- 底本
- Michael, In libros de animalium motione commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 103-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg004.humanitext-grc1:104.18-106.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔论述了运动中不动本原的确立不仅需要普遍论证,而且必须通过具体事例加以检验,并通过几何类比解释了身体关节运动及跳跃现象。随后他指出,外部绝对不动之物的要求不仅适用于动物行进,而且扩展至整个宇宙的运动,并阐明静止的推动者与被推动者必须作为整体完全相异。
" Δεῖ δὲ τοῦτο μὴ μόνον τῷ λόγῳ λαβεῖν." Τὸ 〈τῷ〉 λόγῳ ἀντὶ τοῦ καθόλου. εἰπὼν ὅτι1 δὲ τῶν ἄλλων πασῶν κινήσεων ἀρχή ἐστι τὸ ἀκίνητον, δέδεικται καθόλου (ἐδείχθη γὰρ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως) λέγει ὅτι δεῖ δὲ τοῦτο, τουτέστι τὸ λέγειν ὡς ἀνάγκη εἶναί τι ἀκίνητον, εἰ μέλλει εἶναι κίνησις, μὴ μόνον τῷ λόγῳ καὶ καθόλου λαβεῖν, μηδὲ ἀρκεῖσθαι τῇ ἐν τῷ Θ καθόλου δείξει, ἀλλὰ καὶ ἐπὶ τῶν καθ’ ἕκαστα βασανίσαι τὸν λόγον. διὰ γὰρ τῶν καθ’ ἕκαστα ζητοῦμεν καὶ τοὺς καθόλου λόγους· οὓς εἰ μὲν εὑρήσομεν ἐφαρμόζοντας τοῖς μερικοῖς, πιστεύομεν, εἰ δὲ μή, ἀποσειόμεθα. ὅτι δ’ ἠρεμοῦσιν ἐν ἡμῖν αἱ καμπαί, εἴρηται ἐν τῷ Περὶ πορείας ζῴων· τοῦ γὰρ βραχίονος κινουμένου ἠρεμεῖ τὸ ὠλέκρανον καὶ τῆς κνήμης τὸ γόνυ· ἐκτὸς δ’ ἡμῶν x8 κῶλον ἓν μέν ἐστι δυνάμει ἐνεργείᾳ δὲ δύο ἐν τῇ κάμψει, ἓν δὲ ἐνεργείᾳ δυνάμει δὲ δύο ἐν τῇ ἐκτάσει, ὥσπερ, φησίν, ἂν ἐπὶ τῆς διαμέτρου ἡ μὲν Α καὶ Δ μένοι, τουτέστιν ἡ ΑΔ μένοι, ἡ δὲ Β κινοῖτο, τουτέστιν ἡ δὲ ΑΒ κινοῖτο, καὶ γίνοιτο ἡ ΑΓ κίνησις. ἔστω δὲ ΑΔ τὸ ἀπὸ τοῦ ὤμου ἕως τοῦ ὠλεκράνου, ΑΒ δὲ ὁ βραχίων. ἀλλ’ ἐπὶ μὲν τῆς διαμέτρου τοῦ κύκλου δοκεῖ κατὰ πάντα ἀδιαίρετον εἶναι τὸ κέντρον, τὰ δὲ ἐν ταῖς καμπαῖς ὁτὲ μὲν γίνεται ἕν, ὁτὲ δὲ διαιρετά, τουτέστιν ὁτὲ δὲ δύο. καὶ εἴρηται πότε ἓν καὶ πότε δύο δυνάμει καὶ ἐνεργείᾳ. σαφῶς δὲ τὰ λοιπὰ ἀπαγγέλλει. ὅλον δὲ ἀθρόον κινεῖται τὸ ἁλλόμενον. τὸ δὲ ἀλλὰ πᾶσα ἡ ἐν αὐτῷ ἠρεμία τοιοῦτόν ἐστι δυνάμει2 ‘κἂν μέρη τινὰ ἠρεμῇ κἂν ἅπαντα, εἰ μὴ ᾖ τι ἔξωθεν ἁπλῶς ἠρεμοῦν καὶ κυρίως, οὐδ’ ὅλως ἂν γένοιτο κίνησις’.
“但这不仅应当在理论上加以把握。” “在理论上”替代了“普遍地”。在说到不动之物是所有其他运动的本原这一点已得到普遍证明之后(因为在《物理学》第八卷中已作证明),他说,这——也就是声称若要存在运动,就必然有某种不动之物——不仅应当在理论上且普遍地加以把握,也不应满足于第八卷中的普遍证明,而且还必须在个别事物上检验这一道理。因为我们正是通过个别事物来探求普遍道理的;如果我们发现它们与具体事物相符,我们就相信;若不相符,我们就摒弃。我们体内的关节保持静止,这在《论动物行进》中已经论及;因为在前臂运动时,肘尖静止,小腿[运动时],膝盖[静止]。而在我们外部……肢体在屈曲时潜能上为一而现实上为二,在伸展时现实上为一而潜能上为二,就好比,如他所说,在一条直径上Α和Δ保持不动,即ΑΔ保持不动,而Β运动,即ΑΒ运动,并产生运动ΑΓ。设ΑΔ为从肩至肘尖的部分,ΑΒ为前臂。然而在圆的直径上,中心在各方面似乎都是不可分的,而关节中的部分有时合而为一,有时可分,即变为二。关于它们何时在潜能上和现实上为一、何时为二,已经讲过。其余内容他叙述得十分明了。跳跃之物则是整体一齐运动。而“然而其内部的一切静止”这句短语在潜能上意指:“即使某些部分静止,或者即使全部静止,如果外部没有完全且严格静止之物,根本就不会产生运动。”
"Ἔχει γὰρ τὴν θεωρίαν οὐ μόνον ὅσον ἐπὶ τὰ ζῷα συντείνουσαν." Τὸ δεικνύναι, φησίν, ὡς εἰ μὴ εἴη τι ἔξωθεν ἁπλῶς ἀκίνητον, οὐκ ἂν γένοιτο κίνησις, οὐ μόνον ἐπὶ τὰ ζῷα συντείνει, ἀλλὰ καὶ πρὸς τὸν σύμπαντα κόσμον· ἀνάγκη γὰρ καὶ ἐν τούτῳ εἶναί τι πάντως ἀκίνητον, εἰ μέλλει κινεῖσθαι ὁ οὐρανός. πάντῃ δὲ ἀκίνητόν ἐστιν ὅπερ αὐτὸς ἐν τῇ Μετὰ τὰ φυσικὰ ζῷον ἀίδιον ἄριστον εἶπεν· τοιαῦτα γὰρ περὶ τούτου ἐν τῷ Λ τῆς πραγματείας ἐκείνης μεγαληγορεῖ. ταῦτα εἰπὼν λέγει ‘εἰ γὰρ ὑποδώσει καὶ ὑπείξει ἀεὶ ἡ γῆ τοῖς ἐν τῇ γῇ πορευομένοις μυσίν (ἔστω γὰρ λόγου ἕνεκεν τὰ πορευόμενα μῦς), οὐκ ἔσται πορεία’. ἀνάγκη δὲ τὸ κυρίως μένον ἕτερον εἶναι τοῦ κινουμένου, καὶ ὅλον ὅλου.3 δεῖ γὰρ ὅλον τὸ μένον ἕτερον εἶναι ὅλου τοῦ κινουμένου, καὶ μηδὲν εἶναι μόριον τοῦ κινουμένου τὸ οὕτως ἀκίνητον, τουτέστι τὸ κυρίως ἀκίνητον. προσέθηκε δὲ τοῦτο, διότι ὁ ἐν τῷ πλοίῳ ὤν, ὡς ἐρεῖ μετ’ ὀλίγον, καὶ ὠθῶν τὸν ἱστὸν τῷ κοντῷ μόριόν ἐστι τοῦ πλοίου καὶ ἐπὶ τούτῳ οὐ κινεῖται τὸ πλοῖον· καὶ γὰρ ὁ ἐν τῷ πλοίῳ ὢν τρόπον τινὰ μόριόν ἐστι τοῦ πλοίου.
“因为这一考察不仅涉及动物。” 他说,证明若外部没有完全不动之物就不会产生运动,这不仅适用于动物,而且也关涉整个宇宙;因为若天体要运动,宇宙之中也必然有某种绝对不动之物。而在各方面都不动的,正是他自己在《形而上学》中所称的“永恒且至善的活物”;因为在那部著作的第十二卷中,他以如此宏大的语调论及它。说了这些之后他说:“因为如果大地对于在地上行进的老鼠(为了论证起见,且将行进者设为老鼠)总是退让和屈服,就不会有行进。”而且严格保持不动者必然有别于被运动者,且是整体有别于整体。因为静止之物的整体必须有别于被运动者的整体,并且如此不动之物,即严格不动之物,绝不能是被运动者的任何部分。他之所以补充这一点,是因为正如他不久后所要说的,在船上用篙推桅杆的人是船的一部分,因此船并不移动;因为在船上的人在某种方式上就是船的一部分。
- 1.2εἰπὼν ὅτι δὲ τῶν ἄλλων πασῶν κινήσεων ἀρχή ἐστι τὸ ἀκίνητον, δέδεικται καθόλου ... λέγει ὅτι
句子的核心骨架为 εἰπὼν ... λέγει ὅτι ...(“在说到……之后,他说……”)。尽管小词 δὲ 的位置以及 εἰπών 直接引出以 ὅτι 从句为主语、δέδεικται καθόλου(“已得到普遍证明”)为谓语动词的整句使得表层结构略显复杂,但分词 εἰπών 从属于主动词 λέγει,标示亚里士多德从《物理学》的普遍证明过渡到对具体例证的考察。
- 1.2τὸ δὲ ἀλλὰ πᾶσα ἡ ἐν αὐτῷ ἠρεμία τοιοῦτόν ἐστι δυνάμει
中性定冠词 τό 将引自亚里士多德原文的短语 ἀλλὰ πᾶσα ἡ ἐν αὐτῷ ἠρεμία 名词化,作整个分句的主语。谓语 τοιοῦτόν ἐστι δυνάμει(“在潜能上是如此这般的含义”)引出对该引用句隐含意义的释义,随后在引号中(‘κἂν ...’)给出了具体的同义改写。
- 1.3καὶ ὅλον ὅλου
短语 ἕτερον ... καὶ ὅλον ὅλου 中,属格 ὅλου 受表示相异的形容词 ἕτερον 支配(即“有别于整体的整体”)。主格 ὅλον 与属格 ὅλου 的紧密并置强调推动者与被推动者绝非部分相异或互有重叠,而是两个整体之间必须完全独立且相异。
