← 艾菲索斯的米海尔

亚里士多德《动物运动》评注

§107.7-108.10

第一运动者的不动性与外部存在

米海尔探讨了推动天空的第一运动者是否不动、是否居于天空之外并驳斥了以天球两极作为运动者的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5

" Ἀπορήσειε δ’ ἄν τις, ἆρ’ εἴ τι κινεῖ τὸν ὅλον οὐρανόν, εἶναι θέλει ἀκίνητον.1" Ὅπερ ἀπορεῖ τοιοῦτόν ἐστι· πότερον τὸ κινοῦν τὸν οὐρανὸν ἀκίνητόν ἐστι, καὶ πότερον ἔστιν αὐτοῦ μόριον ἢ οὔ; καὶ γὰρ ἡ ψυχὴ κινεῖ τὸ ζῷον ἀκίνητος οὖσα, καὶ ὅμως μόριόν ἐστι τοῦ ὅλου ζῴου. ἆρ’ οὖν καὶ τὸ κινοῦν τὸν οὐρανὸν μόριόν ἐστι τοῦ οὐρανοῦ, ὡς καὶ ἡ ψυχὴ τοῦ ζῴου, ἢ οὔ; εἰσὶ δὲ τὰ ζητούμενα τρία, ἓν μὲν εἰ κινεῖται τὸ κινοῦν τὸν οὐρανόν, δεύτερον δὲ εἰ ἔστι μόριον τοῦ οὐρανοῦ, καὶ τρίτον εἰ ἐν τῷ οὐρανῷ ἐστιν ὥσπερ καὶ ὁ κυβερνήτης ἐν τῷ πλοίῳ ἢ ὡς ἡ ψυχὴ ἐν τῷ ζῴῳ. θεὶς οὖν τὸ πρόβλημα δείκνυσι τέως πρῶτον ὅτι οὐ κινεῖται λέγων ‘εἴτε γὰρ κινούμενον τὸ πρώτως κινοῦν τὸν οὐρανόν,2 ἀνάγκη εἶναί τι ἀκίνητον, ὡς δέδεικται, οὗ θιγγάνον κινήσει, καὶ τοῦτο, ἐν ᾧ ἀπερείδεται καὶ οὗ θιγγάνει, μηδὲν εἶναι μόριον τοῦ κινοῦντος. εἰ γάρ ἐστι μόριον αὐτοῦ ὥσπερ τῆς χειρὸς τὸ ὠλέκρανον, δεήσει πάλιν ἄλλου, ἐν ᾧ ἀπερείσεται. ἀλλὰ μὴν ἀδύνατον τὸ πρώτως κινοῦν θιγγάνειν τινὸς καὶ πρός τι ἀπερείδεσθαι ἀμερὲς ὂν καὶ ἀσώματον, ὡς ἐν τῷ τέλει τῆς Φυσικῆς ἀκροάσεως δέδεικται· ὥστε οὐδὲ κινεῖται’. εἰ γὰρ ἀνάγκη τὸ κινοῦν κινούμενον πρός τι ἀπερείδεσθαι καὶ οὕτω κινούμενον κινεῖν, μὴ οἷόν τε δὲ ἀπερείδεσθαι πρός τι τὸ πρώτως κινοῦν, οὐδὲ κινεῖται ὅλως, ἀλλ’ ἔστιν ἀκίνητον. εἰ δὲ ἔστιν ἀκίνητον, ἀνάγκη μηδὲν εἶναι μόριον τοῦ κινουμένου· εἰ γὰρ εἴη μόριον τοῦ οὐρανοῦ, ἐπειδὴ δεῖ ἀκίνητον εἶναι, ἢ καὶ πᾶς ὁ οὐρανὸς μενεῖ ἢ εἰ κινεῖται, μένοντος τοῦ μέρους διασπασθήσεται. διὰ ταύτην οὖν τὴν αἰτίαν ὀρθῶς εἶπον οἱ λέγοντες ὅτι κύκλῳ φερομένης τῆς σφαίρας οὐδ’ ὁτιοῦν μένει μόριον, ὅπερ ταὐτόν ἐστι τῷ κινοῦν οὐκ ἔστι μόριον. καὶ τοῦτο μὲν λέγουσι καλῶς· σφάλλονται δὲ ᾗ φασιν ὡς οἱ πόλοι κινοῦσι τὸν οὐρανόν. οἱ γὰρ πόλοι οὐδέν εἰσιν· ἐπινοίᾳ γὰρ ἡμετέρᾳ τὸ εἶναι ἔχουσι. καὶ ἔτι πρὸς τῷ μηδεμίαν οὐσίαν καὶ φύσιν εἶναι τῶν πόλων, ἀδύνατον καὶ τὸ τὴν μίαν κινεῖσθαι κίνησιν ὑπὸ δυοῖν·3 ἡ γὰρ μία τῷ ἀριθμῷ κίνησις ὑπὸ ἑνὸς τῷ ἀριθμῷ κινουμένου, ὁμοίως δὲ κινοῦντος γίνεται, ὡς ἐν τοῖς Φυσικοῖς δέδεικται, οἱ δὲ πόλοι οὐχ εἷς, ἀλλὰ δύο· πῶς οὖν δυνατὸν τὴν μίαν κίνησιν τὴν ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ὑπὸ δύο κινούντων γίνεσθαι; ὅτι μὲν οὖν ἔστι τι καὶ ἐν ὅλῃ τῇ φύσει ἀκίνητον, ὑφ’ οὗ τὸ πᾶν κινεῖται, καὶ ἐκ τῶν τοιούτων διαπορημάτων ἄν τις πιστεύσειεν· τούτου γὰρ οἶμαι δηλωτικόν ἐστι τὸ ἐκ τῶν τοιούτων ἄν τις διαπορήσειεν.

“人们或许会提出疑难:如果某种东西运动着整个天空,它是否必定是不动的。” 他所提出的疑难是这样的:运动天空者是否是不动的,以及它是天空的一部分还是不是?因为灵魂也是在自身不动的情况下运动着动物,然而它却是整个动物的一部分。那么,运动天空者是否也如同灵魂是动物的一部分那样,是天空的一部分呢,还是不是?所探求的问题有三个:其一,运动天空者是否自身被运动;其二,它是否是天空的一部分;其三,它是否在天空之中,正如舵手在船中或灵魂在动物中那样。因此,在提出这一问题之后,他首先暂时证明了它并不被运动,他说:“因为如果那第一位运动天空者是被运动的,正如已经证明的那样,就必然有某种不动之物,它通过触及该物而进行运动,并且这物——即它所支撑并触及之物——绝非运动者的任何部分。因为如果它是运动者的一部分,正如肘尖是手的一部分那样,它将再次需要另一物作为支撑。然而,既然那第一位运动者是无部分的且非物体的,正如在《物理学》末尾所证明的那样,它绝不可能触及任何东西或支撑在任何事物上;因此它完全不被运动。”因为,如果运动着而自身被运动之物必然要支撑在某物上并由此在被运动中去运动,而第一位运动者又不可能支撑在任何事物上,那么它就根本不被运动,而是不动的。如果它是不动的,它就必然不是被运动者的任何部分;因为如果它是天空的一部分,既然它必须是不动的,那么要么整个天空也将保持静止,要么天空若运动,在这一部分保持不动的情况下天空将被撕裂开来。正是由于这个原因,那些说当天球作圆周运动时没有任何部分保持静止的人说得很对,这等同于说运动者并不是一部分。这一点他们说得很好;但他们之所以陷入错误,在于他们声称两极运动着天空。因为两极什么也不是;它们的存在仅仅在于我们的思惟。此外,除了两极没有任何实体和本性之外,单单一个运动也不可能被两个东西所运动;因为正如在《物理学》中所证明的那样,在数目上单一的运动是由在数目上单一的被运动者、同样地也是由单一的运动者产生的,而两极不是一个而是两个;那么从东向西的这单一运动又怎么可能由两个运动者产生呢?因此,在整个自然界中也存在某种不动之物,全宇宙被它所运动,从这类疑难的研讨中人们也可以获得确信;因为我认为,“人们由这类事情可以提出疑难”这句话表明的正是这一点。

语法注3 条
  1. 1.5εἶναι θέλει ἀκίνητον

    动词 θέλω 支配不定式,在此并非表示主观意愿,而是用作表达必然性或本质要求的习惯用法(“必定是……”、“理应是……”)。

  2. 1.5εἴτε γὰρ κινούμενον τὸ πρώτως κινοῦν τὸν οὐρανόν

    连词 εἴτε 单独使用,缺乏与之对应的第二分句(属于破格句 anacoluthon,或用作 εἰ 的等价物)以引导条件从句。谓语中的系动词 ἐστί 被省略。

  3. 1.5τὸ τὴν μίαν κινεῖσθαι κίνησιν ὑπὸ δυοῖν

    由冠词 τό 引导的冠词不定式结构,作 ἀδύνατον 的主语。不定式 κινεῖσθαι 为被动态,τὴν μίαν κίνησιν 源于内在/同族宾格,在此充当被动不定式的主格性宾格主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:107.7-108.10