησις πρὸς τὴν ἠρεμίαν,2 οὕτω πάλιν ἡ κίνησις πρὸς τὴν ἠρεμίαν. καὶ αἱ μὲν ἴσαι κινήσεις ἢ δυνάμεις ἀπαθεῖς ὑπ’ ἀλλήλων, κινοῦνται δὲ κατὰ τὴν ὑπεροχήν. ὥστε εἰ μὴ ἔστιν ἡ τῆς γῆς ἰσχύς, καθ’ ἣν ἠρεμεῖ, ἴση πρὸς τὴν τοῦ ἐν αὐτῇ ἀπερειδομένου καὶ κινοῦντος, κινηθήσεται ἀπὸ τοῦ μέσου καὶ τοῦ κατὰ φύσιν αὐτῇ τόπου.
“除这些之外,运动者的力量与静止者的力量必须相等。” 这也是针对关于阿特拉斯的观点的。其含义是这样的:正如存在着运动者依之运动的某种力量,同样也存在着静止者依之静止的力量,它们必然是成比例的。因为运动对运动之比,正如静止对静止之比,而更替而言,运动对静止之比,亦正如运动对静止之比。那些相等的运动或能力彼此不受作用,而是按照优势大小而被运动。因此,如果大地依之静止的力量不等于在其上踏稳并进行运动者的力量,大地就将被从中心和属于它的本性位置上运动开来。
"Κινεῖ δὲ τὸ ἠρεμοῦν πρῶτον." Ἠρεμοῦν πρῶτον λέγει τὸν Ἄτλαντα· αὐτὸς γὰρ ἐπὶ τῆς γῆς ἠρεμῶν κινεῖ τὸν οὐρανὸν μετὰ τῶν κιόνων, κινουμένων τῶν κιόνων. καὶ ἐπεὶ τὴν τῆς γῆς ἰσχὺν οὐ μόνον πρὸς τὴν τοῦ Ἄτλαντος ἰσχύν, ἀλλὰ καὶ πρὸς τὴν τοῦ ὑπὸ Ἄτλαντος κινουμένου οὐρανοῦ ἰσχὺν ἀντιμάχεσθαί ἐστιν ἀναγκαῖον, δῆλον ὅτι χωρὶς ἑκάστης ἰσχύος μείζων ἐστὶν ἡ τῆς γῆς, τῆς τε τοῦ οὐρανοῦ καὶ τῆς τοῦ Ἄτλαντος. ἀλλὰ μὴν ἀδύνατον λόγον ἔχουσαν σημείου πρὸς τὸ πᾶν ἴσην εἶναι τὴν δύναμιν αὐτῆς3 τῇ τε τοῦ παντὸς καὶ τῇ τοῦ Ἄτλαντος.
“而首先静止者引起运动。” 所谓“首先静止者”,他指的是阿特拉斯;因为他自己静止在大地上,随着柱子一起运动着天空,而柱子是被运动的。既然大地的力量不仅必须抵抗阿特拉斯的力量,而且必须抵抗被阿特拉斯所运动的天空的力量,那么显而易见,大地的力量比天空和阿特拉斯各自的力量分别都要大。然而,大地相对于全宇宙只具有一个点的比例,它的力量绝不可能既等于全宇宙的力量,又等于阿特拉斯的力量。
- 1.6ἀνάλογον ὄντα τῇ ἡμισείᾳ τοῦ κύκλου διαμέτρῳ
分词 ὄντα 为阳性单数宾格,与前面动词 ποιοῦσι 的宾语 αὐτόν(阿特拉斯)一致。在句法上,阿特拉斯本人被几何学地比拟为从圆心(大地)延伸至圆周(天空)的“半直径[半径]”。
- 1.7ἐναλλὰξ ὡς ἡ κίνησις πρὸς τὴν ἠρεμίαν, οὕτω πάλιν ἡ κίνησις πρὸς τὴν ἠρεμίαν
副词 ἐναλλάξ 是数学术语,意为“更替比(alternando)”,指从 A:B = C:D 转换为 A:C = B:D 的比例更替法则。此处两分句均省略了系动词(ἔχει 或 ἐστί),表示运动与静止之比相应于另一种运动与静止之比。
- 1.8λόγον ἔχουσαν σημείου πρὸς τὸ πᾶν ἴσην εἶναι τὴν δύναμιν αὐτῆς
阴性单数宾格分词 ἔχουσαν 在意义上修饰后文属格代词 αὐτῆς 所指的大地(γῆ)。它在语法上并未与不定式的主语 τὴν δύναμιν 一致,而是在意义上指代大地本身相对于全宇宙仅仅具有一个点的比例。
