← 艾菲索斯的米海尔

亚里士多德《动物运动》评注

§106.3-107.6

从船内外推动船只与外部静止支点

米海尔就亚里士多德《论动物运动》698b21进行评注,阐释了为何从船内推桅杆(即使由提堤俄斯或玻瑞阿斯来推)无法移动船只、而从外部推却能轻易移动的疑难。他说明促成运动者必须借助外部静止的支点,否则就会导致同一艘船同时处于静止和运动的矛盾结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4

" Μαρτύριον δὲ τούτου τὸ ἀπορούμενον, διὰ τί ποτε τὸ πλοῖον ἔξωθεν μὲν ἄν τις ὠθῇ τῷ κοντῷ τὸν ἱστόν." Τὸ ἑξῆς τῆς λέξεως τοιοῦτον ‘διὰ τί ποτε τὸ πλοῖον κινεῖται ῥᾳδίως, ἄν τις ἔξωθεν τοῦ πλοίου ὢν ὠθῇ τὸ πλοῖον προσβάλλων τῷ ἱστῷ τὸν κοντόν’; τὸ δὲ λεγόμενον ‘μαρτύριον δὲ καὶ πίστις ἐναργὴς τοῦ δεῖν εἶναί τι ἀκίνητον, εἰ μέλλει γενέσθαι κίνησις, τὸ συμβαῖνον ἐπὶ τοῦ πλοίου· τὸ γὰρ πλοῖον ἄν τις ἐν τῇ γῇ ἱστάμενος ὠθῇ μετὰ ῥάβδου ἢ κοντοῦ προσβάλλων καὶ ἀπερείδων τὸν κοντὸν τῷ ἱστῷ ἢ ἄλλῳ τινὶ μέρει τοῦ πλοίου, οἷον τῇ πρύμνῃ, κινεῖται ῥᾳδίως· ἂν δ’ ἐν αὐτῇ τῇ πρύμνῃ καθήμενος προσβάλλῃ τὸν κοντὸν τῷ ἱστῷ καὶ πειρᾶται κινῆσαι, οὐκ ἂν δυνήσεται τοῦτο ποιῆσαι, οὔτε ἂν ὁ Τιτυὸς ᾖ ὁ κινῶν οὔτε ἂν ὁ Βορέας ἦν ἐν αὐτῷ τῷ πλοίῳ καὶ ἔπνει ἀπ’ αὐτοῦ, ἐκίνησεν ἂν αὐτό. ἀλλὰ πῶς κινοῦσιν οἱ ἄνεμοι τὰ πλοῖα; ἢ ὅτι ἐκτὸς ὄντες τοῦ πλοίου πνέουσιν· εἰ δ’ ἀπ’ αὐτοῦ ἔπνεον, οὐκ ἂν ἐκίνησαν αὐτό. πῶς οὖν ταῦτα συμβαίνει; ἢ ὁ μὲν ἐν τῷ αἰγιαλῷ ἢ πέτρᾳ ἢ ὅλως γῇ ἑστὼς διὰ τὸ ἐν ἀκινήτῳ ἵστασθαι καὶ μὴ μέρος εἶναι τοῦ πλοίου κινεῖν αὐτὸ δύναται, ὁ δ’ ἐν αὐτῷ τῷ πλοίῳ ὢν κινεῖν οὐ δύναται διὰ τὸ δεῖν εἶναί τι ἀκίνητον, εἰ μέλλει γενέσθαι κίνησις. εἰ δ’ ἐκινήθη τὸ πλοῖον ὑπὸ τοῦ ἐν αὐτῷ ὄντος, ἦν ἄρα καὶ ἠρεμοῦν καὶ κινούμενον,1 ὅπερ ἀδύνατον, ἠρεμοῦν μὲν διὰ τὸ δεῖν τὸν μέλλοντα κινήσειν πρὸς ἠρεμοῦν τι ἀπερείδεσθαι, ἵν’ ὠθήσῃ, κινούμενον δὲ διὰ τὸ ὑποκεῖσθαι ὅτι κινεῖται ὑπὸ τοῦ ὄντος ἐν αὐτῷ. εἰ οὖν μήθ’ ὁ Τιτυὸς μήθ’ ὁ Βορέας δύνανται κινεῖν τὸ πλοῖον ἐν αὐτῷ ὄντες, φανερὸν ἄρα ὅτι ἀνάγκη εἶναί τι ἀκίνητον, εἰ μέλλει γενέσθαι κίνησις, καὶ τοῦτο ἐκτὸς καὶ μηδὲν εἶναι τοῦ κινουμένου μόριον’. ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη. τοὺς δὲ ἀνέμους ὅτι ὡς ἀνθρώπους γράφουσιν οἱ γραφεῖς ἐκ τοῦ στόματος αὐτῶν πέμποντας τὸ πνεῦμα, δῆλον παντί. τὸ δὲ ἀνάγκη πρῶτον μὲν πρὸς ἠρεμοῦν τι τῶν αὑτοῦ μορίων ἀπερειδόμενον ὠθεῖν τοιοῦτόν ἐστιν· ὁ κυβερνήτης ὠθῶν τὸ πλοῖον πρῶτον μὲν φέρε εἰπεῖν ἀπερείδει τὸν βραχίονα εἰς τὸ ὠλέκρανον, εἶτα ἢ αὐτὸ τὸ ὠλέκρανον ἀποστηρίζεται πρός τι τῶν ἔξωθεν, οἷον πρὸς πέτραν ἢ ἄλλο τι, ἢ οὖν αὐτὸ ἀποστηρίζεται ἢ ὁ κυβερνήτης, οὗ τινος κυβερνήτου μέρος ἐστὶ τὸ ὠλέκρανον. τὸ δὲ συμβαίνει δὲ αὐτῷ τὸ αὐτὸ ὅ τε κινεῖται καὶ πρὸς ὃ ἀποστηρίζεται2 ἴσον ἐστὶ τῷ συμβέβηκε δὲ αὐτῷ τῷ πλοίῳ ἅμα εἶναι καὶ κινούμενον καὶ μένον· πρὸς ὃ γὰρ ἀποστηριζόμεθα μένειν ἀνάγκη.

“而对此的证明是这个疑难:为什么若有人从外部用篙推桅杆,船[就会移动]。” 文句的次序是这样的:“为什么若有人在船的外部,将篙抵在桅杆上推船,船就会轻易移动?”而所说的意思是:“若要产生运动就必须有某种不动之物,对此的证明和明晰凭据就是在船上发生的事情;因为如果有人站在陆地上,用木棒或竹篙,将竹篙抵住并支撑在桅杆或船的其他某一部分(例如船尾)上推船,船就会轻易移动;但如果他坐在船尾本身上,将竹篙抵在桅杆上试图使之移动,他是无法做到的,即使运动者是提堤俄斯也不能做到,或者即使玻瑞阿斯在船本身之中并从船中吹风,也不会推动它。然而风是如何推动船只的呢?难道不是因为它们在船的外部吹风吗?但如果它们从船中吹风,是不会推动它的。那么这些情况是如何发生的呢?难道不是因为,站在海滩、岩石或总括而言站在陆地上的人,因其站在不动之物上且不是船的一部分而能够推动它,而在船本身之中的人,则因为若要产生运动就必须有某种不动之物而无法推动它吗?但如果船被在其内部的人推动,那么它就既在静止又在运动,这是不可能的:静止是因为将要促成运动的人必须支撑在某种静止之物上以便推压,运动则是因为设定了它被在其内部的人所推动。因此,如果提堤俄斯和玻瑞阿斯在船内都无法推动船,那么显然,若要产生运动就必然有某种不动之物,且该物位于外部而不是被运动者的任何部分。”所说之话的含义就是如此。画家们把风画作从口中吐出气息的人类,这对每个人来说都是显而易见的。而“必然首先支撑在自身的某个静止部分上进行推压”这句话的意思是:例如推船的舵手,首先将手臂支撑在肘尖上,接着或是肘尖本身靠在外部的某种事物上(例如靠在岩石或别的什么上),即或是它本身靠着,或是舵手靠着(肘尖是这位舵手的一部分)。而“而且它自身遭遇到:被运动之物与所靠之物成为同一”等于说:“船本身落得同时既是被运动的又是保持不动的;因为我们所靠之物必然是保持不动的。”

语法注2 条
  1. 1.4ἦν ἄρα καὶ ἠρεμοῦν καὶ κινούμενον

    反事实条件句后件(前件为 εἰ δ’ ἐκινήθη...)中与小辞 ἄρα 连用的未完成过去时直说语气。在归谬论证中,它表示从假设前提必然推导出的荒谬逻辑后果(“结果就会既是静止的又是被运动的”)。

  2. 1.4τὸ δὲ συμβαίνει δὲ αὐτῷ τὸ αὐτὸ ὅ τε κινεῖται καὶ πρὸς ὃ ἀποστηρίζεται

    对亚里士多德引文文句的解释。关系分句 ὅ τε κινεῖται(被动态,“被运动之物”)与 πρὸς ὃ ἀποστηρίζεται(“所依凭倚靠之物”)由 τε...καί 联合,作为主语名词短语 τὸ αὐτό(“同一事物”)的同位解释成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:106.3-107.6